οἰκουμένης καὶ πάσας τὰς ἐντὸς Ὠκεανοῦ νήσους ἐλευθερώσας τοῦ πειρατικοῦ πολέμου, ὁ ῥυσάμενός ποτε πολιορκουμένην τὴν Ἀριοβαρζάνου βασιλείαν, Γαλατίαν τε καὶ τὰς ὑπερκειμένας χώρας καὶ ἐπαρχίας, Ἀσίαν, Βιθυνίαν, ὑπερασπίσας δὲ Παφλαγονίαν τε καὶ τὸν Πόντον, Ἀρμενίαν τε καὶ Ἀχαΐαν, ἔτι δὲ Ἰβηρίαν, Κολχίδα, Μεσοποταμίαν, Σωφηνήν, Γορδυηνήν, ὑποτάξας δὲ βασιλέα Μήδων ∆αρεῖον, βασιλέα Ἀρτώλην Ἰβήρων, βασιλέα Ἀριστόβουλον Ἰδαίων, βασιλέα Ἀρέταν Ναβαταίων [βασιλέα] Ἀράβων, καὶ τὴν κατὰ Κιλικίαν Συρίαν, Ἰουδαίαν, Ἀραβίαν, Κυρηναϊκὴν ἐπαρχίαν, Ἀχαιούς, Ἰοζυγούς, Σολνούς, Ἡνιόχους καὶ τὰ λοιπὰ φῦλα μεταξὺ Κολχίδος καὶ Μαιώτιδος λίμνης τὴν παράλιον διακατέχοντα καὶ τοὺς τούτων βασιλεῖς ἐννέα τὸν ἀριθμὸν καὶ πάντα τὰ ἔθνη τὰ ἐντὸς τῆς Ποντικῆς καὶ τῆς Ἐρυθρᾶς θαλάσσης κατοικοῦντα, καὶ τὰ ὅρια τῆς ἡγεμονίας τοῖς ὅροις τῆς γῆς προσβιβάσας, καὶ τὰς προσόδους Ῥωμαίων φυλάξας, ἃς δὲ προσαυξήσας, τούς τε ἀν 406 δριάντας καὶ τὰ λοιπὰ ἀφιδρύματα τῶν θεῶν καὶ τὸν λοιπὸν κόσμον τῶν πολεμίων ἀφελόμενος ἀνέθηκε τῇ θεῷ χρυσοῦς μυρίους καὶ δισχιλίους ἑξήκοντα, ἀργυρίου τάλαντα τριακόσια ἑπτά. 479. Ὅτι Λεύκιος Σέργιος ὁ ἐπικαλούμενος Κατιλίνας κατάχρεως γεγονὼς ἀπόστασιν ἐμελέτησεν. ὁ δὲ Μάρκος ὁ Κικέρων ὁ ὕπατος λόγον διετίθετο περὶ τῆς προσδοκωμένης ταραχῆς. καὶ κληθέντος Κατιλίνα καὶ τῆς κατηγορίας κατὰ πρόσωπον γινομένης ὁ Κατιλίνας κατ' οὐδένα τῶν τρόπων ἔφησεν ἑαυτοῦ καταγνώσεσθαι φυγὴν ἑκούσιον καὶ ἄκριτον. ὁ δὲ Κικέρων ἐπηρώτησε τοὺς συγκλητικοὺς εἰ δοκεῖ μεταναστῆναι τὸν Κατιλίναν ἐκ τῆς πόλεως. σιωπώντων δὲ τῶν πολλῶν διὰ τὴν κατὰ πρόσωπον ἐντροπήν, δι' ἑτέρου τρόπου καθάπερ ἐλέγξαι τὴν σύγκλητον ἀκριβῶς βουλόμενος τὸ δεύτερον ἐπηρώτησε τοὺς συνέδρους εἰ κελεύουσι Κόιντον Κάτλον ἐκ τῆς Ῥώμης μεταστήσεσθαι. μιᾷ δὲ φωνῇ πάντων ἀναβοησάντων μὴ δοκεῖν καὶ δυσχεραινόντων ἐπὶ τῷ πάλιν ῥηθέντι ἐπὶ τὸν Κατιλίναν, ἔφησεν, ὅταν τινὰ μὴ νομίσωσιν εἶναι ἐπιτήδειον φυγῆς, μεθ' ὅσης κραυγῆς ἀντιλέγουσιν· ὥστε εἶναι φανερὸν ὅτι διὰ τῆς σιωπῆς ὁμολογοῦσι φυγήν. ὁ δὲ Κατιλίνας εἰπὼν ὅτι βουλεύσεται καθ' ἑαυτὸν ἀνεχώρησεν. 