169
αἰτία. κινητικὸν γὰρ τὸ ὁρατὸν τῆς τοιαύτης φύσεως. ουτως ̓Αριστοτέλης τὸ ὁρᾷν ειπε γίνεσθαι. εμφασις †καὶ ἡ προσποίησις. ὁ δὲ Φίλιππος ποιῶν εμφασιν, ὡς ἐπί τινα τῶν ἐν Πελοποννήσῳ πράξεων ἐπεστροφώς. εμφασις καὶ ἡ ενδειξις. ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οιον αν τις διετίθετο πεπαιδευμένος ἀνήρ. ̓Εμφέρεια. ὁμοίωσις. (Οὐδέτερον.) Εμβρυον. τὸ κυοφορούμενον, καὶ ετι διαπλαττόμενον βρέφος. παρὰ τὸ εσω βρύειν, ο ἐστιν αυξεσθαι. Εμβολα. μοχλοὶ, ἀσφάλειαι. καὶ εμβολος, χάλκωμα πεπυρωμένον, περιτιθέμενον κατὰ πρώραν ταῖς ναυσίν. εμβολον δέ φασιν χρημάτων εχειν αὐτόν. εμβολον καὶ παρατάξεως ονομα· εστι δὲ τὸ ημισυ τοῦ ῥόμβου. ὀνομάζεται δὲ καὶ σφενδονοειδές. ̓Αγαθίας· ην δὲ αὐτοῖς ἡ ἰδέα τῆς παρατάξεως, οιον ἐς εμβολον. δελτωτῷ γὰρ ἐῴκει. καὶ τὸ μὲν ἐμπρόσθιον, οσον ἐς ὀξὺ εληγε, στεγανόν τε ην καὶ πεπυκνωμένον, τῷ πάντοθεν ταῖς ἀσπίσι περιπεφράχθαι. ̓Εμβριθέσ. στεῤῥόν. στιβαρόν. ̓Εμβρίμημα. μετ' ὀργῆς λάλημα. epsilon.703 Εμβιον. τὸ ζῶν καὶ μὴ ξηρανθὲν, μὴ δὲ ἐναποθανόν. εμβιόν τι ψυχῆς πάθος ἐνέσταξέ μοι κομίσασα. ̓Εμμελέστερον. συνετὸν, ευρυθμον. Εμμηνον. ο καὶ ἐπιμήνιον. τὸ κατὰ μῆνα πλεονάζον αιμα ταῖς γυναιξί. τροφὴ δὲ τὸ αιμα γίνεται τοῖς βρέφεσιν. Εμμηνα. κατὰ μῆνα. μηλοσφαγεῖ θεοῖσιν εμμην' ἱερὰ τοῖς σωτηρίοις. Εμπαλιν. ἐναντίον. Εμπηρα. πεπηρωμένα. αἱ δὲ γυναῖκες ετικτον εμπηρα καὶ τέρατα. Εμπλεα. μεστὰ, πλήρη. ̓Εμπύρευμα. κυρίως βραχύ τι λείψανον ἐστὶ πυρὸς ἐναπτόμενον τῇ σποδιᾷ. ειρηται καὶ καταχρηστικῶς καὶ ἐπιλείψανα· ὡς, φέρε εἰπεῖν, γνώσεως, ἀρετῆς, κακίας, μνήμης. Εμπεδα. βέβαια. epsilon.704 ̓Εμποίνιμον. ἐπιζήμιον, θέσιμον, η ενοχον ποιναῖς. ̓Εμπολέμια. τὰ εἰς πόλεμον ἐπιτήδεια καὶ ευχρηστα. ̓Εμπόλημα. τὸ τῆς πραγματείας κέρδος. ἐμπόριον. ̓Εμφαντικώτερον. δηλωτικώτερον. ̓Εμφανέσ. φανερόν. ̓Εμφερέσ. ομοιον. παραπλήσιον. ̓Εμφύλιον. συγγενικόν. Εμφυτον. ἐγκάρδιον. διὰ τὸ προϋπάρχον αὐτῷ μῖσος