168
πεντακοσίαις καὶ δισχιλίαις ἐλασσουμένας. καὶ ὁ ̓Αγρίππας συνέθετο, καὶ λαβὼν τὸ δάνεισμα ἀποπλεῖν εμελλεν. ̓Ερρένιος δὲ Καπίτων ̓Ιαμνείας ἐπίτροπος τριάκοντα μυριάδας ἀργυρίου ὀφειλομένας τῷ Καίσαρι επραττεν ἀπ' αὐτοῦ, καὶ διὰ τοῦτο μένειν ἐκέλευεν. ̓Αγρίππας δὲ προσποιησάμενος πείθεσθαι, νυκτὸς ῳχετο. καὶ καταπλεύσας εἰς ̓Αλεξάνδρειαν ̓Αλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας εικοσι δάνειον αὐτῷ παρασχεῖν. ὁ δ' ἐκείνῳ μὲν οὐκ αν εφη παρασχεῖν, Κύπρῳ δὲ τῇ αὐτοῦ γυναικὶ παρεῖχε διά τε τὴν φιλανδρίαν αὐτῆς καὶ τὴν λοιπὴν ἀρετήν. δεξαμένης δ' ἐκείνης τὸ δάνειον ὁ μὲν ̓Αγρίππας εἰς ̓Ιταλίαν ἀπέπλευσε, Κύπρος δὲ μετὰ τῶν τέκνων εἰς ̓Ιουδαίαν ἀνέζευξε. καὶ Καίσαρι Τιβερίῳ προσελθὼν φιλανθρώπως ἐδέχθη. γραφῆς δὲ Καπίτωνος ̓Ερρενίου κομισθείσης τῷ Καίσαρι ὡς ἀπέδρα ̓Αγρίππας τριάκοντα μυριάδας πραττόμενος δάνειον, ὠργίσθη, καὶ μὴ συγχωρεῖσθαι αὐτῷ τὴν πρὸς αὐτὸν ἐκέλευσεν εισοδον αχρι δὴ τὸ χρέος καταβαλεῖ. ὁ δὲ δανεισάμενος ἀπέδοτο τὸ ὀφείλημα, καὶ αυθις εἰσῄει πρὸς τὸν Τιβέριον. καὶ ὁ Καῖσαρ ἐκέλευε τῷ υἱωνῷ αὐτοῦ παρατυγχάνειν καὶ θεραπεύειν αὐτόν. ̓Αγρίππας δὲ πρὸς Γάιον μᾶλλον ἀπένευεν, ̓Αντωνίας τυγχάνοντα υἱωνὸν τῆς Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ μετὰ Γάιον μοναρχήσαντος. τοῦτον θεραπεύων πεφίλητο ὑπ' αὐτοῦ. καί ποτε συμπροϊοῦσιν ἀμφοῖν περὶ Τιβερίου λόγος ἐγένετο. καὶ ὁ ̓Αγρίππας θεοκλυτῶν τάχος ὑπεκστῆναι Τιβέριον τῆς ἀρχῆς Γαΐῳ ἐπηύχετο. Ευτυχος δὲ ἀπελεύθερος ̓Αγρίππου τῶν 2.22 λόγων ἀκροασάμενος Καίσαρι πρόσεισιν ὡς δή τι λέξων αὐτῷ σωτήριον. ὁ δὲ βραδὺς εἰς πάντα γενόμενος, καὶ τῶν ὑπὲρ αὐτοῦ τι προσαγγελλόντων κατεφρόνει. ουτε γὰρ πρέσβεσι τάχιστα ἐχρημάτιζε, λέγων, ινα μὴ ἐπανιόντων συντόμως προσίοιεν ετεροι καὶ οχλος αὐτῷ γίνοιτο, ουτε μὴν ἡγεμόσι καὶ ἐπιτρόποις παρ' αὐτοῦ σταλεῖσι διαδόχους ἀντικαθίστα, εἰ μὴ φθάσαιεν τελευτήσαντες. τοῦτο δὲ ποιεῖν εφασκε προμηθείᾳ τῶν ὑπηκόων, ινα αὐτάρκως τῷ χρόνῳ σχόντες κερδῶν ἀμβλύτεροι πρὸς ἀδικήματα ειεν. παράδειγμά