480. Ὅτι κατὰ τὴν παροιμίαν τῷ πλείονι πολέμιον καθίσταται τοὔλαττον. 481. Ὅτι τῶν βίβλων τινὲς πρὸ τοῦ διορθωθῆναι καὶ τὴν ἀκριβῆ συντέλειαν λαβεῖν κλαπεῖσαι προεξεδόθησαν, οὔπω συνευαρεστουμένων ἡμῶν τῇ γραφῇ· ἃς ἡμεῖς ἀποποιούμεθα. ἵνα δὲ αὗται φανεραὶ γενόμεναι μὴ λυμαίνωνται τὴν ὅλην ἐπιβολὴν τῆς ἱστορίας, ἐκρίναμεν δεῖν τὸν ἐλέγχοντα λόγον τὴν ἄγνοιαν ἐκθέσθαι. ἐν τεσσαράκοντα γὰρ βίβλοις περιειληφότες τὴν πραγματείαν ἐν μὲν ἓξ ταῖς πρώταις ἀνεγράψαμεν τὰς πρὸ τῶν Τρωι 407 κῶν πράξεις τε καὶ μυθολογίας, καὶ τοὺς χρόνους ἐν ταύταις ἐπ' ἀκριβείας οὐ διωρισάμεθα διὰ τὸ μηδὲν παράδειγμα περὶ τούτων παρει..... 408 εχξερπτα ε ξασσιο διονε 1. ... πάντα ὡς εἰπεῖν τὰ περὶ αὐτῶν τισι γεγραμμένα, συνέγραψα δὲ οὐ πάντα ἀλλ' ὅσα ἐξέκρινα. μὴ μέντοι μηδ' ὅτι κεκαλλιεπημένοις, ἐς ὅσον γε καὶ τὰ πράγματα ἐξεπέτρεψε, λόγοις κέχρημαι, ἐς τὴν ἀλήθειαν αὐτῶν διὰ τοῦτό τις ὑποπτεύσῃ, ὅπερ ἐπ' ἄλλων τινῶν συμβέβηκεν· ἐγὼ γὰρ ἀμφότερα, ὡς οἷόν τε ἦν, ὁμοίως ἀκριβῶσαι ἐσπούδασα. ἄρξομαι δὲ ὅθενπερ τὰ σαφέστατα τῶν περὶ τήνδε τὴν γῆν, ἣν κατοικοῦμεν, συμβῆναι λεγομένων παρελάβομεν. 2. Τὴν χώραν ταύτην, ἐν ᾗ τὸ τῶν Ῥωμαίων ἄστυ πεπόλισται ... 3. Ὅτι περὶ Τυρσηνῶν φησὶν ὁ ∆ίων· ταῦτα γὰρ καὶ προσῆκεν ἐνταῦθα τοῦ λόγου περὶ αὐτῶν γεγράφθαι· ἑτέρωθι καὶ ἄλλο τι καὶ αὖθις αὖ ἕτερον, ὅτῳ ποτ' ἂν ἡ διέξοδος τῆς συγγραφῆς τὸ λιπαρὸν εὐτρεπίζουσα προστύχῃ, κατὰ καιρὸν εἰρήσεται. τὸ αὐτὸ τοῦτο καὶ περὶ τῶν ἄλλων τῶν ἀναγκαίων ἀρκούντως ἔχοντες τὰ μὲν γὰρ τῶν Ῥωμαίων πάντα κατὰ δύναμιν ἐπέξειμι, τῶν δὲ δὴ λοιπῶν τὰ πρόσφορα αὐτοῖς μόνα γεγράψεται. 4. ... (οὐ γὰρ ἔστιν οὔτε προϊδέσθαι πάντα ἀνθρώπῳ ὄντι οὔτ' ἀποτροπὴν τῶν ἀναγκαίως ἐσομένων εὑρεῖν·) τιμωρούς τινας τῆς ἀδικίας αὐτοῦ ἐκ τῆς κόρης ἐκείνης γεννηθῆναι. 409 5.