169
λεαίνεται καὶ τῷ στεναγμῷ σου διαρρήσσεται. φέρε τοίνυν τὸ ἄλγος καὶ τὸν καιρὸν τῆς εἰργομένης ἱερατείας, ἕως ἂν ἐπιλάμψειεν Χριστὸς ἔαρ ὀρθοδοξίας, ἐν ᾧ καυχήσῃ ἐν οἷς διὰ Χριστὸν δρᾷς νῦν μετὰ καὶ τῆς ἀπολήψεως τοῦ βαθμοῦ δῆλον ὅτι. 252 {1Βησσαρίωνι τέκνῳ}1 Εἰ καὶ μὴ ἐδεξάμην ἀντίγραφα ὧν ἐπέστειλά σοι, τέκνον μου ἠγαπημένον (δι' ἣν αἰτίαν οἶδεν ὁ γραμματηφόρος), ἀλλ' ὅμως ἐμοὶ τὸ γράφειν οὐκ ὀκνηρόν, καίπερ ὄντι ἐγκεκλεισμένῳ ἀσφαλῶς σὺν τῷ ἀδελφῷ Νικολάῳ. χαίροις οὖν, ὁ μάρτυς τῆς ἀληθείας, χαίροις, ὁ ὁμολογητὴς τοῦ Χριστοῦ, χαίροις, τὸ ἐμὸν καὶ τῆς ἐκκλησίας καύχημα. ὁρᾷς οἵας φωνὰς ἀκούεις, τί σοι παρέσχεν ἡ καλὴ ὑποταγή, ἡ πίστις ἡ ὀρθή, ἡ ὑπομονὴ τῆς φυλακῆς, ἡ ἀδειλία καὶ ἀφόβητος ἔνστασις, ἡ τῶν μαστίγων ὑποδοχή, τῶν σαρκῶν ὁ ξεσμός, τοῦ αἵματος ἡ κένωσις, τῶν μωλώπων αἱ ὠτειλαί; ποῦ σε ἀνύψωσαν, τί σε ἀπειργάσαντο; καὶ ἔτι ὑψωθήσῃ, καὶ ἔτι μεγαλυνθήσῃ, ἐάνπερ, ἱερέ μου παῖ, ὑπομείνῃς τελέως ὅσα ἂν καὶ συμβαίη ἐλθεῖν. ὁ γὰρ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται, εἶπεν ὁ Κύριος. εἰ καὶ πάλιν τύψωσιν, ὁ Χριστὸς βοηθός· ἢ οὐκ οἶδας ὅτι ὅσον περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ τοσοῦτον καὶ ἡ δόξα καὶ ἡ παράκλησις; φέρε, υἱέ μου, τὴν μόνωσιν, τὴν φυλακήν, τὴν στενοχωρίαν, τὴν ἀθυμίαν· ἀνάπνεε Χριστόν, κόπτε τοὺς λογισμοὺς τῶν ἐναντίων. τὴν ἡμέραν μερίμνησον διελθεῖν, ἐν ᾗ ζῇς, καὶ περὶ τῆς αὔριον μὴ φροντίσῃς· ὁ δοὺς σήμερον ὑπομονὴν δοίη καὶ εἰς τὴν ἑξῆς, ἐὰν φθάσωμεν. Ταῦτά σοι παρ' ἐμοῦ, ταῦτα καὶ αὐτὸς περὶ ἡμῶν τῶν ἁμαρτωλῶν εὔχεσθαι μὴ διαλείποις. εἰρήνη σοι παρὰ Χριστοῦ. 253 {1Ἰωάννῃ τέκνῳ}1 Ἐπέγνων τὴν δύναμιν τῶν γραμμάτων σου, τέκνον μου, καὶ ηὐχαρίστησα τῷ θεῷ μου ὅτι διαφυλάττῃ ἀσινής, ῥυσθεὶς ἐκ χειρὸς τῶν διωκτῶν. βλέπε οὖν πῶς καθέζῃ, ἵνα μὴ ἁλῷς πάλιν· εἰ δέ πως καὶ γένηται, στερέωσον τὴν ψυχήν σου, τέκνον μου, ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ ὑπομεῖναι πάντα, ὁρῶν μάλιστα τοὺς ἀδελφούς σου ἀθλήσαντας καὶ ἔτι ἀθλοῦντας. πάντα ἰσχύει ὁ πιστεύων ἐν τῷ ἐνδυναμοῦντι Χριστῷ, ὃς καὶ ἐκάλεσέν σε ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεῖν αὐτόν. Ἱερατικῶς ζῆθι, εὐλαβῶς ἴσθι καθαίρων σαυτόν, ἵνα καθαρὸς τῷ καθαρῷ προσπελάζοις. προσεύχου καὶ περὶ ἡμῶν ἵνα σῳζοίμεθα, ἵνα τοὺς λόγους ἡμῶν ἡ πρᾶξις σφραγίζῃ, ἐπειδὴ ἁμαρτωλός εἰμι ἄνθρωπος. ὁ Κύριος μετὰ τοῦ πνεύματός σου. 254 {1Εὐοδίῳ τέκνῳ}1 Ἐπεὶ ἐδεξάμην σου τὴν διὰ τοῦ γράμματος ἀπολογίαν, τέκνον ἠγαπημένον, μετέβαλον τὸ λυπηρὸν τῆς ταπεινῆς μου ψυχῆς, ἀλγυ νομένης ἐπὶ τοῖς συμβεβηκόσι· μὴ γὰρ οἴου, ἀδελφέ, μικρὸν εἶναι τὸ ἐν λόγῳ πεσεῖν. τί λέγει ὁ Κύριος; εἴ τις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὁμοίως καὶ τὸ ἐναντίον. ἀλλ' ἐπεὶ γέγονεν, ὁ θεὸς ἐλεήμων, συγχωρῶν τὰ ὀλισθήματα ἡμῶν. μέχρι δὲ τούτου φθάσας φοβήθητι τὸν θεὸν καὶ μὴ προβῇς εἰς περισσότερον, ἀλλὰ φεῖσαί σου τῆς ψυχῆς κἀμοῦ τοῦ ταπεινοῦ, ὁρῶν σου τοὺς ἀδελφοὺς ἀθλοῦντας· οἱ γὰρ πεσόντες ἐλεεινοὶ καὶ ἔνθεν κἀκεῖθεν, εἰ μὴ μετανοήσειαν ἀξιολόγως. Τὰ δὲ καθ' ἡμᾶς ὡς ἂν ἀπαγγείλῃ ὁ γραμματηφόρος μανθάνων προσεύχου σῴζεσθαι ἡμᾶς. 255 {1Νικήτᾳ ἡγουμένῳ}1 Καὶ πρὸ τῶν γραμμάτων διὰ φωνῆς τοῦ γραμματηφόρου πάλαι διαγνοὺς τὰ κατὰ τὴν ὁσιότητά σου ᾔνεσα ὁ τάλας, καὶ νῦν διὰ τῆς ἀναγνώσεως ᾖσα τῷ Κυρίῳ μεγάλως, ὅτι ὁ πατὴρ ἐν τοῖς πατράσι καὶ ὁ λαμπτὴρ ἐν τοῖς λαμπτῆρσιν· ἔδει γάρ, ἔδει τὸν δι' ὑποταγῆς δοκίμου ἀχθέντα καὶ διὰ νομίμου βίου καθηγησάμενον μὴ ἐναπομεῖναι τοῖς συναπαχθεῖσι κατὰ τὰς ἁμαρτίας μου τῷ αἰῶνι τούτῳ, ἀλλὰ θᾶττον ῥαγῆναι τῇ μαχαίρᾳ τοῦ πνεύματος καὶ περιφανεστέραν ποιήσασθαι τῆς ἥττης τὴν ἀνάκλησιν, ἀναδραμόντα ἐν τῇ περιωπῇ τῆς Χριστοῦ ὁμολογίας καὶ φρυκτωροῦντα ἐν κόσμῳ τὸ φῶς τῆς ἀληθείας. Τοιαῦτα τὰ τῆς πατρικῆς σου ἁγιωσύνης, ἃ καὶ τοὺς ὀρθοδόξους εὔφρανεν καὶ τοὺς ὑπεναντίους ἔπληξεν, ἐν ὅπλῳ δοκοῦντι ἰδίῳ τὴν τρῶσιν