Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
παρ' αὐτοῦ πολυτρόπως. Θεὸς γὰρ ὢν, Κύριος ἐπέφανεν ἡμῖν, δόξῃ θεο πρεπεῖ περιαστράπτων τὰ σύμπαντα, καὶ τὴν τῆς ἀληθοῦς θεογνωσίας ἀκτῖνα δωρούμενος.] [Τοῦ ἀναγγέλλειν τοπρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. (B f. 377 b, H f. 403 b. Cord. Anonymi.) Μὴ ὑπο λάβῃς ὅτι διΐστησιν ἐν τούτοις ὁ Ψάλλων τὴν τῆς ᾠδῆς δύναμιν, ὡς χρῆναι μὲν τῷ πρωῒ τὸ ἔλεος ἀναγ γεῖλαι, τὴν δὲ ἀλήθειαν κατὰ νύκτα. Οὐ τοῦτό φη σιν· ἀναγνωσόμεθα δὲ οὕτως τὸν στίχον· "Τοῦ ἀναγ γέλλειν τῷ πρωῒ καὶ κατὰ νύκτα, τουτέστιν ἐν ἡμέρᾳ καὶ νυκτὶ, τὸ ἕλεος καὶ τὴν ἀλήθειαν." Τὸ δὲ ἀναγ γέλλειν τὸ Ἀνακηρύττειν ἐστιν· ὅ ἐστι δοξολογεῖν Καὶ τί τὸ ἀναγγελλόμενον; Τὸ ἔλεος καὶ ἡ ἀλήθεια τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι Χριστός· ἐλεήθημεν γὰρ ἐν αὐτῷ, ἐδικαιώθημεν ἐν πίστει, ἡγιάσθημεν διὰ τοῦ Πνεύματος, ἐλυτρώθημεν ἐκ τῆς τοῦ διαβόλου πλεονεξίας, εἰς υἱοὺς τετάγμεθα, κληρονόμοι γεγό ναμεν τῆς τῶν οὐρανῶν βασιλείας. Ἠλέησε τοίνυν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ· ἐδίδαξε δὲ ἡμᾶς δι' αὐτοῦ τὴν ἀλήθειαν, τουτέστι τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν καὶ λατρείαν.] [Ἐν τῷ ποιήματί σου. (B f. 377 b, H f. 404 b. Corderio Anonymi.) Ποίημα δὲ τὸ κάλλιστον, ἤγουν κατόρθωμα τῆς βουλῆς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οἷον ἔργον τῆς αὐτοῦ χειρὸς, τῆς ἐφ' ἡμῖν οἰκονομίας ἡ δύναμις, ὡς αὐτὸς ἐδίδα ξεν ἡμᾶς ὁ Χριστός· "Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, φησὶν, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μο νογενῆ ἔδωκεν· ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον."] 69.1228 Ἀσύνετος οὐ συνήσει ταῦτα. (B f. 378, H f. 405.) Οὐ γὰρ πάντων ἐστὶν ἁπλῶς τὸ συνιέναι δύνασθαι τὸ οὕτω βαθὺ καὶ σεπτὸν μυστή ριον τοῦ Χριστοῦ· ἐκείνων δὲ μᾶλλον οἷς ἂν αὐτὸς ὁ Πατὴρ ἀποκαλύψειεν. [Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλούς. (B f. 378, H f. 405. Cord. Anonymi..) Ἀνέτειλαν γοῦν, φησὶν, ὡς χόρτος, ἤγουν ὡς ἐν ἀγρῷ βοτάνη· βραχὺ δὲ ὥσπερ ἀνθήσαντες μετὰ τοῦτο διέκυψαν· τουτέστι κατεκάμφθησαν καὶ ἐταπεινώθησαν, καὶ εἰς παντελῆ κατέβησαν ὄλεθρον, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν κατὰ Χριστοῦ.] [Σὺ δὲ Ὕψιστος, κ.τ.λ. (B f. 378 b. H f. 405 b Cord. Anonymi) Ὕψι στος γάρ ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ εἰ καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ τὸ τῆς ἀνθρωπότητος ὑπέδυ σμικροπρεπὲς, ἵνα τὴν ἀνθρώπου φύσιν ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν, καὶ ὑψώσῃ τὸ ταπεινὸν, καὶ τιμήσῃ τὸ ἠτιμωμένον, ἵνα τῇ τῆς υἱοθεσίας χάριτι καταλαμπρύνῃ τὸν δοῦλον· "Συνεπτώ χευσε γὰρ ἡμῖν, πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν." Ὕψιστος τοίνυν ὁ τοῦ Θεοῦ Λόγος, καὶ εἰ γέγονεν ἄνθρωπος· οὐ γὰρ ἀπέστη τοῦ εἶναι Θεὸς, ἀλλὰ μεμένηκεν ὅπερ ἦν. Σὺ μὲν γὰρ, φησὶν, ὦ Κύριε, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, Ὕψιστος ἐν ὑψηλοῖς διαμένεις, τὸν σύμπαντα αἰῶνα οὐ τρεπόμενος, οὐκ ἀλλοιούμενος, ἀλλ' εἰς ἄπειρον ἑαυτοῦ διαμένων ὅμοιος· ἡμεῖς δὲ οἱ ταπεινοὶ, καὶ μακρὰν τῆς σῆς ἀπέχοντες δυνάμεως, ἄλλοτε ἄλλο θεν φερόμεθα καὶ μεταβαλλόμεθα.] [Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος. (B f. 378 b, H f. 406. Cord. Diodori.) Τὸν μονο κέρωτά φασι ζῶον εἶναι ᾧ κέρας ἐπὶ τοῦ μετώπου ἐγήγερται, ὑψηλόν τε καὶ ἄθραυστον· ᾧ κεχρημένον πρὸς τὰ ἕτερα τῶν ζώων, ἀεὶ νικᾷ καὶ περιγίνεται· καὶ ἔστιν ἰσχυρὸν καὶ δυσάντητον. Τούτῳ τῷ μονο κέρωτι παρεικάζει τὸν νέον λαὸν ἡ θεία Γραφή. Νέον δὲ ὅταν εἴπω λαὸν, τοὺς διὰ πίστεως νόει, οἳ πάντα νενικήκασι τὰ ἔθνη.] [Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου. (H f. 407. Cord.Theodori.) Τὸ ἐπεῖδεν ἐστὶ τὸ ἰδεῖν πεπτωκότας ἐχθροὺς ἀτονήσαντας τοὺς δι' ἐναν τίας. Οὗτοι δέ εἰσιν οἱ τῇ ἀληθείᾳ μαχόμενοι καὶ τῇ τοῦ Θεοῦ δόξῃ, τὸ ἑαυτῶν ὁπλίζοντες θράσος. Τοιοῦ τοί τινες ἦσαν οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγού μενοι, Γραμματεῖς τε καὶ Φαρισαῖοι· οὐ διαλελοίπασι γὰρ ἐπιπηδῶντες Χριστῷ, καὶ ἀνοσίως αὐτοῦ τῇ δόξῃ μαχόμενοι.] [∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει. (B f. 379, H f. 407 b. Cord. Diodori.) Φοίνιξι δὲ καὶ κέδροις τοὺς ἐν Χριστῷ δεδικαιωμένους παρει κάζειν ἀξιοῖ τὸ Γράμμα τὸ ἱερόν. Φυτὸν γάρ ἐστιν ὁ φοῖνιξ ἀειθαλὲς, εὔριζόν τε καὶ ὑψηλὸν, καὶ εὐκάρ διον, εὐώδη καὶ γλυκὺν ἔχον τὸν