ἐπιθυμίας ὁ ἵμερος τάττεται, ἀλλοθέν τε δῆλον καὶ ἐκ τοῦ «εἰ δέ σε καὶ Πέρσας ἰδέειν ἵμερος αἱρεῖ». [Εστι δὲ παρ' Ἀθηναίῳ καὶ κύριον ὄνομα Ἵμερος, εἷς τῶν Σελευκέων τυράννων. ἴσως δὲ ἀνάλογον αὐτῷ καὶ ἡ ἡρωῒς Ἱμέρα, ᾗ ὁμώνυμος πόλις Σικελική.] Φιλότητα δὲ καὶ ἵμερον ἡ Ἥρα ζητεῖ τὰ ἐν τῷ ῥηθησομένῳ κεστῷ. αὐτὸν οὖν τὸν περιέχοντα ἐθέλουσα εἰπεῖν ἔφη τὰ ἐν ἐκείνῳ, ἵνα ᾖ δῆλον εἰς τί δέεται τοῦ κεστοῦ. Σημείωσαι δέ, ὅπως ἡ Ἥρα καὶ τὴν Ἀφροδίτην ἤπαφε, καὶ ταῦτα μήπω τὸν κεστὸν λαβοῦσα. δοκεῖ γὰρ ὁ κεστὸς ἐπὶ ἔρωτι μόνῳ ἀπατᾶν, ἡ δὲ λοιπὴ πολυειδὴς ἀπάτη καὶ δίχα κεστοῦ γίνεται. Ὅτι δὲ πρὸς τοῖς ἄλλοις καὶ ἀπάτην ἀνθρωποπαθῶς οἱ ποιητικοὶ θεοὶ πάσχουσι, πολλαχόθεν δῆλον. αἰτία δὲ μυθικὴ πιθανολογεῖται τῇ Ἥρᾳ πρὸς Ἀφροδίτην, ἐφ' οἷς τὸν κεστὸν ζητεῖ, τὸ ἐθέλειν δι' αὐτοῦ καταλλάξαι Ὠκεανὸν καὶ Τηθὺν ἀλλήλοις, οἳ ἐπὶ μακρὸν χολούμενοι ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος. εἰς ὃ δῆθεν συντελέσει ὁ κεστός, ἵμερον ἐμβαλὼν καὶ φιλότητα διὰ παραιφάσεως, περὶ ὧν μετ' ὀλίγα εἰρήσεται. (ῃ. 0-4) Τὰ δὲ τοῦ πλάσματος [ἐν μέτρῳ] τοιαῦτα «εἶμι γάρ», φησίν, «ὀψομένη πολυφόρβου πείρατα γαίης, Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, οἵ», φησίν, «ἐμὲ ἐν σφοῖσι», τουτέστιν ἰδίοις, «δόμοισιν ἐῢ τρέφον», ἤγουν εὖ ἔτρεφον, «ἠδ' ἀτίταλλον, δεξάμενοι Ῥείης, ὅτε τε Κρόνον Ζεὺς γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης». (ῃ. 5-7) Εἶτα κατὰ ἐπανάληψιν ἀναγκαίαν ὡς εὐοδοῦσαν εἰς τὰ ἑξῆς ἐπάγει «τοὺς εἶμ' ὀψομένη καί σφιν ἄκριτα νείκεα λύσω· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ». (ῃ. 8-10) Λέγει δὲ καί, ὡς «εἰ κείνους ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι, αἰεὶ αὐτοῖς φίλη τε καὶ αἰδοίη καλεοίμην». (ῃ. 214-7) Ἐφ' οἷς καὶ πείθει τὴν φιλομειδῆ Ἀφροδίτην, καὶ «ἀπὸ στήθεσφιν ἐλύσατο» ἐκείνη «κεστὸν ἱμάντα, ποικίλον. ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο. ἔνθ' ἔνι μὲν φιλότης, ἐν δ' ἵμερος, ἐν δ' ὀαριστύς, πάρφασις, ἥ τ' ἔκλεψε νόον πύκα περ φρονεόντων». (ῃ. 218-21) Τὸν δὴ τοιοῦτον ἱμάντα 3.614 ἔμβαλε χερσὶ ταῖς τῆς Ἥρας, «ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· τῆ», τουτέστι λάβε, δέξαι, «νῦν τοῦτον ἱμάντα, τεῷ δὲ ἐγκάτθεο κόλπῳ, ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται, οὐδέ σέ φημι ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς». (ῃ. 222 ς.) Ὃ καὶ ἀκούσασα Ἥρα ἐγήθησε. «μειδήσασα δ' ἔπειτα μέσῳ», ἢ ἑῷ, «ἐγκάτθετο κόλπῳ» τὸν κεστόν. Γίνεται δὲ αὐτῇ τὸ γηθῆσαι καὶ μειδῆσαι οἷα εἰς φήμην αἰσίαν καί τινα ὄρνιν ἀγαθὸν δεξαμένῃ προαναφωνητικῶς τὸν τῆς Ἀφροδίτης λόγον. οὐ γὰρ εἶπεν, ὅτι φημί σε καταλλάξαι τὸν Ὠκεανὸν καὶ τὴν Τηθύν, ἀλλὰ πρᾶξαι πᾶν ὃ μενοινᾷς. δῆλον δὲ ὡς μενοινᾷ ἡ Ἥρα τὸ ἀπατῆσαι τὸν ∆ία ἐπ' ἀγαθῷ τῶν Ἀχαιῶν. (ῃ. 199) Ὅρα δὲ [ὅτι τε τὸ δαμνῶμαι δαμνᾷ, οἷον «ᾧ τε σὺ πάντας δαμνᾷ ἀθανάτους», ἤγουν δαμάζεις, πρωτότυπόν ἐστι τοῦ δάμνημι, ἀφ' οὗ τὸ δάμναται καὶ τὸ δάμνασθαι καὶ τὰ ὅμοια.] (ῃ. 0) Καὶ ὡς, εἰ καὶ ἀπείρονα γῆν ἐν ἄλλοις ἡ ποίησις λέγει, ἀλλ' ἐνταῦθα κατὰ λόγον ἕτερον, ὃς ἐν ἄλλοις ἐρρέθη, πέρατα γῆς οἶδε. Τὸ δὲ «εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης» καί τινα τῶν ἑξῆς ἐπὶ μακρᾶς τινος ἀποδημίας ῥηθήσεταί ποτε. Τὸ δὲ πολυφόρβου ἀκριβῶς ἐρρέθη. φορβῆς γὰρ ὡς ἐπὶ πολὺ ἐπὶ ἀλόγων κειμένης, ὀρθῶς πολύφορβος ἡ γῆ, οὐ μὴν πάμφορβος. εἰ μὴ ἄρα καταχρηστικῶς φορβὴ μὲν ἡ ἁπλῶς τροφή, πολύφορβος δὲ γῆ ὡς ἐκ μέρους ἡ πάντροφος, [εἴτ' οὖν παμβῶτις κατὰ τὸν Σοφοκλῆν. Ὅτι δὲ τὸ φέρβω, ἐξ οὗ ἡ φορβή καὶ ἡ πολύφορβος, ἐκ τοῦ φέρειν βίον γίνεται, καὶ ὅτι, ὥσπερ ἐκ τοῦ βόσκω βοσκάς βοσκάδος, ὄρνεον ἧττον, φασί, νήττης, οὕτω καὶ ἀπὸ τοῦ φέρβω φορβάς φορβάδος ἐπί τε ζῴων καὶ ἐπ' αὐτῆς δὲ γῆς, ὡς τὸ «φορβάδος ἔκ τε γᾶς ἑλεῖν», δῆλον ἐκ τῶν παλαιῶν. Τοῦ δὲ «πείρατα» χρῆσις καὶ ἐν τῷ «ὀλέθρου πείρατ' ἐφῆπται», ἤγουν ἐπιδέδεται, ἐξῆπται, ἵνα λέγῃ ὅτι δέδεσθε ὡσανεὶ τῷ ὀλέθρῳ, καθά φασιν οἱ παλαιοί. Εὐθεῖα δὲ ἑνικὴ 3.615 τοῦ πείρατα πεῖραρ ὡς φρέαρ, οὗ καὶ αὐτοῦ χρῆσις παρ' Ὁμήρῳ.] (ῃ. 1) Γένεσιν δὲ θεῶν καλεῖ τὸν Ὠκεανὸν διὰ τὸ ἐξ αὐτοῦ ἀλληγορουμένου