Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
τῆς θεότητος εὐκλεὲς καὶ τὸ πάντα ὑπερανεστηκὸς ἀξίωμα; ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, Εἴ γε καὶ ἐγνώκαμεν, φησὶν, τὸν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν. Ἀνεβίω γὰρ ἐκ νεκρῶν, ἀνέθορέ τε πρὸς τὸν Πατέρα μετὰ σαρκός. Ἀλλ' οὐκέτι, φησὶν, κατὰ σάρκα αὐτὸν γινώσκομεν, τουτέστιν, οὐκ ἔτι ἐν τοῖς πάθεσιν ὄντα τῆς σαρκὸς, πάθεσί τε τοῖς φυσικοῖς καὶ ἀνεγκλήτοις φημί. Πρὸ μὲν γὰρ τοῦ τιμίου σταυροῦ, καὶ πεινῆσαι λέγεται, καὶ καμεῖν ἐκ τῆς ὁδοιπορίας, καὶ περίλυπον γενέσθαι· καὶ αὐτὸν δὲ τὸν ἐπὶ ξύλου δι' ἡμᾶς ἀνατλῆναι θάνατον, ἀλλὰ νῦν, οὐκ ἐν τούτοις ὅντα γινώσκομεν. Ἅπαξ γὰρ ἀποθανὼν, οὐκ ἔτι ἀποθνήσκει. Ἄφθαρτος γὰρ ὁ Χριστὸς, ζωὴ κατὰ φύσιν καὶ ζωῆς χορηγὸς, ὅτι καὶ ἐκ ζωῆς πέφηνε τοῦ Πατρός. δʹ. Μετὰ δέ γε τὸ ἐπὶ τῇ λεπρώσῃ χειρὶ παραδόξως τετελεσμένον, καὶ τρίτῳ σημείῳ καθίστησι βεβαιοτέρους. Ἔφη γὰρ πάλιν· Ἐὰν δὲ μὴ πιστεύσωσί σοι τοῖς δυσὶ σημείοις τούτοις, μηδὲ εἰσακούσωσι 69.477 τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν· καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ. Ἄθρει δὴ οὗν πάλιν τὴν τῶν Ἰουδαίων ἀπείθειαν προεγνωσμένην. Μελληταὶ γὰρ ἀείπερ καὶ βραδεῖς εἰς σύνεσιν, καὶ δυσμετακόμιστοι πρὸς ἀλήθειαν. Ἠπειθήκασι γὰρ τῷ τῆς ἐνανθρωπήσεως τρόπῳ, καὶ τοῖς διὰ μέσου παραδόξως τετελεσμένοις. Ὀψὲ δὲ καὶ μόλις τῷ τελευταίῳ σημείῳ πεπιστεύκασιν, εἰ καὶ μὴ πάντες τυχὸν, ἀλλ' οὖν τὸ κατάλειμμα τὸ κατ' ἐκλογὴν χάριτος, ὡς μακάριος γράφει Παῦλος. Καὶ τί τὸ τελευταῖον σημεῖον; Ὁ ἐπὶ ξύλου θάνατος, καὶ ἡ τῷ θανάτῳ παρεζευγμένη καὶ γείτων εὐθὺς ἀναβίωσις τοῦ Χριστοῦ. Ὅτι δὲ σημεῖον δέδοται τοῖς υἱοῖς Ἰσραὴλ τοῦ Σωτῆρος ὁ θάνατος, καὶ αὐτὸ τὸ μέγα καὶ ἀξιάγαστον τῆς ἐκ νεκρῶν ἀναστάσεως μυστήριον, σαφὲς ἂν γένοιτο δι' αὐτῶν τοῦ Σωτῆρος ῥημάτων. Προσῄεσαν μὲν γὰρ οἱ Φαρισαῖοί ποτε μετὰ μυρίων ὅσων σημείων ἐπίδειξιν, εἰρωνευόμενοί τε καὶ λέγοντες· ∆ιδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. Ὁ δὲ πρὸς αὐτούς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Κεκέρδακε δὲ ὅτι πολλοὺς ἐξ Ἰουδαίων οὐχὶ δὴ μόνον, ἀλλὰ καὶ ἐξ ἐθνῶν ὁ τοῦ Ἐμμανουὴλ θάνατος, ἀταλαίπωρον ἰδεῖν. Ἔφη γὰρ πάλιν, ποτὲ μὲν, ὅτι Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντα ἑλκύσω πρὸς ἐμαυτὸν, ποτὲ δὲ αὖ, Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὁρᾷς ὅπως δι' ἐναργοῦς παραδείγματος ὑπέδειξεν ἡμῖν τὸν ἐκ τοῦ θανάτου καρπόν; Ἦν οὖν ἄρα τὸ λοῖσθον ἡμῖν σημεῖον, τοῦ Σωτῆρος οἱ λόγοι, ἐφ' ᾧ καὶ ἡ πίστις οὐχὶ μόνων τῶν ἐξ Ἰσραὴλ, ἀλλὰ καὶ αὐτῶν, ὡς ἔφην, τῶν ἐκ τῆς ἑτέρας πληθύος, φημὶ δὲ τῆς ἐξ ἐθνῶν. Τίνα οὖν δὴ τρόπον αὐτὸ δὴ τοῦτο κατεσημαίνετο; Λήψῃ, φησὶν, ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν· καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ. Ζωῆς μὲν γὰρ τύπος ἤτοι σημεῖον τὸ ὕδωρ· καὶ γάρ ἐστιν ἀληθῶς ἀναγκαῖον εἰς τοῦτο, καὶ χρειωδέστερον τοῖς ἐπὶ γῆς. Οὐκοῦν, οἷάπερ ἐκ ποταμοῦ, τοῦ ζωογονοῦντος τὰ πάντα Πατρὸς, ζωὴ αὐτὸς ἐξέφυ κατὰ ἀλήθειαν ὁ Υἱός. Ὥσπερ γάρ ἐστι φῶς ἐκ φωτὸς, οὕτω καὶ ζωὴ ἐκ ζωῆς. Ὅτι δὴ οὐκ ἔξω ὑποστὰς ἀλλ' ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐδιδάσκετο Μωσῆς· οὐδὲν δὲ ἧττον καὶ ἡμεῖς αὐτοί. Λήψῃ γὰρ, φησὶν, ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ. Εἶτα τοῦτο ἐκχεῖν εἰς γῆν ἐπετάττετο. Τοῦτο δέ ἐστιν, αἰνιγματωδῶς, τῆς ἐνανθρωπήσεως τὸ μυστήριον. Ζωὴ γὰρ ὑπάρχων ὁ Μονογενὴς, καὶ ὡς ἐκ ζωῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀποῤῥύτως γεγεννημένος, ἀνεμίχθη τρόπον τινὰ τῇ ἐκ γῆς ἀνθρωπότητι, καθάπερ ἀμέλει τὸ ὕδωρ τῇ γῇ. 69.480 Κατῴκηκε γὰρ ἐν Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· μονονουχὶ δὲ τῇ ἀνθρωπείᾳ συνενήνεκται φύσει, καὶ ὡς οὐκ ἂν δύναιτό τις νοεῖν ἢ φράσαι· πλὴν εἰς αἷμα