λύκους, ἄρκους (ἄρκους, λύκους α), καὶ ἕτερα τοιαῦτα. ἀλλὰ (ἀλλὰ] καὶ α) τοῦτο μὲν τοιοῦτον. οὗ διάδοχον ὁ βασιλεὺς ἐποιήσατο Ἀλέξιον μοναχὸν καὶ καθηγούμενον τῆς μονῆς τοῦ Στουδίου, εἰς ἐπίσκεψιν αὐτοῦ πεφοιτηκότα μετὰ τῆς τιμίας κεφαλῆς τοῦ προδρόμου. ὃν καὶ πέμψας ἐνθρονίζει διὰ τοῦ πρωτονοταρίου Ἰωάννου, ᾧ συνεργῷ ἐχρῆτο πρὸς τὴν τῶν κοινῶν διοίκησιν. καὶ τῇ ἑσπέρᾳ ἐτελεύτησε, ζήσας μὲν ἔτη ἑβδομήκοντα, καὶ τὰ πάντα βασιλεύσας, ἐπὶ χρόνους δὲ πεντήκοντα τὴν αὐτοκράτορα διϊθύνας ἀρχήν. ταφῆναι δὲ παρεκάλεσε τὸν ἑαυτοῦ ἀδελφόν, ὃν καὶ διάδοχον κατέλιπε τῆς ἀρχῆς, ἐν τῷ κατὰ τὸ Ἕβδομον ναῷ τοῦ εὐαγγελιστοῦ καὶ θεολόγου. ὃ δὴ καὶ γέγονεν.
Const8.t ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο Α∆ΕΛΦΟΣ ΒΑΣΙΛΕΙΟΥ Const
8.1 Ἀναζωσάμενος δὲ τὴν πᾶσαν δυναστείαν ὁ Κωνσταντῖνος καὶ πράττειν, ὅ
τι καὶ βούλεται ἐξουσίαν λαβών, καὶ ταῖς ἐκδεδιῃτημέναις χαίρων τῶν πράξεων, πολλῶν κακῶν αἴτιος ὑπῆρξε τῷ πολιτεύματι, αὐτὸς μὲν πράττων οὐδὲν ἢ βουλευόμενος τῶν δεόντων, ἱπποδρομίαις δὲ χαίρων καὶ μίμοις καὶ γελωτοποιοῖς, καὶ κοττάβοις ἐννυκτερεύων, ἄρχοντας καθιστὰς ἔν τε πολιταρχίαις καὶ στρατηγίαις οὐ τοὺς ἔργῳ καὶ λόγῳ τὸ δόκιμον ἑαυτῶν παρεχομένους, ἀλλ' οἰνόληπτα ἐκτετμημένα ἀνδράποδα καὶ πάσης μιαρίας καὶ βδελυρίας ἐμπεπλησμένα, ἀνάγων αὐτοὺς εἰς τὰς τῶν ἀξιωμάτων ὑψηλοτάτας περιωπάς, τοὺς δὲ γένει καὶ ἀρετῇ καὶ πείρᾳ προέχοντας παρατρέχων. Νικόλαον γὰρ τὸν πρῶτον τῶν αὐτοῦ θαλαμηπόλων δομέστικον προεβάλλετο τῶν σχολῶν καὶ παρακοιμώμενον, Νικηφόρον δὲ τὸν μετ' ἐκεῖνον τὰ δευτερεῖα φέροντα πρωτοβεστιάριον, Συμεὼν τὸν κατὰ τάξιν τρίτον δρουγγάριον τῆς βίγλας, προέδρους τοὺς πάντας τιμήσας, Εὐστράτιον τὸν μετ' ἐκείνους πολλοστὸν μέγαν ἑταιρειάρχην. προεβάλλετο δὲ καὶ δοῦκα Ἀντιοχείας εὐνοῦχόν τινα Σπονδύλην λεγόμενον, καὶ Ἰβηρίας