168
Εμμονον. παραμένοντα. ἐμμέριμνον. διηνεκῆ. †εμμονον λογισμόν· ἐπιμελῶς καὶ φροντιστικῶς διαλογιζόμενον.† Εμπληκτοσ. μαινόμενος. ὡς δεινός τε ην καὶ αὐθάδης καὶ οιος τὸ μανιῶδες καὶ εμπληκτον ἀνδρείαν ἡγεῖσθαι. εμπληκτος καὶ ὁ εὐμετάβολος καὶ φορᾶς μεστός· ητοι ὁ φερόμενος. Αἰσχίνης· ὠνείδισας δέ μοι καὶ πολιτείας ἐμπληξίας. εμπληκτοι καὶ οἱ κοῦφοι καὶ οἱ εὐμετάβλητοι. Ομηρος· ἐμπλήγδην ετερον μὲν τίει βροτὸν- καὶ Σοφοκλῆς· τοῖοι δὲ μέντοι φῶτες εμπληκτοι βροτῶν- τουτέστιν οἱ μὴ ἐμμένοντες τῇ ἀρχαίᾳ φιλίᾳ. * ̓Εμπολαῖοσ. πραγματευτής. Εμπολιν. ἐν τῇ αὐτῇ πόλει οντα. ανδρα, σοὶ μὲν εμπολιν οὐκ οντα, συγγενῆ δέ-. Εμποροσ. ὁ ἐπ' ἀλλοτρίας νεὼς πλέων μετὰ τοῦ οἰκείου ναύλου η πραγματείας. ηγουν διὰ παντὸς τοῦ βίου τὴν πορείαν ποιούμενος. καὶ ὁ πραγματευτής. κυρίως δὲ ὁ θάλασσαν πλέων. epsilon.699 Εμπαιοσ. ὁ εμπειρος. οιον· -κακῶν δ' εμπαιος ἀλήτης. οἱ μὲν, παρὰ τὸ ειναι εμπειρος, αρσει τοῦ ˉρ καὶ τροπῇ τοῦ ˉε εἰς ˉα, ὡς τὸ δεινὸς, αἰνός· οἱ δὲ, παρὰ τὸ αιω, αιος, καὶ ἐν συνθέσει ἐπαίος, ειτα κατὰ πλεονασμὸν τοῦ ˉμ καὶ συναιρέσει εμπαιος, ὁ αἰσθανόμενος. η παρὰ τὸ ἐμπάζεσθαι, τὸ φροντίζειν. η παρὰ τὸ εμπεδον, ὁ βέβαιος. ̓Εμποίνιμοσ. ἐπιζήμιος, θέσιμος. η ενοχος ποινῆς. οιον, ἐφ' οις ημαρτε, δοὺς τιμωρίαν. καὶ ποινὴ λέγεται ἡ ἐπὶ φόνῳ δραθεῖσα κόλασις. ορκους οὐκ ἐμποινίμους ἡγησάμενοι ειναι. ̓Εμπέραμοσ. παρὰ τὸ πεῖρα, ἐμπείραμος καὶ ἐμπέραμος. σημαίνει δὲ τὸν εμπειρον. ̓Εμπρησμόσ. καῦσις. η διάπυρος ἀφανισμός. ̓Εμέθεν. ἀντὶ τοῦ ἐμοῦ. ̓Εμφρέατοι. δικαστήριον τῶν ἀκουσίων φόνων ἐν ̓Αθήναις. Εμφυλος πόλεμοσ. ὁ ἐκ τοῦ αὐτοῦ εθνους καὶ γένους. epsilon.700 ̓Εμεχωνίται. εθνος παρὰ ̓Ιωσήπῳ. Εμποροι. οἱ ὠνούμενοι. κάπηλοι οἱ πωλοῦντες. (Θηλυκόν.) ̓Εμβολάσ. ὁρμάς. ἐπιδρομάς. ̓Εμβολή. κλεισούρα. εισοδος. στενοτάτη ἐμβολή. καὶ τὸ ακρον τοῦ κριοῦ τοῦ μηχανικοῦ ὀργάνου. τῷ ἐπιφερομένῳ αχθει ἀποκαυλίζειν τὸ προέχον τῆς ἐμβολῆς. ̓Εμβολάδασ. ητοι ἐγκεντρισμένας. ̓Αριστοφάνης· ἐμβολάδας