168
σου, ὅτι ἀκμὴν οὐκ εἰς πέρας ἐστίν· δεῖ μέχρι τέλους ἐγκαρτερῆσαι, ἵνα οὕτως στεφανωθῇς. φέρε γενναίως τὰ τῆς ἐξορίας, ἑτοιμάζου καὶ ἀποθανεῖν διὰ Χριστοῦ τὴν ἁγίαν εἰκόνα· φύλαττε ἑαυτὸν ἀπαρρησίαστον, γρηγόρει πρὸς τοὺς ἀοράτους ἐχθρούς. χαῖρε τῇ ἐλπίδι, ὑπόμενε τῇ θλίψει, νῆφε ταῖς προσευχαῖς, δεόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι σὺν ὑμῖν. ἀσπάζονταί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου· ὁ Κύριος μετὰ σοῦ. 249 {1Ἀμμωνᾶ τέκνῳ}1 Ἀδελφὲ Ἀμμωνᾶ, χαῖρε ἐν Κυρίῳ· ἀσπάζομαί σε ἀπὸ χειλέων καρδίας μου, στεφανῶν σε ἐπαίνοις, καλῶς ἀγωνισάμενον, ὑπὲρ Χριστοῦ μαστιγωθέντα καὶ εὐφόρως ἐνεγκόντα τὰς τοσαύτας πληγάς. εἴθε ἠσπασάμην τὰς ξανθείσας σου σάρκας διὰ Χριστόν, εἴθε ἠξιούμην κἀγὼ ὁ ταπεινὸς συγκοινωνῆσαί σου τοῖς πάθεσι· πλὴν τῇ διαθέσει συνεκοινώνησα καὶ χαίρω, ὅτι τοιοῦτον τέκνον κέκτημαι ὁ ἁμαρτωλός, οὗ τὸ αἷμα σὺν τοῖς συνάθλοις ἀδελφοῖς σου εἰς μαρτύριον ἀληθείας τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, οὗ ἡ ἐξορία εἰς ἐξοστράκισιν τῆς ἀσεβείας. μιᾷ ῥοπῇ τετραυμάτισαι, καὶ ὁρᾷς οἵοις ἐγκωμίοις ἐπᾴδεσαι· τί λοιπὸν ἐπὶ τοῦ κριτηρίου τῶν ἁπάντων, ὅτε προσληφθήσονται εἰς βασιλείαν οὐρανῶν παρ' αὐτοῦ οἱ εὐλογημένοι τοῦ πατρὸς αὐτοῦ; ∆ιὸ θάρσει, στῆθι· ἔτι γὰρ ὁ ἀγών, ἔτι ὁ δρόμος. μὴ ἀναπέσῃς ὡς ἤδη τελειοδρομήσας· ἐὰν δέῃ, καὶ σφαγιασθῶμεν ὑπὲρ τῆς ἁγία εἰκόνος Χριστοῦ. ναί, τέκνον μου, παρακαλῶ, μὴ ὀλιγωρήσωμεν τὴν ἄσκησιν, τὴν ἐξορίαν· οὐ γὰρ ὁ ἐναρξάμενος μόνον ἐπαινετός, ἀλλ' ὁ τελειῶν τὸ ἔργον τοῦ θεοῦ. ἔχομεν καθ' ἡμέραν τοὺς νοητοὺς ἐχθροὺς τιτρώσκοντας ἡμᾶς βέλεσι λογισμῶν· βλέπε τούτους, ἔσο τεθωρακισμένος τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ἐλπίδι. ἀκούω ὅτι ἀκριβολογεῖσαι τὸ καθισμάτιόν σου ἀπαρρησιάστως καὶ χαίρω· πάντων γὰρ κακῶν μήτηρ ἡ παρρησία. ὁ θεός σε, τέκνον, ἔτι ἀνδρειώσειεν, στερεώσειεν, καταρτίσειεν εἰς πᾶν ἔργον ἀγαθόν. