168
σοῦ οὐκ ἠβουλήθην ἐν τῇ γῇ. Ἐρωτηματι κῶς τέθεικεν ἀντὶ τοῦ, Ὑπάρχει μοι ἐλπὶς ἐν τῷ οὐρανῷ. Προσεδόκησα, φησὶ, καὶ προσδοκῶ εὐμενῆ σέ μοι γενέσθαι ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Οὔτε γὰρ ἐν τῷ οὐρανῷ ἄλλον τινὰ ἔχω Θεὸν καὶ κηδε μόνα πλήν σου, οὔτε μὴν ἐν τῇ γῇ ἕτερόν σοι συντάττω, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ σε οἶδα Θεόν. [Εἴρηται μάλιστα καὶ ταῦτα ἐκ προσ ώπου τῶν ἐξ ἐθνῶν πεπιστευκότων τῷ Σωτῆρι· λέ γει δὲ, ὅτι] Καὶ τὴν σὴν ἀσπάζομαι δεσποτείαν. κʹ. "Ἐξέλιπεν ἡ καρδία μου, καὶ ἡ σάρξ μου." Τούτου χάριν σὲ ποθῶ, καὶ διψῶ, καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα, καὶ τὴν σὴν προσμένω βοήθειαν. Ὁ Θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα." Σὲ γὰρ ἔχω καὶ μερίδα καὶ κλῆρον, καὶ ἀπόλαυσιν ἀγαθῶν. κζʹ. "Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ." Οἱ δὲ πόῤῥω σφᾶς αὐτοὺς τῆς σῆς ποιοῦντες κηδεμονίας, καὶ εἰδώλοις λατρεύειν αἱ ρούμενοι, καρπὸν ἕξουσι τῆς ἀποστάσεως ὄλε θρον. Πορνείαν γὰρ ἐνταῦθα τὴν εἰδωλολατρείαν καλεῖ. Οὕτω καὶ διὰ τοῦ Ἱερεμίου φησὶν ὁ Θεός· "Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ· καὶ εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε." Καὶ πάλιν· "Καὶ ἐμοίχευσε τὸ ξύλον, καὶ τὸν λίθον·" ἀντὶ τοῦ· Ἐμὲ τὸν νυμφίον καταλιποῦσα, ἐλάτρευσε τοῖς μὴ οὖσι θεοῖς. Καὶ ἐνταῦθα τοίνυν πορνείαν τὴν τῶν εἰδώλων λατρείαν ἐκάλεσε. Τοῦτο μέντοι οὐ περὶ Βαβυλωνίων εἴρηκεν, ἀλλὰ περὶ τῶν διὰ τὴν ἀσέβειαν αἰχμαλώτων γεγενημένων. Οὗτοι γὰρ τὸν 80.1453 Θεὸν ἐσχηκότες νυμφίον, ἐξεπόρνευσαν, τῶν δαιμό νων ἀσπασάμενοι τὴν δουλείαν· ἀλλὰ τῇ πείρᾳ σω φρονεῖν διδαχθέντες βοῶσιν· κηʹ. "Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγα θόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου." ∆ι' αὐτῶν γὰρ τῶν πραγμάτων τὴν πεῖραν λαβὼν, ἀχώριστος ἔσομαι τοῦ σεσωκότος Θεοῦ, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι βεβαιωθήσομαι. "Τοῦ ἐξαγγεῖλαί με πάσας τὰς αἰνέσεις σου, ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών." ∆ιὰ ταύτης γὰρ τῆς ἐλπίδος τῆς ἐπανόδου τετύχηκα, καὶ τὰς σὰς ἐν τῇ Ἱερουσαλὴμ ἐξηγοῦμαι θαυματουργίας. Ταύτην γὰρ ὠνόμασε θυγατέρα Σιών. Ὥσπερ γὰρ υἱοὺς ἀνθρώπων τοὺς ἀνθρώπους καλεῖ, οὕτω θυγατέρα Σιὼν τὴν Σιὼν ὀνο μάζει. ∆ιώνυμος δὲ ἦν ἡ πόλις· ἡ γὰρ αὐτὴ Σιὼν καὶ Ἱερουσαλὴμ ὑπὸ τῆς θείας καλεῖται Γραφῆς.
ΕΡΜΗΝ. ΤΟΥ ΟΓʹ ΨΑΛΜΟΥ. αʹ. "Συνέσεως τῷ Ἀσάφ." Τὴν ἐσομένην τῆς Ἱερουσαλὴμ πανωλεθρίαν ὁ
προφητικὸς προθεσπί ζων λόγος, ἐπιστῆναι καὶ συνιέναι κελεύει τοῖς ἐν τυγχάνουσι τοῦ ψαλμοῦ τὴν διάνοιαν. Τινὲς μέντοι τοῖς ὑπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς γεγενημένοις προσ-ήρμοσαν τὸν ψαλμὸν, οὔτε τῇ ἱστορίᾳ προσεσχηκό τες, οὔτε τοῦ ψαλμοῦ τὴν προφητείαν ἀκριβῶς νε νοηκότες. Ὁ μὲν γὰρ ψαλμὸς ἐμπρησμὸν λέγει τοῦ θείου νεὼ, καὶ κατάλυσιν οἰκιῶν, καὶ πόρθησιν τῆς πόλεως παντελῆ· ταῦτα δὲ ὑπὸ Ἀντιόχου γεγε νῆσθαι παρὰ τῆς ἱστορίας οὐ μεμαθήκαμεν. Οὔτε μὴν τῇ Βαβυλωνίων ἁρμόττει πολιορκίᾳ· προφήτας γὰρ εἶχον τηνικαῦτα πολλοὺς, τὸν Ἱερεμίαν, Οὐρίαν τὸν Σαμαίου, τὸν Ἰεζεκιὴλ, ∆ανιήλ. Ὁ δὲ ψαλμός φησιν· "Οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώ σεται ἔτι." Εἰ δὲ μήτε Βαβυλωνίοις, μήτε Μακεδό σιν ἁρμόττει, δῆλον ὅτι τὴν ὑπὸ Ῥωμαίων ἐπ ενεχθεῖσαν αὐτοῖς πανωλεθρίαν προαγορεύει, μεθ' ἣν οὐδεμιᾶς ἀνακλήσεως ἔτυχον, τῆς κατὰ τοῦ Σω τῆρος ἀσεβείας τίνοντες δίκας. Θαυμάσαι δὲ ἄξιον τὴν ἄῤῥητον ἀγαθότητα τοῦ ∆εσπότου· ὅτι καὶ προειδὼς αὐτῶν ἀκριβῶς τὴν ἀπείθειαν, τῇ προ φητείᾳ τῶν ἐσομένων κακῶν ἀποτρέπειν τῆς ἀσε βείας πειρᾶται. ∆ηλοῖ δὲ ὅμως καὶ αὐτὸ τοῦ Ψαλμοῦ τὸ προοίμιον, ὡς ταύτην ἡ πρόῤῥησις τὴν ὑπόθεσιν ἔχει. "Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;" Οὔτε γὰρ, ὡς ἐπὶ Βαβυλωνίων, τῇ δουλείᾳ τὸν ἑβδομηκον τούτην ὥρισας χρόνον, οὔτε ὡς ἐπὶ Ἀντιόχου, τὰ ἑπτὰ ἥμισυ ἔτη, κατὰ τὴν τοῦ ∆ανιὴλ