ἀπίους. ̓Εμβάδασ. τὰ ἀνδρῶα ὑποδήματα. -ἐκτυπεῖτο δὲ ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν. ἀντὶ τοῦ ὑποδήμασιν. ουτως ̓Αριστοφάνης. ̓Εμβρίθεια. ἀνδρεία καὶ φρόνησις στερεά. ̓Εμβρίμησισ. ψυχῆς λογικῆς τοῦ θυμικοῦ μέρους ἐνέργεια. Εμβιαι. αἱ εἰς βάθος διϊκνούμεναι ῥίζαι καὶ ἐμβεβηκυῖαι. Εμεια. τόπος πλησίον Μυκήνης. Εμμηνοι δίκαι. αἱ ἐμπορικαὶ καὶ ἐρανικαί. Εμισα. πόλις. καὶ ̓Εμισαῖος ὁ πολίτης. epsilon.701 ̓Εμπολή. φορτίον η τὸ τῆς πραγματείας κέρδος· η ἡ συναγωγὴ τοῦ κέρδους. τὸ δὲ ῥῆμα, ἐμπολᾷν, καὶ ἐμπόλημα. ̓Εμπίσ. ζωΰφιον παραπλήσιον κώνωπι, γινόμενον ἐν τοῖς υδασι, μεῖζον δὲ τῇ περιοχῇ καὶ κατὰ τὸ μέσον λευκῷ περιεζωσμένον. Εμπνευσιν. εἰκόνα θεοῦ καὶ ψυχὴν οιδεν ἡ θεία γραφή. Εμπουσα. φάντασμα δαιμονιῶδες, ὑπὸ ̔Εκάτης πεμπόμενον, ἀλλάσσον μορφὰς πολλάς. παρὰ τὸ ἐμποδίζειν, η ἀπὸ τοῦ τὸν ετερον πόδα χαλκοῦν εχειν. η οτι ἀπὸ σκοτεινῶν τόπων ἐφαίνετο τοῖς μυουμένοις. ἐκαλεῖτο δὲ αυτη καὶ ὀνοπόλη. αλλοι δὲ λέγουσιν, οτι φάντασμα ην τῆς ̔Εκάτης τοῖς δυστυχοῦσι φαινόμενον. Εμφασισ. τὸ αινιγμα, η μέγεθος, η ἐννόησις. †η τὸ ἐμφαινόμενον ειδος ἐν τῇ κόρῃ τοῦ ὀφθαλμοῦ, κατὰ ∆ημόκριτον, ος τὸ ὁρᾷν ελεγεν ειναι, τί; τὴν εμφασιν τὴν ἀπὸ τῶν ὁρωμένων δέχεσθαι. οὐ καλῶς δέ. τοῦτο γὰρ συμβέβηκε διὰ τὸ τὸ ομμα λεῖον ειναι. τὰ γὰρ λεῖα πάντα πέφυκε τὴν τοιούτην ἀπὸ τῶν ὀφθαλμῶν εμφασιν δέχεσθαι, οὐχ ὁ ὀφθαλμὸς μόνον. πολλὰ γὰρ αψυχα δέχεται τὴν τοιαύτην εμφασιν, ἀλλ' οὐχ ὁρᾷ. ἡ γὰρ εμφασις πάθος τί ἐστι κατὰ ἀνάκλασιν γινόμενον ἐν τοῖς λείοις τε καὶ σύστασίν τινα εχουσιν, ὡς δύνασθαι σώζειν τὸ ἐμφαινόμενον. ἀλλ' οτι τὸ χρῶμα, οπερ ἐστὶν ὁρατὸν καθ' αὑτὸ, κινητικὸν ειναι πέφυκε τοῦ κατ' ἐνέργειαν διαφανοῦς, κατ' ἐνέργειαν δὲ διαφανὲς τὸ πεφωτισμένον· ἐπειδὴ καὶ epsilon.702 τὸ φῶς ἐτέθη ἐνέργειαν ειναι τοῦ διαφανοο͂ς, ῃ διαφανές. ἡ διὰ μέσου τοῦ ὁρωμένου καὶ τῆς ὁρώσης οψεως γινομένη κίνησις ὑπὸ τοῦ ὁρατοῦ ἐν τῷ διαφανεῖ, ἐστὶν ἡ τοῦ ὁρᾷν