169
ποιεῖν, ὅπως τάχιστα τὰ δέοντα βουλεύσηται καὶ μὴ ἀναγκασθῇ φεύγειν αἰσχρῶς καὶ ἀγεννῶς, μήτε ὅπλα ἀνταιρόντων αὐτῶν μήτε ἀμυνομένων. ὁ δὲ αὐτοὺς μὲν τῆς ἀληθείας ἕνεκα ἐπῄνεσε καὶ χάριν ὡμολόγησε πολλήν. ∆ομενίκῳ δὲ τῷ παντὸς ἄρχοντι τοῦ στόλου, καὶ τοῖς ἄλλοις ναυάρχοις 1.478 τῶν Λατίνων προσελθὼν, οὐκ ἔφασκε δεόντως βεβουλεῦσθαι πρὶν ἀκριβῶς ἐκμαθεῖν ὁπόσας ἄγοι τριήρεις ὁ βασιλεὺς, ἀπερισκέπτως πρὸς τὴν ναυμαχίαν οὕτω καὶ θρασέως χωρεῖν. ἐὰν γὰρ συμβαίη ἡττηθῆναι, οὐδὲν ἄλλο λείπεται ἢ παντάπασι διαφθαρῆναι, πάντων τῶν ἐνθάδε πολεμίων ὄντων καὶ συνεπιθησομένων. οὗ δὴ ἕνεκα ἐχρῆν πρότερον τὴν δύναμιν βασιλέως ἐρευνᾷν ὁπόσην ἄγει. κἂν μὲν οἷοί τε ἦτε διαναυμαχεῖν, ἂν δὲ μὴ, καταφυγήν τινα ὅπη σωθήσεσθε ζητεῖν. ἐγὼ δὲ προθύμως μὲν ἂν πρὸς τὴν ναυμαχίαν συνηγωνισάμην παρὼν ὑμῖν· ∆ηλίους δὲ οὐδέν ἐστι τὸ πεῖσον ὅπλα ἀνταίρειν βασιλεῖ, ἀλλὰ πάντα μᾶλλον αἱρετέα, ἢ πρὸς βασιλέα αὐτοῖς πολεμητέα εἶναι λέγουσι. βιάζεσθαι μὲν οὖν οὐκ ἔξεστιν αὐτοὺς πάντας ἐπίσης τὴν ὁμοίαν γνώμην ἔχοντας. ἔδοξε δέ μοι βέλτιον σκεψαμένῳ, πρὶν βασιλέα ἥκειν, ἀναχωρεῖν. ἐὰν γὰρ ὀφθέντος φεύγωμεν, αἰσχύνην οὐ τὴν τυχοῦσαν προστριψόμεθα Σπιταλιώταις. μελήσει δὲ ὑμῖν ὅπως ἂν βέλτιστα διάθησθε τὰ καθ' αὑτούς. ὁ μὲν οὖν τῶν ∆ηλίων ναύαρχος τοιαῦτα εἰπὼν καὶ συνταξάμενος αὐτοῖς, ἀπέπλευσεν εἰς ∆ῆλον. ∆ομενίκῳ δὲ καὶ τοῖς ἄλλοις τοῖς ὑπολειφθεῖσιν οὐκέτι ἐδόκει ναυμαχεῖν· ἀλλὰ πέντε μὲν τῶν τριήρεων ἔπεμψαν εἰς Καλλονὴν φρούριόν τι κατὰ τὴν Λέσβον ἐπὶ τῷ σῖτόν τε εἰσαγαγεῖν καὶ φρουράν· ἐδεδίεσαν γὰρ περὶ αὐτοῦ μὴ ὑπὸ βασιλέως ἐξ ἐπιδρομῆς ἁλῷ· αὐτοὶ 1.479 δὲ ταῖς λοιπαῖς ἐφρούρουν Μιτυλήνην. βασιλεὺς δὲ ἅμα παντὶ τῷ στόλῳ ἦλθεν εἰς Ἐρεσσόν· ἐπαινέσας δὲ Ἐρεσσίους τῆς εἰς αὐτὸν εὐνοίας ἕνεκα, καὶ προνοίας ὅσης ἐδέοντο ἀξιώσας, ἄρας ἐκεῖθεν ἔπλει ἐπὶ Χίον. ἀπὸ σκοπιᾶς δέ τις μεγαβοῶν ἐπυνθάνετο περὶ στόλου ὅτων εἴη. ἀποκριναμένων δὲ, ὡς εἴη βασιλέως, αὐτός τε πάρεστιν ὁ βασιλεύς. «αἱ δὲ ἐν τῷ κόλπῳ τῆς Καλλονῆς» ἔφη «τριήρεις τίνος;» ἐκ τοῦ λόγου δὲ συνεὶς ὁ βασιλεὺς ἐκ τῶν εἰς Μιτυλήνην οὐσῶν εἶναι φρουρούσας Καλλονὴν, ἀναστρέψας ἤλαυνεν ἐπ' ἐκείνους. ἤδη δὲ ἐπελάβετο ἡ νύξ. Λατῖνοι δὲ ὡς εἶδον βασιλέα προσελαύνοντα, τό,τε φεύγειν ἄπορον ὁρῶντες, καὶ τὸ διαγωνίζεσθαι ἀδύνατον, ἐξῶσαν εἰς τὴν γῆν τὰς ναῦς, καὶ αὐτοὶ κατεκρύβησαν ὑπὸ τὴν ὕλην, συνηρεφοῦς τοῦ τόπου πεφυκότος, ἅμα δὲ συνεργοῦντος καὶ τοῦ σκότους. καὶ τὰς μὲν τριήρεις εἵλκυσαν κενὰς οἱ βασιλικοί. ἀποβάντες τε καὶ διερευνησάμενοι τὴν λόχμην, ὑπὲρ ἡμίσεις αὐτῶν τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ καὶ εἷλον ζῶντας. ὅσοι δὲ ὑπὸ σκότος ἠδυνήθησαν διαφυγεῖν, εἰς Μιτυλήνην διεσώθησαν πρὸς τοὺς οἰκείους. βασιλεὺς δὲ ἐκεῖ πιγκέρνην τὸν Φιλανθρωπηνὸν καταλιπὼν ἅμα στρατιᾷ πεζῇ τε καὶ ἱππικῇ τὴν Μιτυλήνην πολιορκεῖν, ἀπέπλευσεν εἰς Φώκαιαν, ἧς ἦρχε τῷ τότε Ντουνάρδος. οἱ μὲν οὖν εἰς Λέσβον καταλειφθέντες τὰ μὲν λοιπὰ φρούρια πάντα παρεστήσαντο ὁμολογίᾳ, Μιτυλήνην δὲ ναυσί τε καὶ πεζῷ περικαθήμενοι ἐπολιόρκουν. βασι 1.480 λεὺς δὲ πρεσβείαν πρὸς Σαρχάνην πέμψας, ὃς ἦρχε τῆς ἕω τῆς κατὰ τὴν Φώκαιαν, σπονδὰς ἔθετο πρὸς αὐτὸν καὶ συμμαχίαν, ὥστε Σαρχάνην μὲν ἐπικουρίαν βασιλεῖ παρασχεῖν πεζήν τε καὶ ναυτικὴν πρὸς τὴν τῆς Φωκαίας καὶ Μιτυλήνης πολιορκίαν, βασιλέα δὲ τὸν παῖδα Σαρχάνη Σουλιμὰν καὶ τοὺς λοιποὺς παῖδας τῶν Περσῶν, οἳ κατὰ Φώκαιαν ἐν προσχήματι ὁμήρων ἐφρουροῦντο, ἐλευθεροῦν. οἱ γὰρ εἰς Φώκαιαν ἐκ Γεννούας Λατῖνοι δόλῳ Σουλιμὰν τὸν παῖδα Σαρχάνη καὶ τέτταρας καὶ εἴκοσιν ἑτέρους τῶν παρὰ Πέρσαις εὐγενῶν κρατήσαντες παῖδας, ἔφασαν οὐκ ἐπὶ δουλείᾳ κεκρατηκέναι, ἀλλ' ὥστε ὁμήρους ἔχειν βεβαίας ἕνεκα εἰρήνης. Σαρχάνης δὲ μὴ ἔχων ὅ,τι δρᾷν, ἠσπάζετο καὶ ἄκων τὴν εἰρήνην διὰ τὸ πρὸς τοὺς παῖδας φίλτρον. τότε δὲ ἐπαγγειλαμένου βασιλέως ἐλευθεροῦν, ἂν συναγωνίσηται προθύμως πρὸς τὸν πόλεμον τὸν κατὰ τῶν Λατίνων, ἐλπίδι τῆς τῶν παίδων ἐλευθερίας συνήρατο