169
Συρίας προσφυγὼν τοῖς Ῥωμαίοις πῦρ θαλάσσιον κατασκευάσας τὰ τῶν Ἀράβων σκάφη ἐνέπρησε καὶ σύμψυχα κατέκαυσεν. καὶ οὕτως οἱ Ῥωμαῖοι μετὰ νίκης ὑπέστρεψαν καὶ τὸ θαλάσσιον πῦρ εὗρον. Κωνσταντινουπόλεως ἐπίσκοπος Κωνσταντῖνος ἔτη βʹ. ʹ. ιθʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐχείμασεν Ἀβδελᾶς, υἱὸς Κάϊς, καὶ Φαδαλᾶς εἰς Κρήτην. ζʹ. κʹ. βʹ. Τούτῳ τῷ ἔτει ὤφθη σημεῖον ἐν τῷ οὐρανῷ ἐν ἡμέρᾳ σαββάτῳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Θεόδωρος ἔτη βʹ. ηʹ. καʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐγένετο ἀκρὶς μεγάλη κατὰ Συρίαν καὶ Μεσοποταμίαν. 355 Κόσμου ἔτη ρξθʹ. Τῆς θείας σαρκώσεως ἔτη χξθʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. θʹ. Ἀράβων ἀρχηγὸς Μαυΐας ἔτη κδʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Θεόδωρος ἔτη βʹ. βʹ. Τούτῳ τῷ ἔτει εἰσῆλθον Μαρδαῖται εἰς τὸν Λίβανον καὶ ἐκράτησαν ἀπὸ τοῦ Μαύρου ὄρους ἕως τῆς ἁγίας πόλεως καὶ ἐχειρώσαντο τὰς τοῦ Λιβάνου περιωπάς· καὶ πολλοὶ δοῦλοι καὶ αἰχμάλωτοι καὶ αὐτόχθονες πρὸς αὐτοὺς κατέφυγον, ὥστε δι' ὀλίγου χρόνου εἰς πολλὰς χιλιάδας γενέσθαι. καὶ ταῦτα μαθὼν Μαυΐας καὶ οἱ σύμβουλοι αὐτοῦ ἐφοβήθησαν σφόδρα συλλογισάμενοι, ὅτι τὸ βασίλειον τῶν Ῥωμαίων ὑπὸ θεοῦ φρουρεῖται. καὶ ἀποστέλλει πρέσβεις πρὸς τὸν αὐτοκράτορα Κωνσταντῖνον ζητῶν εἰρήνην, ὑποσχόμενος καὶ ἐτήσια τῷ βασιλεῖ παρέχειν πάκτα. ὁ δὲ βασιλεὺς τοὺς τοιούτους πρέσβεις δεξάμενος καὶ τὴν αἴτησιν αὐτῶν ἀκηκοὼς ἀπέστειλε σὺν αὐτοῖς ἐν Συρίᾳ Ἰωάννην τὸν πατρίκιον, τὸ ἐπίκλην Πιτζιγαῦδιν, ὡς ἀρχαιογενῆ τῆς πολιτείας καὶ πολύπειρον ὄντα καὶ μεγάλης ἀντεχόμενον φρονήσεως, ἐπὶ τὸ ἁρμοδίως διαλεχθῆναι τοῖς Ἄραψι καὶ τὰ τῆς εἰρήνης συμφωνῆσαι. τούτου δὲ καταλαβόντος ἐν Συρίᾳ, ὁ Μαυΐας σώρευμα πεποιηκὼς τῶν τε ἀμηραίων καὶ κορασηνῶν ἐδέξατο αὐτὸν μετὰ μεγάλης τιμῆς. πολλῶν οὖν ἀναμεταξὺ αὐτῶν εἰρηνικῶν λεχθέντων λόγων, συνεφωνήθη πρὸς ἑκατέρους ἔγγραφον γενέσθαι εἰρήνης μεθ' ὅρκου λόγον ἐπὶ συμφώνου