170
ἔτη ἀπὸ Ἀδὰμ ευοβʹ. 373 Μετὰ Ἀλεξανδρείας ἅλωσιν ὀλυμπιὰς ἤχθη ρπηʹ. Ἡρώδης ἐπικτίσας τῶν Γαβινίων πόλιν τήν ποτε Σαμάρειαν, Σεβαστὴν αὐτὴν προσηγόρευσε· τὸ δὲ ἐπίνειον αὐτῆς τὸν Στράτωνος πύργον πολίσας ἀπὸ τοῦ αὐτοῦ Καισάρειαν ἐκάλεσεν, ἐφ' ἑκάτερα ναὸν ἐγείρας Ὀκταουίῳ. ὕστερον δὲ καὶ Ἀντιπατρίδα κτίζει ἐν τῷ Λυδῷ πεδίῳ ἀπὸ τοῦ ἑαυτοῦ πατρός, καὶ τοὺς περὶ τὴν Σεβαστὴν οἰκοῦντας, ὧν ἀφείλατο τὴν γῆν, ἐγκατῴκισεν ἐν αὐτῇ. ἔκτισε δὲ καὶ ἑτέρας πόλεις, καὶ τοῖς μὲν Ἰουδαίοις βαρὺς ἦν, τοῖς δὲ ἄλλοις ἔθνεσι δεξιώτατος. Ἦν ὀλυμπιὰς ρπθʹ, ἥτις πρὸ ἓξ καλανδῶν Μαρτίων, κατὰ Ἀντιοχεῖς κδʹ, ἤχθη, δι' ἧς ἐπὶ τῶν ἰδίων ὅρων ἔστη ὁ ἐνιαυτός. Ἀφρικανὸς ἐάσας εἰπεῖν πόσα ἔτη Ὑρκανὸς ἡγήσατο Ἰουδαίων διὰ τὸ ἀντιπίπτειν τῇ ἐκδόσει αὐτοῦ τὰ λδʹ ἔτη Ὑρκανοῦ, πρὸς τούτοις ἔτη γʹ τῆς Ἡρώδου βασιλείας ἐκολόβωσεν, ἀντὶ λζʹ ἐτῶν μόνα λδʹ στοιχειώσας· ὅπερ εἰ δῶμεν ἀληθεύειν, εὑρεθήσεται θνήσκων Ἡρώδης κατὰ τὸ πρῶτον ἔτος τῆς ἐνανθρωπήσεως τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ ἄτοπον κατὰ τὰς εὐαγγελικὰς παραδόσεις. Εὐσεβίου τοῦ Παμφίλου περὶ Ἀντιγόνου καὶ τέλους τῆς Ἰουδαίων βασι λείας, προρρήσεώς τε τοῦ προφήτου ∆ανιὴλ περὶ τῶν οʹ ἑβδομάδων καὶ Ἡρώδου ἀλλοφύλου Ἀντίγονος τῇ Ἰουδαίων βασιλείᾳ ἐπαναστὰς καὶ πολλὰ διαμαχησάμενος ἀναιρεῖται, καὶ ἐνταῦθα καταλήγει τὸ τῶν Ἰουδαίων βασίλειον. Ἡρώδης δὲ αὐτῶν μετὰ ταῦτα ἡγεῖται, οὐδὲν αὐτῷ προσήκουσαν τὴν Ἰουδαίων βασιλείαν παρὰ Ῥωμαίων ὑποδεξάμενος. Ἐνταῦθα δὲ καὶ ὁ προφητευόμενος παρὰ τῷ ∆ανιὴλ Χριστὸς ἡγούμενος τέλος λαμβάνει. μέχρι γὰρ Ἡρώδου Χριστοὶ ἡγούμενοι· οὗτοι δὲ ἦσαν οἱ 374 ἀρχιερεῖς, οἵτινες προεστήκεσαν τοῦ Ἰουδαίων ἔθνους, ἀρξάμενοι μὲν ἀπὸ τῆς κατὰ ∆αρεῖον ἀνανεώσεως τοῦ ἱεροῦ κατὰ τὴν ἑξηκοστὴν καὶ πέμ πτην ὀλυμπιάδα, λήξαντες δὲ ἐπὶ Ὑρκανὸν ἐπὶ τῆς ρπςʹ ὀλυμπιάδος. Τὰ δὲ μεταξὺ τούτων ἔτη γενέσθαι