169
ἀπαίρειν. ∆ορυφοροῦσι δὲ αὐτοὺς αἱ παρ' ἡμῖν κορῶναι, καὶ παραπέμπουσιν, ἐμοὶ δοκεῖ, καὶ συμμαχίαν τινὰ ποιούμεναι πρὸς ὄρνιθας πολεμίους. Σημεῖον δὲ πρῶτον μὲν τὸ μὴ φαίνεσθαι ὑπὸ τὸν καιρὸν ἐκεῖνον κορώνην παντάπασιν· ἔπειτα δὲ ὅτι μετὰ τραυμάτων ἐπανερχόμεναι, ἐναργῆ τοῦ συνασπισμοῦ καὶ τῆς συμμαχίας τὰ σημεῖα κομίζουσι. Τίς παρ' αὐταῖς τοὺς τῆς φιλοξενίας διώρισε νόμους; Τίς αὐταῖς ἠπείλησεν λειποταξίου στρατοῦ γραφὴν, ὡς μηδεμίαν ἀπολείπεσθαι τῆς προπομπῆς; Ἀκουέτωσαν οἱ κακόξενοι, οἱ τὰς θύρας κλείοντες, καὶ μηδὲ στέγης ἐν χειμῶνι καὶ νυκτὶ τοῖς ἐπιδημοῦσι μεταδιδόντες. Ἡ δὲ περὶ τοὺς γηράσαντας τῶν πελαργῶν πρόνοια ἐξαρκεῖ τοὺς παῖδας ἡμῶν, εἰ προσέχειν βούλοιντο, φιλοπάτορας καταστῆσαι. Πάντως γὰρ οὐδεὶς οὕτως ἐλλείπων κατὰ τὴν φρόνησιν, ὡς μὴ αἰσχύνης ἄξιον κρίνειν τῶν ἀλογωτάτων ὀρνίθων ὑστερίζειν κατ' ἀρετήν. Ἐκεῖνοι γὰρ τὸν πατέρα ὑπὸ γήρως πτεροῤῥυήσαντα ἐν κύκλῳ τοῖς οἰκείοις πτεροῖς περιθάλπουσιν, καὶ τὰς τροφὰς ἀφθόνως παρασκευάζοντες, τὴν δυνατὴν καὶ ἐν τῇ πτήσει παρασκευάζουσι βοήθειαν, ἠρέμα τῷ πτερῷ κουφίζοντες ἑκατέρωθεν. Καὶ οὕτω τοῦτο παρὰ πᾶσι διαβεβόηται, ὥστε ἤδη τινὲς τὴν τῶν εὐεργετημάτων ἀνταπόδοσιν ἀντιπελάργωσιν ὀνομάζειν. Μηδεὶς πενίαν ὀδυρέσθω, μηδὲ ἀπογινωσκέτω ἑαυτοῦ τὴν ζωὴν, ὁ μηδεμίαν οἴκοι περιουσίαν καταλιπὼν, πρὸς τὸ τῆς χελιδόνος εὐμήχανον ἀποβλέπων. Ἐκείνη γὰρ τὴν καλιὰν πηγνυμένη, τὰ μὲν κάρφη τῷ στόματι διακομίζει, πηλὸν δὲ τοῖς ποσὶν ἆραι μὴ δυναμένη, τὰ ἄκρα τῶν ποδῶν ὕδατι καταβρέξασα, εἶτα τῇ λεπτοτάτῃ κόνει ἐνειληθεῖσα, οὕτως ἐπινοεῖ τοῦ πηλοῦ τὴν χρείαν, καὶ κατὰ μικρὸν ἀλλήλοις τὰ κάρφη οἷον κόλλῃ τινὶ τῷ πηλῷ συνδήσασα, ἐν αὐτῇ τοὺς νεοσσοὺς ἐκτρέφει. Ὧν ἐάν τις ἐκκεντήσῃ τὰ ὄμματα, ἔχει τινὰ παρὰ τῆς φύσεως ἰατρείαν, δι' ἧς πρὸς ὑγείαν ἐπαναγάγῃ τῶν ἐγγόνων τὰς ὄψεις. Ταῦτά σε νουθετείτω μὴ διὰ πενίαν πρὸς κακουργίαν τρέπεσθαι, μηδὲ ἐν τοῖς χαλεπωτάτοις πάθεσιν πᾶσαν ἐλπίδα ἀποῤῥίψαντα