169
πρὸ τοῦ βασιλείου εἱστήκει δένδρῳ ὑπ' ἀθυμίας ἐπικλιθείς. ησαν δ' ἐκεῖ καὶ ετεροι ἐν δεσμοῖς. καὶ ὀρνέου πρὸς τὸ δένδρον ἐκεῖνο καταπταμένου, βουβῶνα τὸν ορνιν ̔Ρωμαῖοι καλοῦσι, τῶν δεσμωτῶν τις θεασάμενος ηρετο τὸν αὐτὸν τηροῦντα στρατιώτην οστις ειη ὁ ἐν τῇ πορφυρίδι· καὶ μαθὼν ἠξίωσε τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν. καὶ τυχών "ω νεανία" φησίν, "ἀπαλλαγήν τέ σοι τῶν δεσμῶν ταχίστην εὐαγγελίζομαι καὶ προκοπὴν ἐπὶ μήκιστον ἀξιώματος καὶ δυνάμεως, καὶ ὡς ζηλωτὸς εσῃ τοῖς αρτι οἰκτιζομένοις σε, καὶ ἐν εὐδαιμονίᾳ τελευτήσεις, παισὶ τὸν ολβον λιπών. οτε δ' εἰσαῦθις τὸν ορνιν 2.24 τοῦτον θεάσαιο, ισθι σου τηνικαῦτα μετὰ πέντε ἡμέρας ἐσομένην τὴν τελευτήν. εὐδαιμονήσας μέντοι κατὰ τὴν ἡμετέραν πρόρρησιν, μνήμην ποιοῦ καὶ ἡμῶν, ὡς διαφευξόμεθα τὴν δυστυχίαν ῃ τανῦν σύνεσμεν." καὶ ὁ μὲν ταῦτα εἰπὼν τότε μὲν γέλωτα ωφλεν, υστερον δ' ἐφάνη θαύματος αξιος. Ην ουν ἐν τοῖς δεσμοῖς ὁ ̓Αγρίππας ἐπὶ μῆνας εξ. Τιβέριος δὲ μαλακιζόμενος τῆς νόσου κραταιουμένης Ευοδον κελεύει, ος τῶν ἀπελευθέρων ην αὐτῷ τιμιώτατος, τὰ τέκνα προσαγαγεῖν αὐτῷ διαλεξομένῳ σφίσι πρὶν τελευτῆς. οὐκ ησαν δὲ παῖδες αὐτῷ· ὁ γὰρ υἱὸς αὐτοῦ ∆ροῦσος ετυχε τεθνεώς· υἱωνὸς δ' ἐξ ἐκείνου αὐτῷ ην Τιβέριος Γέμελλος, καὶ ἀδελφιδοῦς Γάιος Γερμανικοῦ παῖς συγγόνου αὐτοῦ, νεανίας ηδη καὶ παιδείᾳ ἐσχολακὼς καὶ παρὰ τοῦ δήμου φιλούμενος καὶ τιμώμενος διὰ τὴν τοῦ πατρὸς ἀρετήν. κελεύσας ουν ὁ Τιβέριος εωθεν τοὺς παῖδας εἰσαγαγεῖν εἰς τὴν αυριον· ην δ' αὐτῷ τὸ βουλόμενον τῷ υἱωνῷ μάλιστα καταλιπεῖν τὴν ἀρχήν, τέως δ' ουν οἰώνισμα εθετο εἰς ἐκεῖνον βούλεσθαι τὸ θεῖον περιελθεῖν τὴν ἀρχὴν ος αν πρὸς αὐτὸν ἀφίκοιτο πρότερος, πέμπει κελεύων τῷ παιδαγωγῷ τοῦ υἱωνοῦ πρωιαίτερον αγειν τὸν παῖδα. καὶ ηδη γεγονυίας ἡμέρας πέμπει τὸν Ευοδον εἰσκαλεῖν τὸν παρόντα τῶν παίδων· ἐκεῖνος δὲ τὸν Γάιον πρὸ δωματίου καταλαβὼν εἰσήγαγε πρὸς Τιβέριον. ὁ δὲ τῆς τοῦ θείου δυνάμεως εἰς εννοιαν ἐλθὼν