γραφὴ παντὶ ἀνθρώπῳ παραγγέλλει τοῦτο ποιεῖν; Ἀπόκρισις. Προείπομεν, ὅτι τὴν ἐπιτηδειότητα ὁ ἄνθρωπος ἔχει κατὰ φύσιν, καὶ ταύτην ὁ θεὸς ἐπιζητεῖ. παραγγέλλει οὖν, ἵνα πρῶτον νοήσῃ καὶ νοήσας ἀγαπήσῃ καὶ θελήματι ἐπιτηδεύσῃ. τὸ δὲ ἐνεργηθῆναι τὸν νοῦν ἢ ὑπομεῖναι τὸν κόπον ἢ τελειῶσαι τὸ ἔργον ἡ χάρις τοῦ κυρίου παρέχει τῷ θελήσαντι καὶ πιστεύσαντι. τὸ οὖν θέλημα τοῦ ἀνθρώπου ὡς παράστασις ὑποστατική· μὴ παρόντος δὲ τοῦ θελήματος οὐδὲ αὐτὸς ποιεῖ, καίπερ δυνάμενος ὡς θεός, ἀλλὰ διὰ τὸ αὐτεξούσιον. ἡ οὖν τελεσιουργία τοῦ θεοῦ, τὸ δὲ θέλημα τοῦ ἀνθρώπου, πλὴν ἐὰν ὅλον τὸ θέλημα δῶμεν, ὅλον τὸ ἔργον ἡμῖν ἐπιγράφει. θαυμαστὸς ὁ θεὸς ἐν πᾶσι καὶ ἀπερινόητος, ἄνθρωποι δὲ μέρος τι τῶν θαυμασίων αὐτοῦ λαλεῖν ἐπιχειροῦμεν, τῇ γραφῇ ἐπερειδόμενοι, μᾶλλον δὲ ὑπ' αὐτῆς συνετιζόμενοι. «τίς, γάρ φησιν, ἔγνω νοῦν κυρίου;» αὐτὸς δέ φησι· «ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε». ὡς ἐκ τούτου πιστεύειν, ὅτι αὐτὸς ἡμᾶς ἐπισυνάγει, ἡμῶν δὲ παραζητεῖ μόνον τὸ θέλημα. τίς δὲ ἡ φανέρωσις τοῦ θελήματος· πόνος ἑκούσιος. 36.5.2 Ὥσπερ γὰρ ὁ σίδηρος πρίζων, κόπτων, γεωργῶν, καταφυτεύων, αὐτὸς μὲν ὑποθλιβόμενος ἐνδίδωσι, πλὴν ἄλλος ἐστὶν ὁ κινῶν καὶ ἐπάγων, καὶ ἐν τῷ συντριβῆναι πυρῶν καὶ ἀνακαινίζων, οὕτω καὶ ὁ ἄνθρωπος κἂν θλίβηται καὶ κοπιᾷ ἐργαζόμενος τὸ ἀγαθόν, πλὴν ὁ κύριος λανθανόντως ἐν αὐτῷ ἐργάζεται, καὶ ἐν τῷ κοπιάσαι καὶ συντριβῆναι τὴν καρδίαν παρακαλῶν καὶ ἀνα36.1.4 θεοῦ παράδεισον καὶ ἐφύλαξαν τὴν ἐντολὴν ταύτην, οὐκ ἐξεβλήθησαν, ἀλλ' ὅσον τῶν γηΐνων ἀπέσχοντο, τῶν πνευματικῶν ἑκατονταπλασίως ἀπήλαυσαν, ἐνερ36.1.5 γῶς καὶ ὁμοιοτρόπως τῆς χάριτος παρακαλούσης. εὐξώμεθα τοίνυν καὶ ἡμεῖς φυλάξαι αὐτήν, ἵνα ἐμμείναντες εἰς τὸν τοῦ κυρίου λόγον ἀπολαύσωμεν τῆς τοῦ πνεύματος τρυφῆς καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι. ὥσπερ γὰρ ἐκβάλλεται Ἀδὰμ ἀπογευσάμενος τοῦ ξύλου τῆς γνώσεως, οὕτως οὐ δύνανται μένειν εἰς τὸν τοῦ Χριστοῦ λόγον οἱ τὰ γήϊνα φρονοῦντες. 