ἐτησίου πάκτου, παρέχεσθαι τῇ Ῥωμαϊκῇ πολιτείᾳ παρὰ τῶν Ἀγαρηνῶν χρυσοῦ χιλιάδας τρεῖς καὶ ἄνδρας αἰχμαλώτους νʹ καὶ ἵππους εὐγενεῖς νʹ. ταῦτα στοιχηθέντα μεταξὺ τῶν δύο μερῶν ἐπὶ χρόνους λʹ φυλάττεσθαι πλατεῖαν εἰρήνην ἀναμέσον Ῥωμαίων καὶ Ἀράβων πεποίηκεν· καὶ τῶν τοιούτων καθολικῶν δύο ἐγγράφων λόγων πρὸς ἀλλήλους μεθ' ὅρκων γεγονότων καὶ ἀλλήλοις ἐπιδοθέντων, ὁ πολλαχῶς λεχθεὶς 356 πανεύφημος ἀνὴρ πρὸς τὸν βασιλέα ὑπέστρεψε μετὰ καὶ δώρων πολλῶν. ταῦτα μαθόντες οἱ τὰ ἑσπέρια οἰκοῦντες μέρη, ὅ τε Χαγάνος τῶν Ἀβάρων καὶ οἱ ἐπέκεινα ῥῆγες ἔξαρχοί τε καὶ κάσταλδοι καὶ οἱ ἐξοχώτατοι τῶν πρὸς τὴν δύσιν ἐθνῶν, διὰ πρεσβευτῶν δῶρα τῷ βασιλεῖ στείλαντες εἰρηνικὴν πρὸς αὐτοὺς ἀγάπην κυρωθῆναι ᾐτήσαντο. εἴξας οὖν ὁ βασιλεὺς ταῖς αὐτῶν αἰτήσεσιν ἐκύρωσε καὶ πρὸς αὐτοὺς δεσποτικὴν εἰρήνην. καὶ ἐγένετο ἀμεριμνία μεγάλη ἔν τε τῇ ἀνατολῇ καὶ δύσει. Κωνσταντινουπόλεως ἐπίσκοπος Γεώργιος ἔτη ʹ. ροʹ. χοʹ. ιʹ. κγʹ. αʹ. Τούτῳ τῷ ἔτει γέγονε σεισμὸς μέγας κατὰ τὴν Μεσοποταμίαν, ἐν ᾧ πίπτει τὸ βατᾶν καὶ ὁ τροῦλλος τῆς ἐκκλησίας Ἐδέσης· καὶ κτίζει αὐτὸν Μαυΐας σπουδῇ τῶν Χριστιανῶν. ιαʹ. κδʹ. βʹ. Τούτῳ τῷ ἔτει ἀπεβίω Μαυΐας, ὁ τῶν Σαρακηνῶν πρωτοσύμβουλος, μηνὶ Ἀρτεμισίῳ ʹ ἰνδικτιῶνος αʹ. γέγονε δὲ στρατηγὸς ἔτη κʹ, καὶ ἀμήρευσεν ἔτη κδʹ, καὶ ἦρξεν Ἰζίδ, ὁ υἱὸς αὐτοῦ. Καὶ τούτῳ τῷ χρόνῳ τὸ τῶν Βουλγάρων ἔθνος ἐπῆλθε τῇ Θρᾴκῃ. ἀναγκαῖον δὲ εἰπεῖν καὶ περὶ τῆς ἀρχαιότητος τῶν Οὐννογουνδούρων Βουλγάρων καὶ Κοτράγων. ἐν τοῖς ἀρκτῴοις περατικοῖς μέρεσι τοῦ Εὐξείνου πόντου, ἐν τῇ λεγομένῃ Μαιώτιδι λίμνῃ, εἰς ἣν εἰσάγεται ποταμὸς μέγιστος ἀπὸ τοῦ ὠκεανοῦ καταφερόμενος διὰ τῆς τῶν Σαρματῶν γῆς, λεγόμενος Ἄτελ, εἰς ὃν εἰσάγεται ὁ λεγόμενος Τάναϊς ποταμὸς καὶ αὐτὸς ἀπὸ τῶν Ἰβηρίων πυλῶν ἐξερχόμενος τῶν ἐν τοῖς Καυκασίοις ὄρεσιν, ἀπὸ δὲ τῆς μίξεως τοῦ Τάναϊ καὶ τοῦ Ἄτελ, (ἄνωθεν τῆς προλεχθείσης Μαιώτιδος λίμνης σχιζομένου τοῦ Ἄτελ) ἔρχεται ὁ λεγόμενος Κοῦφις ποταμός, καὶ 357 ἀποδίδει εἰς τὸ