169
Ὀκταούιος ὁ Σεβαστός, ὃν Αὔγουστον καλοῦσι Ῥωμαῖοι, θετὸς ὢν υἱὸς αὐτοῦ, ἀπὸ Ἀπολλωνιάδος τῆς Ἠπείρου, ἔνθα ἐπαιδεύετο, εἰς Ῥώμηνἐπανελθὼν τῶν ἐν τέλει τῆς ἡγεμονίας εἴχετο. Ἀντώνιος δὲ ὕστερον τὴν τῆς Ἀσίας καὶ ἐπέκεινα ἀρχὴν ἔλαχεν. ἐπὶ τούτου Ἡρώδου κατηγόρουν Ἰουδαῖοι. ὁ δὲ τοὺς πρέσβεις ἀποκτείνας Ἡρώδην ἐπὶ τὴν αὐτοῦ κατῆξεν ἀρχήν. ὕστερον δὲ ἅμα Ὑρκανῷ καὶ Φασαΐλῳ τῷ ἀδελφῷ ἐξεώθη καὶ προσφυγὼν Ἀντωνίῳ κατῆλθε. μὴ δεχομένων δὲ αὐτὸν Ἰουδαίων μάχη γίνεται καρτερά. μετ' οὐ πολὺ δὲ καὶ Ἀντίγονον κατιόντα ἐκδιώκει μάχῃ, Ἀντίγονος δὲ προσφυγὼν Ἡρώδῃ τῷ τῶν Πάρθων βασιλεῖ διὰ Πακόρου τοῦ υἱοῦ κατῆλθεν ἐπὶ χρυσοῦ ταλάντοις χιλίοις. καὶ ὁ μὲν Ἡρώδης φεύ γει, Φασάιλος δὲ ἐν τῇ μάχῃ ἀναιρεῖται, Ὑρκανὸς δὲ Ἀντιγόνῳ παρεδόθη ζῶν· ὁ δὲ Πάρθοις αὐτὸν ἔδωκεν ἄγειν, ἀποτεμὼν αὐτοῦ τὰ ὦτα, ὡς μηκ έτι ἱερῷτο· ᾐδέσθη γὰρ αὐτὸν ὡς οἰκεῖον ἀποκτεῖναι. Ἡρώδης δὲ ἐκ πεσὼν τὸ μὲν πρῶτον Μαλίχῳ τῷ τῶν Ἀράβων βασιλεῖ προσφεύγει· ὡς δ' οὐ προσήκατο αὐτὸν φόβῳ τῶν Πάρθων, εἰς Ἀλεξάνδρειαν παρὰ Κλεο πάτραν ἀπῆλθεν. ἦν ὀλυμπιὰς ρπεʹ. Κλεοπάτρα τὸν συμβασιλεύσαντα αὐτῇ ἀδελφὸν ἀποκτείνασα πρὸς ἀπολογίαν ὑπ' Ἀντωνίου εἰς Κιλικίαν μεταπεμφθεῖσα τὴν τῆς ἀρχῆς ἐπιμέλειαν ἐπέτρεψεν Ἡρώδῃ, καὶ ὡς οὐδὲν ἠξίου πιστεύεσθαι ἔστ' ἂν καταχθῇ εἰς τὴν ἑαυτοῦ ἀρχήν, ἔχουσα αὐτὸν ᾔει παρὰ Ἀντώνιον. ὡς δὲ ἁλώκει τῆς γυναικὸς ἔρωτι, τὸν Ἡρώδην ἀπέστειλεν εἰς Ῥώμην κατὰ τὸν Σεβαστὸν Ὀκταούιον, ὃς διά τε Ἀντίπατρον τὸνἩρώδου πατέρα καὶ δι' αὐτὸν Ἡρώδην διά τε τὸ ὑπὸ Πάρθων καθεστάσθαι τὸν Ἀντίγονον βασιλέα ἐπέστειλε τοῖς ἐν Παλαιστίνῃ καὶ Συρίᾳ στρατηγοῖς κατάγειν αὐτὸν ἐπὶ τὴν ἀρχήν. καὶ ἅμα Σωσίῳ διεπολέμει πρὸς τὸν Ἀντί γονον χρόνῳ πολλῷ καὶ παντοίαις μάχαις. τότε καὶ Ἰώσηππος ἀδελφὸς Ἡρώδου ἀποθνήσκει στρατηγῶν. Ἡρώδου δὲ πρὸς Ἀντώνιον ἐλθόντοςτρία ἔτη τὸν Ἀντίγονον ἐξεπολιόρκησαν καὶ ζῶντα ἀπεκόμισαν Ἀντωνίῳ. 