υπγʹ, ὁπόσα καὶ ἡ τοῦ ∆ανιὴλ προ φητεία θεσπίζει λέγουσα· καὶ γνώσῃ καὶ συνήσεις· ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ζʹ καὶ ἑβδομάδες ξβʹ. αὗται δὲ αἱ θʹ καὶ ξʹ ἑβδομάδες συμπλη ροῦσι χρόνον ἐτῶν υπγʹ, ὁπόσα ἔτη τυγχάνει τὰ τῆς ἀρχῆς τῶν Χριστῶν ἡγουμένων. ὧν τελευταίου Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλώτου ληφθέντος Ἡρώδης ὁ Ἀντιπάτρου μηδὲν προσήκουσαν αὐτῷ τὴν τῶν Ἰουδαίωνβασιλείαν ὑπὸ Αὐγούστου καὶ τῆς συγκλήτου Ῥωμαίων παραλαμβάνει, κἄπειτα οἱ τούτου παῖδες μέχρι τῆς ὑστάτης Ἱεροσολύμων πολιορκίας· οὐκέτι οἱ ἐκ διαδοχῆς τοῦ ἱερατικοῦ γένους ἱερῶντο τῷ θεῷ οὐδὲ διὰ βίου κατὰ τὸν Μωυσέως νόμον, ἄσημοι δέ τινες ἄλλοτε ἄλλοι, καὶ οἱ μὲν ἐνιαύσιοι, οἱ δὲ ἔτι ὀλίγῳ πλέον παρὰ τῶν Ῥωμαϊκῶν ἡγεμόνων τὴν ἀρχιερωσύνην ἐξωνοῦντο. Ἡρώδης Ἀντιπάτρου τοῦ Ἀσκαλωνίτου παῖς καὶ μητρὸς Κύπριδος Ἀραβίσσης οὐδὲν αὐτῷ προσήκουσαν τὴν Ἰουδαίων βασιλείαν ὑπὸ Ῥωμαίων ἐγχειρίζεται, καθ' ὃν τῆς τοῦ Χριστοῦ γενέσεως πλησιαζούσης ἡ ἐκ προ γόνων διαδοχὴ ἀρχιερωσύνη τε καὶ ἀρχὴ τῶν Ἰουδαίων κατελύθη, συμ πληρουμένης τῆς παρὰ Μωυσῇ λεγούσης προφητείας· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. ἑξῆς δὲ ὁ ∆ανιὴλ προφητεύει λέγων· καὶ μετὰ τὰς ζʹ καὶ ξβʹ ἑβδομάδας ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔσται ἐν αὐτῷ, καὶ τὸ ἱερὸν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου, καὶ κοπήσονται ἐν κατακλυσμῷ πολέμου. καὶ ἑξῆς φησί· καὶ ἐπὶ τῶν ἱερῶν βδέλυγμα τῶν ἐρημώσεων καὶ ἕως συντελείας καιροῦ συντέλεια δο θήσεται ἐπὶ τὴν ἐρήμωσιν. 375 Ὡς ἔν τισι Ῥωμαϊκαῖς ἐκδόσεσιν ἐμφέρεται ἐν ἐπιτόμῳ περὶ τῶν ἀπὸ Ἀλεξάνδρου ἕως Αὐγούστου χρόνων, καὶ ἔτι τῶν ἀπὸ κτίσεως Ῥώμης καὶ ἀπὸ Τροίας ἁλώσεως καὶ ἕως τοῦ αὐτοῦ Αὐγούστου Καίσαροσ ∆ιαγεγόνασι δὲ ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Φιλίππου τελευτῆς, ἥτις γέ γονε κατὰ τὸ