εμφυτον. καὶ τὸ πεφυκὸς τῇ φύσει οὐσιωδῶς. Εμψοφον. τὸ μετὰ ψόφου γινόμενον. εμψοφον φίλημα. ̓Εμπαιγμάτων. ἐπιθυμίας ἐμπαθοῦς. Εμπεδα καὶ τὰ κτήματα. Ομηρος· πείθεσθαί τε γέροντι καὶ εμπεδα πάντα φυλάσσειν. epsilon.705 ( ̔Ρῆμα.) ̓Εμασχαλίσθη. εθος ην τοῖς ἀρχαίοις, ὁπόταν φονεύσειαν ἐξ ἐπιβουλῆς τινὰ, τὸ εργον ἀφοσιουμένους ἀκρωτηριάζειν τὸν νεκρὸν, καὶ τῶν μορίων ὁρμαθὸν ποιήσαντας κρημνάναι κατὰ τοῦ τραχήλου, κατὰ τῶν μασχαλῶν διείροντας. ἀφ' ου δὴ καὶ μασχαλίσματα προσηγόρευσαν αὐτά. ̓Εμάλθαξαν. κατεπράϋναν. καθωμάλισαν. ἐμαλάκισαν. ἐμάλθαξαν τὸ πάνυ πρανές τε καὶ ὀλισθηρόν. ̓Εμματάζων. ματαιολογῶν. ̓Εμακάρισαν. ἐμνημόνευσαν. ̓Εμάτησεν. ἠμέλησεν. ἐματαιοπόνησεν, ἐματαιοπράγησεν. ̓Εμβεβροντημένα. μάταια γενόμενα. ̓Εμβριμώμενοσ. μετὰ αὐστηρότητος ἐπιτάττων καὶ ἐπιτιμῶν. η μετ' ὀργῆς λαλῶν. καὶ ἐμβριμᾶται. ̓Εμβαλόντα. ὁ δὲ παῖς ων ετι τὸν διδάσκαλον Λῖνον, πληγὰς αὐτῷ ἐμβαλόντα, ἐν τῇ διδασκαλίᾳ δυσανασχετήσας καὶ οὐκ ἐθέλων αρχεσθαι, λίθῳ βαλὼν, ἀπέκτεινεν. epsilon.706 ̓Εμβάλλουσι. καταντῶσιν. ἀπέρχονται. ἐμβάλλουσι δὲ, ὁ μὲν βασιλεὺς εἰς Λυδίαν, ὁ δὲ Προκόπιος εἰς Φρυγίαν τὴν ανω. ̓Εμβατεῦσαι. ἐπιβῆναι. τὰ ενδον ἐξερευνῆσαι η σκοπῆσαι. ̓Εμβατεύων. ἐπιβαίνων. καὶ ἐμβατεύσαντες ἀντὶ τοῦ εἰσελθόντες. οἱ δὲ Ουννοι εἰς τὴν προκειμένην νησίδα τῆς πόλεως ἐμβατεύσαντες. ̓Εμβαίη. κατέλθῃ. ̓Εμβαίνοντεσ. ἐπιβαίνοντες. οἱ δὲ ̓Αῤῥάβιοι ἀρετῇ πολὺ τῶν ἀῤῥένων διαφέρουσιν, οι βέλεσιν ἀνδρομήκεσι χρώμενοι ἀντὶ τῶν χειρῶν τῷ ποδὶ ἐμβαίνοντες ἐς τὴν νευρὰν κυκλοῦσι τὸ τόξον. ̓Εμβεβλημένα. ἐγκεντρισμένα. ̓Εμαίμασσε. προεθυμήθη. ̓Εμβιβάξαντεσ. παρ' ̔Ιππώνακτι· ἀλλ' αὐτίκ' ἀλλήλοισιν ἐμβιβάξαντες. †ἀπὸ τοῦ ἐμβιβάζω ἐμβιβάξω.† σημαίνει δὲ τὸ ἐμβοήσαντες. ̓Εμβαλεῖσ. εἰσελεύσῃ. ἰδίως ἐμβαλεῖν τὸ ταῖς ναυσὶ κροῦσαι η ταῖς κώπαις. epsilon.707 Εμμεναι. ὑπάρχειν. ἰστέον, οτι ἐπὶ τῶν εἰς ˉνˉαˉι ἀπαρεμφάτων τοῦ ἀορίστου εἰώθασιν αἱ διάλεκτοι ἐπεντιθέναι τὴν ˉμˉεˉν