170
σοῦ πάντα φύοντος καὶ αὔξοντος καὶ πεπαίνοντος· χρόνῳ δὲ πρὸς ὀλίγον αὐτὸν κοιμίσας ὅρκῳ εἰς παλιγγενεσίαν ἐκάλεσας, ὅρον θανάτου λύσας ζωὴν ἐξ ἀναστάσεως ἐπηγ γείλω. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὺς ἐξ αὐτοῦ εἰς πλῆθος ἀνάριθμον χέας, τοὺς ἐμμείναντάς σοι ἐδόξασας, τοὺς δὲ ἀποστάντας σου ἐκόλασας, καὶ τοῦ μὲν Ἄβελ ὡς ὁσίου προσδεξάμενος τὴν θυσίαν, τοῦ δὲ ἀδελφοκτόνου Καν ἀποστραφεὶς τὸ δῶρον ὡς ἐναγοῦς· καὶ πρὸς τούτοις τὸν Σὴθ καὶ τὸν Ἐνὼς προσελάβου καὶ τὸν Ἐνὼχ μετατέθεικας. Σὺ γὰρ εἶ ὁ δημιουργὸς τῶν ἀνθρώπων καὶ τῆς ζωῆς χορηγὸς καὶ τῆς ἐνδείας πληρωτὴς καὶ τῶν νόμων δοτὴρ καὶ τῶν φυλαττόντων αὐτοὺς μισθαποδότης καὶ τῶν παρα βαινόντων αὐτοὺς ἔκδικος, ὁ τὸν μέγαν κατακλυσμὸν ἐπαγα γὼν τῷ κόσμῳ διὰ τὸ πλῆθος τῶν ἀσεβησάντων, καὶ τὸν δίκαιον Νῶε ·υσάμενος ἐκ τοῦ κατακλυσμοῦ ἐν λάρνακι σὺν ὀκτὼ ψυχαῖς, τέλος μὲν τῶν παρῳχηκότων, ἀρχὴν δὲ τῶν μελλόντων ἐπιγίνεσθαι· ὁ τὸ φοβερὸν πῦρ κατὰ τῆς σοδο μηνῆς πενταπόλεως ἐξάψας καὶ γῆν καρποφόρον εἰς ἅλμην θέμενος ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ, καὶ τὸν ὅσιον Λὼτ ἐξαρπάσας τοῦ ἐμπρησμοῦ. Σὺ εἶ ὁ τὸν Ἀβραὰμ ·υσάμενος ἐκ προγονικῆς ἀσεβείας καὶ κληρονόμον τοῦ κόσμου καταστήσας καὶ ἐμφανίσας αὐτῷ τὸν Χριστόν σου, ὁ τὸν Μελχισεδὲκ ἀρχιερέα σῆς λατρείας προχειρισά μενος, ὁ τὸν πολύτλαν θεράποντά σου Ἰὼβ νικητὴν τοῦ ἀρχεκάκου ὄφεως ἀναδείξας, ὁ τὸν Ἰσαὰκ ἐπαγγελίας υἱὸν ποιησάμενος, ὁ τὸν Ἰακὼβ πατέρα δώδεκα παίδων καὶ τοὺς ἐξ αὐτοῦ εἰς πλῆθος χέας καὶ εἰσαγαγὼν εἰς Aἴγυπτον ἐν ἑβδομήκοντα πέντε ψυχαῖς. Σύ, Κύριε, τὸν Ἰωσὴφ οὐχ ὑπερεῖδες, ἀλλὰ μισθὸν τῆς διὰ σὲ σωφροσύνης ἔδωκας αὐτῷ τὸ τῶν Aἰγυπτίων ἄρχειν· σύ, Κύριε, Ἑβραίους ὑπὸ Aἰγυπτίων καταπονουμένους οὐ περιεῖδες διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν ἐπαγγελίας, ἀλλ' ἐρρύσω, κολάσας Aἰγυ πτίους. Παραφθειράντων δὲ τῶν ἀνθρώπων τὸν φυσικὸν νόμον καὶ τὴν κτίσιν ποτὲ μὲν αὐτόματον νομισάντων, ποτὲ δὲ πλεῖον ἢ δεῖ τιμησάντων καὶ σοί, τῷ Θεῷ τῶν πάντων, συνταττόντων, οὐκ εἴασας πλανᾶσθαι, ἀλλὰ ἀναδείξας τὸν ἅγιόν σου θεράποντα Μωϋσῆν, δι' αὐτοῦ πρὸς βοήθειαν τοῦ φυσικοῦ τὸν γραπτὸν νόμον δέδωκας, καὶ τὴν κτίσιν ἔδειξας σὸν ἔργον εἶναι, τὴν δὲ πολύθεον πλάνην ἐξώρισας· τὸν Ἀαρὼν καὶ τοὺς ἐξ αὐτοῦ ἱερατικῇ τιμῇ ἐδόξασας, Ἑβραίους ἁμαρτόντας ἐκόλασας, ἐπιστρέψαντας προσεδέξω. Τοὺς