1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

168

βασιλέως καὶ εὐθέως 352 ἀπέδρα. τοῦ δὲ βασιλέως χρονίσαντος ἐν τῷ βαλανείῳ, εἰσπηδῶσιν οἱ ἔξω καὶ εὑρίσκουσι τὸν βασιλέα τεθνηκότα· καὶ τοῦτον θάψαντες Μιζίζιόν τινα Ἀρμένιον βασιλέα πεποίηκαν βιασάμενοι τοῦτον· ἦν γὰρ λίαν εὐπρεπὴς καὶ ὡραιότατος. ἀκούσας δὲ Κωνσταντῖνος τὴν τοῦ πατρὸς ἀποβίωσιν μετὰ πλείστης ναυστολίας τὴν Σικελίαν κατέλαβεν, καὶ χειρωσάμενος Μιζίζιον τοῦτον ἀναιρεῖ σὺν τῶν φονέων τοῦ ἰδίου πατρός. καὶ καταστήσας τὰ ἑσπέρια ἐπὶ τὴν Κωνσταντινούπολιν ὥρμησεν, καὶ βασιλεύει τῶν Ῥωμαίων μετὰ Τιβερίου καὶ Ἡρακλείου, τῶν ἰδίων ἀδελφῶν. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. αʹ. ιδʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐβασίλευσε Κωνσταντῖνος σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. καὶ ἐπεστράτευσαν Σαρακηνοὶ τὴν Ἀφρικὴν καὶ ᾐχμαλώτευσαν χιλιάδας πʹ, ὥς φασιν. οἱ δὲ τοῦ θέματος τῶν ἀνατολικῶν ἦλθον ἐν Χρυσοπόλει λέγοντες ὅτι· "εἰς τριάδα πιστεύομεν· τοὺς τρεῖς στέψωμεν." ἐταράχθη δὲ Κωνσταντῖνος, διότι αὐτὸς μόνος ἦν ἐστεμμένος, οἱ δὲ ἀδελφοὶ αὐτοῦ οὐδεμίαν ἀξίαν εἶχον· καὶ ἀποστείλας Θεόδωρον τὸν πατρίκιον τὸν Κολωνείας ἐτροπώσατο αὐτοὺς ἐπαινέσας αὐτούς, καὶ ἔλαβε τὰ πρωτεῖα αὐτῶν τοῦ εἰσελθεῖν ἐν τῇ πόλει καὶ μετὰ τῆς συγκλήτου βουλεύσασθαι καὶ ποιῆσαι τὸ θέλημα αὐτῶν. εὐθέως δὲ ὁ βασιλεὺς τούτους ἐφούρκισεν ἀντιπέραν ἐν Συκαῖς. καὶ τοῦτο ἰδόντες καὶ καταισχυνθέντες ἀπῆλθον ἐν ὀδύνῃ εἰς τὰ ἴδια. ὁ δὲ βασιλεὺς τοὺς ἀδελφοὺς αὐτοῦ ἐρρινοκόπησεν. 353 Κόσμου ἔτη ρξβʹ. Τῆς θείας σαρκώσεως ἔτη χξβʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. βʹ. Ἀράβων ἀρχηγὸς Μαυΐας ἔτη κδʹ. ιεʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ʹ. γʹ. Τούτῳ τῷ ἔτει χειμὼν μέγας ἐγένετο, καὶ πολλοὶ ἐκινδύνευσαν ἄνθρωποι καὶ θηρία. καὶ ἐχείμασε Φαδαλᾶς εἰς Κύζικον. γʹ. ιʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Βουσοὺρ καὶ ᾐχμαλώτευσε πολλοὺς καὶ ὑπέστρεψεν. δʹ. ιζʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐφάνη Ἴρις ἐν τῷ οὐρανῷ, καὶ ἔφριξε πᾶσα σάρξ, ἐν μηνὶ Μαρτίῳ ∆ύστρῳ, ὥστε λέγειν πάντας ὅτι συντέλειά ἐστιν. Τούτῳ τῷ χρόνῳ στόλον μέγαν ἐξαρτίσαντες οἱ ἀρνηταὶ τοῦ Χριστοῦ καὶ παραπλεύσαντες τὴν Κιλικίαν παρεχείμασαν, εἰς Σμύρνην Μουάμεδ ὁ τοῦ Ἀβδελᾶ, Κάϊσος δὲ εἰς Κιλικίαν καὶ Λυκίαν. καὶ ἐγένετο θανατικὸν ἐν Αἰγύπτῳ. ἀπέστειλε δὲ καὶ Χαλὲ τὸν ἀμηραῖον μετὰ καὶ ἑτέρου στόλου πρὸς βοήθειαν αὐτῶν, ὡς ἱκανώτατον καὶ τολμηρὸν πρὸς μάχην. ὁ δὲ προλεχθεὶς Κωνσταντῖνος τὴν τοιαύτην τῶν θεομάχων κατὰ Κωνσταντινουπόλεως κίνησιν ἐγνωκὼς κατεσκεύασε καὶ αὐτὸς διήρεις εὐμεγέθεις κακκαβοπυρφόρους καὶ δρόμωνας σιφωνοφόρους καὶ τούτους προσορμίσαι ἐκέλευσεν ἐν τῷ Προκλιανησίῳ τῶν Καισαρίου λιμένι. εʹ. ιηʹ. ʹ. Τούτῳ τῷ ἔτει ὁ προλεχθεὶς τῶν θεομάχων στόλος ἀναβάλας προσώρμισεν ἐν τοῖς Θρᾳκῴοις μέρεσιν ἀπὸ τῆς πρὸς δύσιν ἀκρότητος τοῦ Ἑβδόμου, ἤτοι τῆς λεγομένης Μαγναύρας, μέχρι πάλιν τοῦ πρὸς ἀνατολὴν ἀκρωτηρίου τοῦ λεγομένου Κυκλοβίου. κατὰ πᾶσαν οὖν ἡμέραν συμβολὴ πολέμου ἐκροτεῖτο ἀπὸ πρωῒ ἕως ἑσπέρας, ἀπὸ τοῦ βραχιαλίου τῆς Χρυσῆς πόρτης μέχρι τοῦ Κυκλοβίου 354 ἑαυτοὺς ὠθοῦντες καὶ ἀντωθούμενοι. ἐν τούτοις οὖν διετέλεσαν ἀπὸ τοῦ Ἀπριλλίου μηνὸς μέχρι τοῦ Σεπτεμβρίου. καὶ ὑποστρέψαντες ἀπέρχονται ἐν Κυζίκῳ, καὶ ταύτην παραλαβόντες ἐκεῖσε παρεχείμαζον. καὶ κατὰ τὸ ἔαρ ἀναβάλλων ὁμοίως πόλεμον διὰ θαλάσσης συνῆπτε μετὰ τῶν Χριστιανῶν. ἐπὶ ἑπτὰ δὲ ἔτη τὰ αὐτὰ τελέσαντες, καὶ αἰσχυνθέντες τῇ τοῦ θεοῦ βοηθείᾳ καὶ τῆς θεομήτορος, πλῆθός τε ἀποβαλόντες ἀνδρῶν μαχίμων, καὶ τραυματίας μεγίστης εἰς αὐτοὺς γενομένης, ἀνθυπέστρεψαν μετὰ μεγάλης λύπης. ἐκπορίζων δὲ ὁ αὐτὸς θεοβύθιστος στόλος κατελήφθη ὑπὸ χειμερίου ζάλης καὶ πνεύματος καταιγίδος ἐπὶ τὰ μέρη τοῦ Συλλαίου καὶ συντριβεὶς ὁλοκλήρως ὤλετο. Σουφιᾶν δέ, ὁ υἱὸς τοῦ Ἀΰφ, ὁ δεύτερος ἀδελφός, συνέβαλε πόλεμον μετὰ Φλώρου καὶ Πετρωνᾶ καὶ Κυπριανοῦ ἐχόντων δύναμιν Ῥωμαϊκήν· καὶ κτείνονται Ἄραβες χιλιάδες λʹ. τότε Καλλίνικος ἀρχιτέκτων ἀπὸ Ἡλιουπόλεως