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι. ἐὰν σύνεστί σοι ὁ κατὰ σάρκα καὶ πνεῦμα ἀδελφὸς καὶ τέκνον μου, προσαγορεύω αὐτόν. οἱ σὺν ἐμοὶ ἀδελφοί σου ἀσπάζονταί σε· ἡ χάρις μετὰ σοῦ. ἀμήν. 250 {1Συμεὼν τέκνῳ}1 Χαῖρε, τέκνον μου Συμεών, ὁ κληθεὶς ὑπὸ τῆς χάριτος εἰς ὁμολογίαν Χριστοῦ· ἴδε πῶς οὐκ ἐπῃσχύνθη σε Χριστὸς κατὰ τὴν προτέραν ἀναστροφήν, ἀλλ' εὐδοκῶν εὐδόκησε μαστιγωθῆναί σε ὑπὲρ αὐτοῦ, χλευασθῆναι, φυλακισθῆναι, εἶτα καὶ ἐξορισθῆναι σὺν τοῖς ὁμοτρόποις σου ἀδελφοῖς. τί ἀνταποδώσεις τῷ Κυρίῳ; τί προσενέγκοις κατ' ἀξίαν; τί ἄλλο ἢ τὸ φυλάξαι σε ἀναφαίρετον τὴν χάριν διὰ μακροθυμίας καὶ τελείας πίστεως; ὅθεν γρηγόρει, νῆφε πρὸς τὰς μεθοδείας τοῦ διαβόλου μή που παρεισδύσῃ, μή που ὑποσκελίσῃ. φύγε ἀπὸ ὄψεως γυναικῶν· κάθου μὴ παρακινούμενος. τοῦτο δὲ λέγω διὰ τὸ ἀκηκοέναι με χάριν ἰατρείας ἀφίστασθαί σε τῆς κέλλης· οὐ τοιοῦτος ὁ καιρός, τέκνον μου, ἀλλὰ μαρτυρίου. ἰατρεύειν θέλεις; ἰῶ τοὺς κατὰ ψυχὴν νοσοῦντας διὰ λόγου· εἰ δὲ καὶ σώματι, ἄνπερ εὔκολόν σοί ἐστι καθημένῳ καὶ μὴ μεταβαίνοντι τόπον ἐκ τόπου, καὶ τοῦτο ἐπὶ ἀνδρῶν εὐσεβῶν, οὐ μέντοι γυναικῶν. Φιλῶν σε ὑπομιμνήσκω. ἔστω δὲ ἀεὶ ἡ μέριμνα καὶ ἀδολεσχία σου ἐν νόμῳ Ὑψίστου μετὰ ἐργοχείρου· ἡ γὰρ ἀργία μήτηρ ἁμαρτίας. ἐκδέχου καὶ αὖθις πληγὰς διὰ Χριστόν, μήπως καὶ θάνατον τὸν ἀοίδιμον, ἐάνπερ τοσοῦτον καταξιώσειεν εἰς σέ. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν. οἱ σὺν ἐμοὶ ἀδελφοὶ προσαγορεύουσίν σε. ὁ Κύριός σε διαφυλάξειεν ἀσινῆ κατὰ πάντα· ἡ χάρις μετὰ σοῦ. ἀμήν. 251 {1Θεοφυλάκτῳ πρεσβυτέρῳ}1 Ἐξ ὧν ἐπέστειλεν ἡ τιμιότης σου, ἐφανέρωσεν ἑαυτῆς τὴν ἀρετὴν διά τε τῆς κατὰ τὴν ἐπιγραφὴν ταπεινολογίας καὶ διὰ τῆς ἐν τοῖς γράμμασιν ἐμφερομένης δυνάμεως· τὸ γάρ τοι τοῖς μάρτυσι συμπαρεῖναί σε, συμπροθυμούμενον καὶ συναγωνιῶντα, καὶ τὸ τὸν ἅγιον Θαδδαῖον οἰκείαις χερσὶν ἐνταφιάσαι ἀπόδειξιν ὅτι μάλιστα μεγίστην εὐσεβείας σου ἔχει, ὦ ἱερὲ ἄνερ. ἀλγῶ δὲ ἐν σοὶ διὰ τὸ τῆς ἀσεβείας χειρόγραφον. ἀλλὰ μὴ λυποῦ· ἤδη