1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

168

διαθαλπόμενον, καὶ πρὸς τὰς ἀκτῖνας τοῦ ἡλίου τὰς πτύχας ἑαυτοῦ διαπλώσαντα, τότε λάθρα ψηφίδα παρεμβαλὼν ὁ καρκῖνος, διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκεται τὸ ἐλλεῖπον τῆς δυνάμεως διὰ τῆς ἐπινοίας περιγινόμενον. Αὕτη ἡ κακία τῶν μήτε λόγου, μήτε φωνῆς μετεχόντων. Οὐκ ἂν παρέλθοι μοι τὸ τοῦ πολύποδος δολερὸν καὶ ἐπίπλοκον, ὃ ὁποίᾳ ποτὲ ἂν πέτρᾳ περιπλακῇ, τὴν ἐκείνης ὑπέχεται χρόαν, ὥστε τοὺς πολλοὺς τῶν ἰχθύων ἀπροόπτως νηχομένους τῷ πολύποδι περιπίπτειν, τῇ πέτρᾳ δῆθεν, καὶ ἕτερον γενέσθαι θήραμα τῷ πανούργῳ. Γαῦρον ὁ ἀλεκτρυὼν, φιλόκαλον ὁ ταὼς, λάγνοι περιστεραὶ, καὶ αἱ κατοικίδιοι ὄρνεις ἐπὶ παντὸς καιροῦ τὸ συνουσιακὸν ἔχουσαι· δολερὸν ὁ πέρδιξ καὶ ζηλότυπον, κακούργως συμπράττων τοῖς θηρευταῖς πρὸς τὴν ἄγραν. Τῶν μελισσῶν κοινὴ μὲν ἡ οἴκησις, ἐργασία δὲ πάντων μία· καὶ τὸ μέγιστον ὅτι ὑπὸ βασιλεῖ καὶ ἐξάρχῳ τινὶ τῶν ἔργων ἅπτονται, οὐ πρότερον καταδεχόμενοι ἐπὶ τοὺς λειμῶνας ἐλθεῖν, πρὶν ἂν ἴδωσιν κατάρξαντα τὸν βασιλέα τῆς πτήσεως. Καὶ ἔστιν αὐταῖς οὐ χειροτόνητος ὁ βασιλεύς· πολλάκις γὰρ καὶ ἀκρασία δήμου τὸν χείριστον εἰς ἀρχὴν προεστήσατο· οὐδὲ κληρωτὴν ἔχων τὴν ἐξουσίαν· ἄλογοι γὰρ αἱ συντυχίαι τῶν κλήρων, ἐπὶ τὸν πάν 95.1576 των ἔσχατον πολλάκις τὸ κράτος ἀκρισίᾳ φέρουσαι· οὐδὲ ἐκ πατρικῆς διαδοχῆς τοῖς βασιλείοις ἐγκαθεζόμενος· καὶ γὰρ οὗτοι ἀπαίδευτοι καὶ ἀμαθεῖς πάσης ἀρετῆς διὰ τρυφὴν καὶ κολακείαν ὡς τὰ πολλὰ γίνονται· ἀλλ' ἐκ φύσεως ἔχων τὸ κατὰ πάντων πρωτεῖον. Ἔστι μὲν γὰρ τῷ βασιλεῖ κέντρον, ἀλλ' οὐ κέχρηται τούτῳ πρὸς ἄμυναν. Ἀκουέτωσαν οἱ Χριστιανοὶ, οἷς πρόσταγμά ἐστι, κακὸν ἀντὶ κακοῦ μηδενὶ ἀποδιδόναι, ἀλλὰ νικᾷν ἐν τῷ ἀγαθῷ τὸ κακόν. Μιμήσασθε τῆς μελίσσης τὸ ἰδιότροπον· ὅτι τοῦ βασιλέως δίχα οὐδὲν λυμαινομένη, οὐδὲ καρπὸν ἀλλότριον διαφθείρουσα, τὰ κηρία συμπήγνυσιν. Αὗται δὲ οὔτε ἅπασι τοῖς ἄνθεσιν παραπλησίως ἐπέρχονται, καὶ οἷς ἂν ἐπιτήδειον πρὸς τὴν ἐργασίαν λαβοῦσαι, τὸ λοιπὸν χαίρειν ἀφῆκαν. Τὸν μὲν κηρὸν ἀπὸ τῶν ἀνθῶν φανερῶς συναγείρει, τὸ δὲ μέλι τὴν δροσοειδῶς ἐσπαρμένην νοτίδα τοῖς ἄνθεσιν ἐπισπασαμένη τῷ στόματι, ταύτην ταῖς κοιλότησι τῶν κηρίων ἐνίησιν. Ὅθεν καὶ ὑγρὸν παρὰ τὴν πρώτην ἐστίν· εἶτα τῷ χρόνῳ συμπεφθὲν, πρὸς τὴν οἰκείαν σύστασιν καὶ ἡδονὴν ἐπανέρχεται. Οὕτω δὲ σοφῶς φιλοτεχνοῦσα τὰς ἀποθήκας τοῦ μέλιτος, εἰς λεπτὸν ὑμένα τὸν κηρὸν διατείνασα, πυκνὰς καὶ συνεχεῖς ἀλλήλαις συνοικοδομεῖ τὰς κοιλότητας, ὡς τὸ πυκνὸν τῆς τῶν μικροτάτων πρὸς ἄλληλα δέσεως ἔρεισμα γενέσθαι τῷ παντί. Ἑκάστη γὰρ φρεάτια, τῆς ἑκατέρας ἔχεται· λεπτῷ γὰρ πρὸς αὐτῆς διισταμένη τε ὁμοῦ καὶ συναπτομένη τῷ διαφράγματι. Ἔπειτα διόροφοι καὶ τριόροφοι σύριγγες αὐταὶ ἀλλήλαις ἐπῳκοδόμηνται. Ἐφυλάξαντο γὰρ μίαν ποιῆσαι διαμπερὲς τὴν κοιλότητα, ἵνα μὴ τῷ βάρει τὸ ὑγρὸν πρὸς τὰ ἐκτὸς διαπίπτῃ. Κατάμαθε πῶς τὰ τῆς γεωμετρίας εὑρέματα πάρεργά ἐστι τῆς σοφωτάτης μελίσσης. Ἑξάγωνοι γὰρ πᾶσαι καὶ ἰσόπλευροι τῶν κηρίων αἱ σύριγγες, οὐκ ἐπ' εὐθείας ἀλλήλων κατεπικείμεναι, ἵνα μὴ κάμωσιν οἱ πυθμένες τοῖς διακένοις ἐφηρμοσμένοι, ἀλλ' αἱ γωνίαι τῶν κάτωθεν ἑξάγωνοι, βάθρον καὶ ἔρεισμα ταῖς τῶν ὑπερκειμένων ἐστὶν, ὡς ἀσφαλῶς ὑπὲρ αὐτῶν μετεωρίζειν τὰ βάρη, καὶ ἰδιαζόντως ἑκάστῃ κοιλότητι τὸ ὑγρὸν ἐγκατέχεσθαι. Πῶς μὲν αἱ γέρανοι τὰς ἐν τῇ νυκτὶ προφυλακὰς ἐκπεριστροφῆς ὑποδέχονται; καὶ αἱ μὲν καθεύδουσιν, ἡ δὲ κύκλῳ περιιοῦσα, πᾶσαν αὐταῖς ἐν τῷ ὕπνῳ παρέχεται τὴν ἀσφάλειαν; εἶτα τοῦ καιροῦ τῆς φυλακῆς πληρουμένου, ἡ μὲν βοήσασα πρὸς ὕπνον τρέπεται, ἡ δὲ τὴν διαδοχὴν δεξαμένη, ἧς ἔτυχεν ἀσφαλείας, ἀντέδωκεν. Ταύτην καὶ ἐν τῇ πτήσει τὴν εὐταξίαν κατόψει. Ἄλλοτε γὰρ ἄλλη τὴν ὁδηγίαν διαδέχεται, καὶ τακτόν τινα χρόνον προκαθηγησαμένη τῆς πτήσεως, εἰς τὸ κατόπιν περιελθοῦσα, τῇ μετ' αὐτὴν τὴν ἡγεμονίαν τῆς ὁδοῦ παραδίδωσι. Τὸ δὲ τῶν πελαργῶν οὐδὲν πόῤῥω ἐστὶ συνέσεως λογικῆς· οὕτω μὲν οὖν κατὰ ἕνα καιρὸν πάντας ἐπι 95.1577 δημεῖν τοῖς τῇδε χωρίοις, οὕτω δὲ ὑφ' ἑνὶ συνθήματι πάντας