372 Ἀντώνιος δὲ Ἡρώδην μὲν καὶ αὐτὸς ἀνηγόρευσε βασιλέα, προσέθηκε δὲ αὐτῷ πόλεις Ἵππον, Γάδαρα, Γάζαν, Ἰόππην, Ἀνθηδόνα καὶ τῆς Ἀρβίας τόν τε Τράχωνα καὶ τὴν Αὐρανῖτιν καὶ Σακίαν καὶ Γαυλάνην, πρὸς δὲ καὶ τῆς Συρίας ἐπιτροπήν. Ἡρώδης ὑπὸ τῆς συγκλήτου καὶ Ὀκταουίου τοῦ Σεβαστοῦ βασιλεὺς Ἰουδαίων ἀνηγορεύθη καὶ ἐβασίλευσεν ἔτη λδʹ. Ἀντώνιος ἐπὶ Πάρθους στρατεύειν μέλλων Ἀντίγονον τὸν Ἰουδαίων ἀπέκτεινε βασιλέα καὶ Ἀραβίαν Κλεοπάτρᾳ παρέδωκε, διαβάς τε ἐπὶ Πάρθους ἔπταισε μεγάλως τὸ πλεῖστον ἀποβαλὼν τοῦ στρατοῦ. ἦν ὀλυμπιὰς ρπςʹ. Ὁ Σεβαστὸς Ὀκταούιος τὴν ἐξ Ἰταλίας καὶ πάσης ἑσπέρας δύναμιν ἐπ' Ἀντώνιον ἦγεν, οὐ βουλόμενον εἰς Ῥώμην ἐπανελθεῖν δέει τῶν ἐν Πάρθοις ἐπταισμένων καὶ Κλεοπάτρας ἔρωτι. Ἀντώνιος δὲ αὖ τὴν ἐκ τῆς Ἀσίας ἔχων δύναμιν ὑπηντίαζεν. ὁ δὲ Ἡρώδης οἷα δεινὸς καὶ τῶν ἰσχυόντων θεραπευτὴς διπλᾶς ἐξέπεμψεν ἐπιστολὰς καὶ νηὶ τὸν στρατόν, ἐντει λάμενος τοῖς ἡγουμένοις καραδοκεῖν τὸ ἀποβησόμενον. ὡς δ' ἐκρίθη τε ἡ νίκη καὶ δυσὶ ναυμαχίαις ἡττηθεὶς ὁ Ἀντώνιος ἔφυγεν εἰς Αἴγυπτον ἅμα τῇ Κλεοπάτρᾳ, οἱ κομίζοντες ἀπέδοσαν τὰς πρὸς τὸν Σεβαστὸν ἐπιστολάς, ἃς πρὸς Ἀντώνιον εἶχον ἀποκρύψαντες. ἐπιπίπτει δὲ Ἡρώδης Κλεοπάτρᾳ· ἐν τῷ μεσαιολίῳ ἑαυτὴν διεχρήσατο ἀσπίδι τῷ θηρίῳ καθ' ἑαυτῆς ὅπλῳ χρησαμένη. τότε Κλεοπάτρας υἱοὺς Ἥλιον καὶ Σελήνην ἐπὶ Θηβαΐδα φυγόντας συνέλαβεν ὁ Σεβαστός. Νικόπολις ἡ κατὰ Ἀκτίαν ἐκτίσθη καὶ Ἄκτια ὁ ἀγὼν ἐτέθη. Ἀλεξανδρείας εἰλημμένης πρῶτος ἡγεμὼν Αἰγύπτου πέμπεται Γάλλος Κορνήλιος, ὃς τῶν ἀποστάντων Αἰγυπτίων καθεῖλε τὰς πόλεις. μέχρι τοῦδε οἱ Λαγίδαι, καὶ σύμπας τῆς Μακεδονικῆς ἡγεμονίας μετὰ ἔτη τʹ τῆς Περσῶν καθαιρέσεως δυοῖν δέοντα. Συνάγονται τοίνυν οἱ χρόνοι ἀπὸ μὲν τῆς Μακεδόνων ἀρχῆς καὶ κατα λύσεως κατὰ Πτολεμαίους καὶ τὴν τελευταίαν Κλεοπάτραν, ὃ γίνεται τῆς Ῥωμαίων μοναρχίας ἡγεμονίας ἔτος ιαʹ, ὀλυμπιάδος δὲ ρπζʹ ἔτος δʹ, τὰ σύμπαντα