τε τραυματίαν πεποίητο ῳ μυῖαι περιεκάθηντο τὰς πληγάς, καί τις οἰκτείρων αὐτὸν ἀποδιώκειν αὐτὰς ἐπεχείρει, ἀποτρέψαντος δὲ ἐκείνου ηρετο τὴν αἰτίαν ὁ διώκειν τὰς μυίας πειρώμενος, ὁ δέ γε τραυματίας "αυται μέν" ἀπεκρίνατο "τοῦ αιματος ἐμπλησθεῖσαι οὐ πάνυ μοι δι' οχλου εἰσίν, εἰ δ' ἀποσοβηθεῖεν αυται, ηξουσι νεαλεῖς καὶ λιμώττουσαι μᾶλλόν με ὀδυνήσουσι." τῆς δὲ πρὸς ταῦτα βραδυτῆτος τοῦ Τιβερίου καὶ τόδε μαρτύριον οτι δύο καὶ εικοσιν ἐπὶ τῆς αὐταρχίας ἀνύσας ἐνιαυτοὺς δύο τοῖς ̓Ιουδαίοις ἐξέπεμψεν αρξοντας τοῦ εθνους αὐτῶν, Γράτον τε καὶ Πιλάτον. τοιοῦτος ουν τυγχάνων ἐν απασιν οὐδὲ τὸν Ευτυχον ἠξίου ἀκροάσεως. ̓Αγρίππας δὲ τὴν ̓Αντωνίαν ἱκέτευε παρασκευάσαι τὸν Καίσαρα ἀκροάσασθαι τοῦ Εὐτύχου. ἡ δ' ̓Αντωνία διὰ τιμῆς ην Τιβερίῳ καὶ ὡς γαμετὴ γενομένη ∆ρούσου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ διὰ τὸ σῶφρον ὡς μάλιστα. νέα γὰρ χηρεύσασα τῇ χηρείᾳ παρέμεινε καὶ γάμον ἀπείπατο δεύτερον, καίπερ τοῦ αὐ2.23 τοκράτορος αὐτὸν ἐπιτρέποντος, καὶ ουτω τὸν βίον διήνυσεν ὡς καὶ λοιδοριῶν ἀνωτέρω γενέσθαι. διὰ δὴ ταῦτα τῷ Τιβερίῳ τετίμητο καὶ οτι καὶ εὐεργέτις αὐτοῦ γέγονεν, ἐπιβουλὴν παρὰ πολλῶν καὶ δυνατῶν συστᾶσαν μηνύσασα. ὑπὸ ταύτης ουν ἀξιούμενος ἐξετάσαι τὸν Ευτυχον, εφη "ιστωσαν οἱ θεοί, ̓Αντωνία, οτι οὐ κατὰ γνώμην ἐμὴν τὰ πραχθησόμενα εσονται, ἐκ δέ γε σῆς παρακλήσεως." καὶ τὸν Ευτυχον ἀχθῆναι κελεύει. καὶ παραστὰς ελεγεν ὡς "Γάιός τε καὶ ̓Αγρίππας, ω δέσποτα, συνωμίλουν, καὶ ̓Αγρίππας εφη, εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα ῃ μεταστὰς ουτος ὁ γέρων χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης· οὐδὲν γὰρ εσται ἡμῖν ἐμποδὼν Τιβέριος ὁ αὐτοῦ υἱωνός, ὑπὸ σοῦ τελευτῶν. καὶ η τε οἰκουμένη γένοιτ' αν μακαρία, καὶ πρὸ ταύτης ἐγώ." Τιβερίῳ δὲ οἱ λόγοι ηγηντο ἀληθεῖς· αμα δὲ καὶ μῆνιν ̓Αγρίππᾳ τηρῶν οτι μὴ τὸν υἱωνὸν αὐτοῦ θεραπεύειν ειλετο, ολος δὲ μετέπεσε πρὸς τὸν Γάιον, ἑνὶ τῶν παρεστηκότων δῆσαι αὐτὸν ἐκέλευσε. καὶ ηγετο δέσμιος ἐν πορφυρίσιν ων ετι, καὶ