36.2.1 Κατὰ τὸ γεγραμμένον, ὅτι «ἡ φιλία τοῦ κόσμου τούτου ἔχθρα τοῦ θεοῦ ἐστι». διὸ ἡ γραφὴ κελεύει «πάσῃ φυλακῇ τηρεῖν τὴν ἑαυτοῦ καρδίαν», ἵνα τις ὡς παράδεισον φυλάσσων τὸν αὐτοῦ λόγον ἀπολαύῃ τῆς χάριτος, μὴ ἀκούων τοῦ ἔνδον εἱλισσομένου ὄφεως συμβουλεύοντος τὰ πρὸς ἡδονήν, δι' ἧς γεννᾶται θυμὸς ἀδελφοκτόνος καὶ ἀποθνῄσκει ψυχὴ ἡ τίκτουσα, ἀλλ' ἀκούων τοῦ κυρίου κελεύοντος ἐπιμελεῖσθαι πίστεως καὶ ἐλπίδος, δι' ὧν γεννᾶται ἡ φιλόθεος καὶ 36.2.2 φιλάνθρωπος ἀγάπη, τὴν αἰώνιον ζωὴν παρέχουσα. εἰς τοῦτον τὸν παράδεισον εἰσηνέχθη Νῶε, τὴν ἐντολὴν φυλάσσων καὶ ἐργαζόμενος, καὶ διὰ τῆς ἀγάπης ἐλυτρώθη τῆς ὀργῆς. τοῦτον φυλάσσων Ἀβραὰμ φωνῆς θεοῦ ἤκουε. τοῦτον φυλάσσων Μωϋσῆς δόξαν ἐπὶ τοῦ προσώπου ἐλάμβανε καὶ τὴν κτίσιν μετέβαλλεν. ὁμοίως ∆αβὶδ τοῦτον φυλάσσων εἰργάζετο, ὅθεν τῶν ἐχθρῶν κατεκυρίευσεν. ἀλλὰ καὶ Σαούλ, ἕως ἐφύλασσε τὴν καρδίαν εὐωδοῦτο. ὅτε δὲ εἰς τέλος παρέβη, τότε εἰς τέλος παρελήφθη. ἐν μέτρῳ γὰρ κατ' ἀναλογίαν μετέρχεται ἕκαστον ὁ λόγος τοῦ κυρίου. ὅσον ἐπικρατεῖ τις αὐτοῦ, τοσοῦτον ἐπικρατεῖται, καὶ ὅσον φυλάσσει, φυλάσσεται τοσοῦτον. 36.2.3 ∆ιὰ τοῦτο πᾶς ὁ χορὸς τῶν ἁγίων προφητῶν, ἀποστόλων, μαρτύρων τὸν λόγον ἐν ταῖς καρδίαις αὐτῶν ἐφύλασσον, μηδὲν ἕτερον μεριμνῶντες, ἀλλὰ τοῦ γηΐνου πνεύματος τὸ φιλόθεον προκρίνοντες, οὐ μόνον λόγῳ ἢ γνώσει ψιλῇ, ἀλλ' ἐν λόγῳ καὶ ἔργῳ δι' αὐτῶν τῶν πραγμάτων. ἀντὶ πλούτου ἑλόμενοι πτωχείαν, ἀντὶ δόξης ἀτιμίαν, ἀντὶ ἀπολαύσεως κακουχίαν, ὅθεν καὶ ἀντὶ θυμοῦ ἀγάπην. μισοῦντες γὰρ τὰ ἡδέα τοῦ βίου τοὺς ἀφαιρουμένους αὐτὰ μᾶλλον ἠγάπων ὡς συνεργοῦντας αὐτοῖς πρὸς τὸν σκοπόν, ἀπεχόμενοι τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. οὐδὲ γὰρ τοὺς ἀγαθοὺς ᾑροῦντο, τοὺς δὲ κακοὺς ᾐτιῶντο, πάντας ἀποκρισιαρίους τῆς