170
πρὸς τὸν πόλεμον τῷ βασιλεῖ, καὶ εἰς Φώκαιαν καὶ αὐτὸς ἐλθὼν ἅμα στρατιᾷ πεζῇ τε καὶ ἱππικῇ, προσεκύνησέ τε καὶ ἠσπάσατο βασιλέα, καὶ συνδιῆγεν αὐτῷ Φώκαιαν πολιορκῶν. παρεῖχέ τε ἄφθονον ἀγορὰν τῇ βασιλέως στρατιᾷ, ταῖς ὑπ' αὐτὸν κελεύσας πόλεσι καὶ χώραις τὰ ἐπιτήδεια εἰς Φώκαιαν κομίζειν. πέμπτος μὲν οὖν ἠνύετο μὴν Φωκαέων καὶ Μιτυληναίων πολιορκουμένων, μάλιστα δὲ κατὰ τὴν Φώκαιαν συχναί τε καὶ καρτεραὶ ἐγίνοντο τειχομαχίαι καὶ 1.481 ἑλεπόλεις προσήγοντο καὶ ἄλλαι μηχαναὶ πρὸς ἅλωσιν πόλεων ἐξευρημέναι. ἐκπολιορκῆσαι δὲ οὐκ ἠδύναντο αὐτοὺς διά τε καρτερότητα τειχῶν καὶ τὸ εὐρώστως ἀμύνεσθαι Λατίνους καὶ μὴ ἐνδιδόναι. μηκυνομένης δὲ τῆς πολιορκίας ἐπὶ πλέον, ἐπεὶ ὅ,τε σῖτος αὐτοῖς ἐνέδει ἤδη, καὶ τὴν πολιορκίαν ὑπώπτευον οὐ ταχέως λύσειν βασιλέα πρὶν ἢ λιμῷ ἢ τειχομαχίᾳ παραστήσεται αὐτοὺς, μηχανώμενοι τὸ ἐπὶ πλείονα χρόνον ἀντισχήσειν, τοὺς μὲν Ῥωμαίους ὅσοι Φώκαιαν κατῴκουν ἐξήλασαν πανοικεσίᾳ, αὐτοὶ δὲ τὸν σῖτον καὶ ὅσα ἕτερα ἦν ἐπιτήδεια συναγαγόντες, εἰσήγαγον εἰς τὴν ἀκρόπολιν, ἣν αὐτοὶ ἐφρούρουν, καὶ χρώμενοι αὐτοῖς ὑπέμενον τὴν πολιορκίαν. διατρίβοντί τε κατὰ τὴν Φώκαιαν βασιλεῖ οἱ τοῦ Ἀϊτίνη παῖδες, ὃς ἦν σατράπης Ἰωνίας, Χετὴρ καὶ Ἀμοὺρ, ὃν φθάσαντες πρότερον εἰρήκαμεν στόλῳ καταπεπλευκέναι εἰς Θρᾴκην, καὶ τρίτος Σουλαϊμάσας ὠνομασμένος, προσῆλθόν τε κατὰ φιλίαν καὶ προσεκύνησαν καὶ ἐπηγγείλαντο εὖνοι ἔσεσθαι καὶ φίλοι βασιλεῖ, βασιλεύς τε αὐτοὺς τῆς εὐνοίας ἕνεκα δώροις ἀμειψάμενος καὶ εὐεργεσίαις, οἴκαδε ἀπέστειλεν. ἐν τούτοις δὲ ὄντων τῶν πραγμάτων, ἠγγέλλετο ἐκ Βυζαντίου βασιλεῖ ὡς ἐκ Γεννούας κατά τινα ἑτέραν χρείαν τριήρεις ἑκκαίδεκα προσέσχον Γαλατᾷ, ὧν τῷ ναυάρχῳ καὶ τοῖς τριηράρχαις τινὲς τῶν παρὰ Ῥωμαίοις ἐπιφανῶν κρύφα διαλεχθέντες, ἔπεισαν δώροις καὶ ὑποσχέσεσι πολλαῖς