169
προφη τείαν, ἀλλ' εἰς τέλος ἀπώσω, καὶ πανωλεθρίαν κατ εψηφίσω. "Ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου." Ἐπίμονον ἔσχες τὴν κατὰ τῶν προβάτων τῶν σῶν ἀγανάκτησιν. 80.1456 βʹ. "Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς." Ἄνωθεν καὶ ἐξ ἀρχῆς ἡμέτερος ἐπ εκλήθης Θεὸς, καὶ σὸς ἐχρηματίσαμεν, ∆έσποτα, λαός. "Ἐλυτρώσω ῥάβδον κληρονομίας σου." Τῆς σῆς γὰρ ἀπολαύσαντες βοηθείας, τῆς Αἰγυπτίων ἀπηλ λάγημεν δουλείας· κληρονομίαν δὲ αὐτοὺς καὶ ὁ μακάριος ἐκάλεσε Μωσῆς. "Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρο νομίας αὐτοῦ Ἰσραήλ." Ῥάβδον δὲ τὸ βασιλικὸν ὠνόμασε σκῆπτρον, ἀντὶ τοῦ, Σὴ ἐξ ἀρχῆς ἐγενόμεθα μερὶς, σὸς ὠνομάσθημεν κλῆρος, ὑπὸ τὴν σὴν ἐτε λέσαμεν βασιλείαν. Οὕτω καὶ ἐν τῷ μδʹ ψαλμῷ τὸ βασιλικὸν σκῆπτρον προσηγόρευσε ῥάβδον. Ἔφη γάρ· "Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου." -"Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ." Τῆς δὲ Αἰγυπτίων ἡμᾶς δουλείας ἐλευθερώ σας, εἰς τὴν ἐπηγγελμένην τοῖς πατράσιν εἰσήγαγες γῆν, καὶ σαυτῷ τὸ Σιὼν ἀφιέρωσας ὄρος, ἵνα ὡς ἐν βασιλείοις τισὶν οἰκῶν, τὸν σὸν ἰθύνῃς λαόν. Ταῦτα δὲ προελέγετο, μήπω τοῦ ἐν Ἱεροσολύμοις οἰκο δομηθέντος νεώ. Μετὰ γὰρ τὸν ∆αβὶδ, καὶ τὸν Ἀσὰφ, ὁ Σολομὼν τοῦτον ἐδείματο. γʹ. "Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερ ηφανίας αὐτῶν εἰς τέλος." Ἀπαίτησον αὐτοὺς τῆς ἀλαζονείας εὐθύνας· τὸ δὲ "Ἔπαρον τὰς χεῖράς σου," ἐκ μεταφορᾶς τέθεικε τῶν ταῖς χερσὶ τοὺς ἁμαρτάνοντας μαστιγούντων. Τοῦτο δὲ ἡ προφητικὴ εἴρηκε χάρις, εἰδυῖα τοὺς πολεμίους δυσσεβείᾳ συζῶντας· οὐδὲ γὰρ ὑπὲρ τοῦ σταυρωθέντος ζη λώσαντες, ἐκεῖνον τὸν πόλεμον ἀνεδέξαντο, ἀλλὰ τὴν οἰκουμένην δουλούμενοι. Ἐχρῆτο δὲ αὐτοῖς ὅμως ὁ Θεὸς, ὡς δημίοις, δι' αὐτῶν τοὺς ἠσεβηκότας κο λάζων. "Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου." Οὔτε ὁ Ἑβραῖος, οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ, οὔτε μὲν οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ πληθυντικῶς ἐν τοῖς ἁγίοις τεθείκασιν, ἀλλ' ἑνικῶς, ἐν τῷ ἁγίῳ σου· ὡς εἶναι δῆλον, ὅτι περὶ τοῦ ναοῦ ταῦ τα οἱ λέγοντες λέγουσιν, ὀλοφυρόμενοι καὶ θρηνοῦν τες τὰ ὑπ' ἐκείνων εἰς τοῦτον γεγενημένα. Ταύτῃ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπαγόμενα συμφωνεῖ. δʹ. "Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου." Ἐν τῇ τοῦ Πάσχα γὰρ ἑορτῇ, παντὸς τοῦ λαοῦ κατὰ τὸν νόμον συναθροισθέντος, τὴν στρατιὰν ὁ Τῖτος παρακαθίσας, ἐπολιόρκησε 80.1457 τὴν ἐκείνων μητρόπολιν. Ἐπειδὴ γὰρ ἐν τῇ τοῦ Πάσχα ἑορτῇ τῷ σταυρῷ τὸν Σωτῆρα προσήλωσαν, κατὰ τὸν αὐτὸν καιρὸν τίνουσι τῆς ἀσεβείας ποινήν. "Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα. [εʹ.] Καὶ οὐκ ἔγνωσαν ὡς εἰς τὴν ἔξοδον ὑπεράνω." Τὰ τρό παια, φησὶν, ἅπερ ἔστι σημεῖα καὶ σύμβολα νίκης, ἤγειραν ἐπάνω τῶν ἡμετέρων πυλῶν, γνώριμον ἅπασι τοῖς μετὰ ταῦτα καθιστῶντες τὴν νίκην· καὶ Πιλάτος δὲ τὰ βασιλικὰ σημεῖα παρὰ τὸν νόμον εἰς τὴν πόλιν εἰσήγαγε, καὶ χοίρου δὲ προτομὴν οἱ Ῥω μαίων βασιλεῖς τοῖς τῆς πύλης ἐνεκόλαψαν λίθοις. ∆ιὰ τούτων δὲ πάντων ἐμάνθανον, ὡς ἔρημοι τῆς θείας κηδεμονίας ἐγένοντο. Ταῦτα καὶ ὁ Κύριος ἐν τοῖς θείοις Εὐαγγελίοις προεῖπεν· "Ὅτ' ἂν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ (ὁ ἀναγινώσκων νοείτω), τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευ γέτωσαν εἰς τὰ ὄρη." "Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν. [ʹ.] Τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτό· ἐν πελέκει καὶ λα ξευτηρίῳ κατέῤῥαξαν αὐτήν." Ὑλοτομικοῖς καὶ τε κτονικοῖς ὀργάνοις χρώμενοι, καὶ τοὺς περιβόλους κατέλυον, καὶ τῶν οἰκιῶν τὰς θύρας συνέκοπτον, τὰ εὖ καὶ καλῶς ἠσκημένα ὡς δρῦν διαφθείροντες. ζʹ. "Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν· ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου." Οὐκ ἀπέχρησεν αὐτοῖς τῶν ἄλλων οἰκιῶν ἡ πόρθησις, ἀλλὰ καὶ κατὰ τοῦ ἀφιερωμένου σοι νεὼ τὴν μανίαν ἐξέτειναν· καὶ τὰ μὲν πυρὶ παρέδοσαν, τὰ δὲ κατέλυσαν ταῖς χερσὶν, ὡς κοινοῖς τοῖς ἁγίοις χρησάμενοι. ηʹ, θʹ. "Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν, αἱ συγ γένειαι αὐτῶν ἐπὶ τὸ αὐτὸ, ∆εῦτε καὶ καταπαύ σωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προ φήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι." Μετὰ πολλῆς