Νικήταν τὸν ἐκ Πισσιδίας, καὶ ἄμφω ἐπιρρήτους ἀνθρώπους καὶ πονηρούς. οἵτινες ταραχῆς καὶ συγχύσεως τὰ πάντα πληρώσαντες μικροῦ τὴν βασιλείαν ἀνέτρεψαν, ἤδη καλῶς ἀγομένην ἀπό τε τῆς αὐτοκρατορίας Ῥωμανοῦ τοῦ τοῖν βασιλέοιν πατρός, Νικηφόρου τε καὶ Ἰωάννου καὶ Βασιλείου τῶν κατὰ διαδοχὰς διαδεξαμένων τὰ σκῆπτρα καὶ φοβερὰν καθισταμένην τοῖς πλησιάζουσι ἔθνεσι. καὶ οὐ μόνον ἀδιάφορον εἶχε τὴν γνώμην ἐν ταῖς τῶν ἀρχῶν προβολαῖς, ὡς ἔτυχε ταύτας καθιστάς, ἀλλὰ καὶ τοὺς ἀξιολογωτέρους καὶ δοκιμωτέρους ἐδίωκε διὰ παντός, τοῖς εὐδοκίμοις ἐπιβουλεύων. ἀπετύφλωσε μὲν γὰρ καὶ Κωνσταντῖνον πατρίκιον τὸν υἱὸν Μιχαὴλ μαγίστρου τοῦ Βούρτζη, πρὸ τῆς αὐτοκρατορίας αὐτοῦ προσκρούοντα καὶ τὰς ἀκολάστους αὐτοῦ πράξεις Βασιλείῳ τῷ βασιλεῖ μηνύοντα, καὶ τέρους καὶ δοκιμωτέρους ἐδίωκε διὰ παντός, τοῖς εὐδοκίμοις ἐπιβουλεύων. ἀπετύφλωσε μὲν γὰρ καὶ Κωνσταντῖνον πατρίκιον τὸν υἱὸν Μιχαὴλ μαγίστρου τοῦ Βούρτζη, πρὸ τῆς αὐτοκρατορίας αὐτοῦ προσκρούοντα καὶ τὰς ἀκολάστους αὐτοῦ πράξεις Βασιλείῳ τῷ βασιλεῖ μηνύοντα, καὶ ἄλλους ἀγαθοὺς ἄνδρας οὐκ ὀλίγους ἠφάνισεν, ὡς προϊὼν ἐξείποι ὁ λόγος. καὶ τὰ μὲν προοίμια τῆς αὐτοκρατορίας αὐτοῦ τοιαῦτα. τὰ δὲ μετὰ ταῦτα ποία ἂν καὶ κατ' ἀξίαν παραστήσηται ἱστορία; μόνων γάρ, ὡς ἐρρέθη, ἐξεχόμενος γελωτοποιῶν καὶ μίμων, καὶ περὶ τὰς ἱπποδρομίας, εἴπερ τις ἄλλος κεχηνώς, ἔργον μόνον ἀναγκαῖον ταύτας ἡγεῖτο, τὰ λοιπὰ μηδενὸς ἀξιῶν λόγου, ἀλλὰ δεύτερα λογιζόμενος πάντα τῶν αὐτοῦ ἀκολάστων ἔργων. Νικηφόρον γὰρ τὸν Κομνηνόν, ἄνδρα συνετὸν καὶ ἐπ' ἀρετῇ καὶ ἀνδρείᾳ διαβεβοημένον, Μηδίας ἄρχοντα τῆς καὶ Βαασπρακανίας, καὶ τὰ πρόσχωρα ὑποτάξαντα ἔθνη, δι' αἰτίαν μὲν εὔλογον οὐδεμίαν, τῆς δὲ ἀρετῆς φθονήσας ἀπετύφλωσεν, ἔγκλημα τούτῳ καθοσιώσεως ἐπενεγκών. οὗτος γὰρ πολλάκις συμπλεκόμενος τοῖς γείτοσιν ἐν Μηδίᾳ Σαρακηνοῖς,