κατωλοφύρατο ὡς ἐπ' ἀπολωλότι τῷ υἱωνῷ. καίπερ δὲ διὰ τοῦτο τεταραγμένος, φησὶ πρὸς τὸν Γάιον "ω παῖ, εἰ καὶ Τιβέριος συγγενέστερός μοί ἐστιν η σύ, ἀλλ' αὐτὸς καὶ κατὰ γνώμην ἐμὴν καὶ κατὰ ψῆφον θεῶν σοι τὴν τῶν ̔Ρωμαίων ἐγχειρίζω ἀρχήν, καὶ ἀξιῶ μὴ ἀμνημο2.25 νῆσαι τῆς συγγενείας τῆς πρὸς Τιβέριον, κήδεσθαι δὲ τούτου ὡς συγγενοῦς· οὐ γὰρ ἀτιμώρητα τῇ θείᾳ προνοίᾳ οσα παρὰ δίκην πράσσοιτο." Τιβέριος μὲν ουν τὸν Γάιον ἀποδείξας τῆς ἡγεμονίας διάδοχον, ὀλίγας ἐπιβιοὺς ἡμέρας θνήσκει, αρξας ἐπὶ ἐνιαυτοῖς δύο καὶ εικοσι μῆνας ἑπτὰ καὶ ἡμέρας ισας, Γάιος δὲ αὐτοκράτωρ περιελέλειπτο. ἠγγέλλετο δὲ ̔Ρωμαίοις τοῦ Τιβερίου ἡ ἀποβίωσις· οἱ δὲ ἠπίστουν τῷ λόγῳ ὑπὸ τοῦ πάνυ τὸ πρᾶγμα βούλεσθαι. πλεῖστα γὰρ ἐκεῖνος δεινὰ ̔Ρωμαίων τοὺς εὐπατρίδας εἰργάσατο, δύσοργος ων καὶ θανάτῳ καὶ τὰ κουφότατα τῶν πταισμάτων τιμώμενος. Μαρσύας δὲ τοῦ ̓Αγρίππου ἀπελεύθερος, πυθόμενος τοῦ Τιβερίου τὴν τελευτήν, εδραμε πρὸς αὐτὸν καὶ ̔Εβραΐδι φωνῇ "τέθνηκεν ὁ λέων" φησίν. ὁ δὲ χάριτας ὡμολόγει αὐτῷ, εἰ κατήγγειλεν ἀληθῆ. καὶ ὁ ἑκατόνταρχος ὁρῶν τὸν ̓Αγρίππαν ἐν χάρματι, ὑπετόπησέ τι γεγονέναι καινόν, καὶ ηρετο τί αν ειη τὸ ἀγγελθέν· καὶ ὁ ̓Αγρίππας ηδη συνήθης γενόμενος τῷ ἀνδρὶ τὸ ἀπόρρητον ἀπεκάλυψεν· ὁ δὲ ἐκοινοῦτο τὴν ἡδονήν, καὶ προυτίθει δεῖπνον. εὐωχουμένων δὲ παρῆν τις περιεῖναι λέγων Τιβέριον. καὶ ὁ ἑκατόνταρχος δείσας οτι συνδιῃτᾶτο δεσμώτῃ τοῦ αὐτοκράτορος, κελεύει δῆσαι αὐτόν, λελυκὼς ηδη. τῇ δ' ὑστεραίᾳ λόγος τε ην πλατὺς περὶ τῆς τελευτῆς Τιβερίου, καὶ ἐπιστολαὶ παρὰ Γαΐου ἐπέμφθησαν, ἡ μὲν πρὸς τὴν σύγκλητον, τὸν Τιβερίου θάνατον καταγγέλλουσα καὶ τὴν αὐτοῦ τῆς ἡγεμονίας διαδοχήν, ἡ δὲ πρὸς Πείσωνα τὸν τῆς πόλεως φύλακα, ἐπιτρέ2.26 πουσα τὸν ̓Αγρίππαν ἐκ τοῦ στρατοπέδου μεταγαγεῖν εἰς τὴν οἰκίαν ἐν ῃ πρὸ τοῦ δεθῆναι ην. Γάιος δὲ εἰς ̔Ρώμην τὸν τοῦ Τιβερίου νεκρὸν ἀγαγὼν καὶ θάψας πολυτελῶς, αὐτίκα λῦσαι τὸν ̓Αγρίππαν ἐβούλετο· ἡ δ' ̓Αντωνία κεκώλυκεν, οὐ μίσει τοῦ