ἄπρακτον κεῖσθαι καὶ ἀνενέργητον, ἀλλ' ἐπὶ Θεὸν καταφυγεῖν, ὃς εἰ χελιδόνι τοιαῦτα χαρίζεται, πόσῳ μεῖζον ἀποδώσει τοῖς ἐξ ὅλης καρδίας ἐπιβοωμένοις αὐτόν; Ἀλκυὼν ἐπιθαλάττιον ὄρνεον· αὕτη παρ' αὐτοὺς νοσσεύειν τοὺς αἰγιαλοὺς πέφυκεν, ἐπ' αὐτῆς τὰ ὠὰ τῆς ψάμμου καταθεμένη, καὶ νοσσεύει κατὰ μέσον που τοῦ χειμῶνος, ὅτε πολλοῖς καὶ βιαίοις ἀνέμοις ἡ θάλασσα τῇ γῇ προσ[α]ράσσεται· ἀλλ' ὅμως κοιμίζονται πάντες ἄνεμοι, ἡσυχάζει δὲ πᾶν κῦμα θαλάσσιον, ὅταν ἀλκυὼν ἐπωάζει τὰς ἑπτὰ ἡμέρας. Ἐν τοσαύταις γὰρ μόναις ἐκλέπει τοὺς νεοττούς. Ἐπειδὴ καὶ τροφῆς αὐτῇ χρεία, ἄλλας ἑπτὰ ἡμέρας πρὸς τὴν τῶν νεοττῶν αὔξησιν ὁ μεγαλόδωρος Θεὸς τῷ μικροτάτῳ ζώῳ παρέσχετο. Ὥστε καὶ ναυτικοὶ πάντες ἴσασι τοῦτο, καὶ ἀλκυωνίδας τὰς ἑπτὰ ἡμέ 95.1580 ρας ἐκείνας προσαγορεύουσι. Ταῦτά σοι εἰς προπομπὴν τοῦ αἰτεῖν παρὰ Θεοῦ τὸ πρὸς σωτηρίαν, διὰ τῆς περὶ τὰ ἄλογα τοῦ Θεοῦ προνοίας νενομοθέτηται. Τί οὐκ ἂν γένοιτο τῶν παραδόξων ἕνεκεν σοῦ, ὃς κατ' εἰκόνα γέγονας Θεοῦ; ὅπου γε ὑπὲρ ὄρνιθος οὕτω μικρᾶς ἡ μεγάλη καὶ φοβερὰ κατέχεται θάλασσα, ἐν μέσῳ χειμῶνι γαλήνην ἐπιταχθεῖσα; Τὴν τρυγόνα φασὶν διαζευχθεῖσάν ποτε τοῦ ὁμοζύγου, μηκέτι τὴν πρὸς ἕτερον δέχεσθαι κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτε συζευχθέντος τὴν πρὸς ἕταιρον κοινωνίαν ἀπαρνουμένην. Ἀκουέτωσαν αἱ γυναῖκες, ὅπως τὸ σεμνὸν τῆς χηρείας καὶ παρὰ τοῖς ἀλόγοις τοῦ ἐν ταῖς πολυγαμίαις ἀπρεποῦς προτιμότερον. Ἀδικώτατος περὶ τὴν τῶν ἐγγόνων ἐκτροφὴν ὁ ἀετός. ∆ύο γὰρ ἐξαγαγὼν νεοσσοὺς, τὸν ἕτερον αὐτῶν εἰς γῆν καταῤῥήγνυσιν, ταῖς πληγαῖς τῶν πτερύγων ἀπωθούμενος· τὸν δὲ ἕτερον μόνον ἀναλαβὼν οἰκειοῦται, διὰ τὸ τῆς τροφῆς ἐπίπονον ἀποποιούμενος ὃν ἐγέννησεν. Ἀλλ' οὐκ ἐᾷ τοῦτον διαφθαρῆναι ἡ φήνη, ἀλλ' ὑπολαβοῦσα αὐτὸν, τοῖς οἰκείοις ἑαυτῆς νεοττοῖς συνεκτρέφει. Τοιοῦτοι τῶν γονέων οἱ ἐπὶ προφάσει πενίας ἐκτιθέμενοι τὰ νήπια. Μὴ μιμήσῃ τῶν καμψονύχων ὀρνίθων τὸ ἀπηνὲς, οἳ ἐπειδὰν εἴδωσι τοὺς ἑαυτῶν νεοττοὺς