προσεταιρισαμένους καὶ τὰς λοιπὰς ἓξ αἵ 1.482 εἰσιν ἐγχώριοι, ἔπειτα καὶ τὰς κατὰ τὴν Μιτυλήνην ἓξ παραλαβόντας, ἐπιθέσθαι αὐτῷ κατὰ τὴν Φώκαιαν. ταῦτα δὲ τοὺς Ῥωμαίους συνεσκευακέναι οὐ τῆς τῶν Γεννουϊτῶν προνοίας ἕνεκα, ἀλλ' ἐπίβουλοι καὶ προδόται βασιλέως γεγενημένοι, καὶ τῆς ἀρχῆς κρατῆσαι βουληθέντες ἐξ ὧν ᾤοντο δυνήσεσθαι διαφθεῖραι ἔπραττον. λʹ. Βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο τοιαῦτα, τήν τε οὖσαν παρεσκεύαζε δύναμιν ὡς ἢν δέῃ ναυμαχήσων, καὶ ἑτέραν ἀπὸ τῶν κατὰ τὴν Ἰωνίαν βαρβάρων προσεπορίζετο ὅση δυνατή. καὶ Σαρχάνης μὲν τέτταρας καὶ εἴκοσι παρέσχετο ναῦς καὶ στρατιὰν πολλὴν πεζήν τε καὶ ἱππικὴν, ἣ ἐλθοῦσα ἐστρατοπεδεύετο παρὰ τὴν Φώκαιαν· Ἀμοὺρ δὲ ὁ τοῦ Ἀϊτίνη, τοῦ μεγάλου δομεστίκου πείσαντος, τριάκοντα ναυσὶ συνεμάχει βασιλεῖ. ὁ γὰρ μέγας δομέστικος καὶ πρότερον μὲν εἶχε πρὸς Ἀμοὺρ φιλίως καὶ γράμμασιν αὐτῷ ὡμίλει καὶ τὴν εὔνοιαν ἐπεδείκνυτο, συνεγένετό τε καὶ ἐπὶ μικρὸν ὀλίγῳ πρότερον, ὅτε κατὰ Φώκαιαν πρὸς βασιλέα ἧκε· τότε δὲ τῆς χρείας καλούσης, πρεσβείαν πέμψας πρὸς αὐτὸν, οὐ δίκαιον ἔφασκεν εἶναι οὐδὲ καθ' ἡδονὴν αὐτῷ γράμμασι καὶ ἀγγελίαις ὥσπερ πρότερον καὶ αὖθις ὁμιλεῖν. πρότερον γὰρ αἰτίαν εἶναι τῆς τοιαύτης συντυχίας τὸ πολὺ ἀλλήλων διεστάναι· νυνὶ δὲ ἐγγὺς διατριβόντων, δίκαιον εἶναι, εἴγε καὶ αὐτῷ κατὰ γνώμην εἴη, ἐν ὡρισμένῳ τινὶ τόπῳ συγγενέσθαι καὶ τῆς ἀλλήλων ὁμιλίας ἀπολαῦσαι καὶ τὴν οὖσαν ἐπιβεβαιώσα 1.483 σθαι φιλίαν. ὁ μέγας μὲν οὖν δομέστικος τοιαῦτα ἐπρεσβεύετο· Ἀμοὺρ δὲ, ὡς ἤκουσεν, εὐτυχίας οὐδεμιᾶς ἐνόμισε δευτέραν τὴν περὶ τῶν τοιούτων ἀγγελίαν, ἀλλὰ τὰ μέγιστα οἰόμενος εὐεργετεῖσθαι, τῶν ἄλλων πάντων ἀμελήσας, κατὰ τὰς Κλαζομενὰς γενόμενος συνεγένετο αὐτῷ, καὶ ἀποβάντα τῶν νεῶν εἱστίασέ τε φιλοτίμως καὶ πολλὴν ἐπεδείξατο φιλοφροσύνην. ἐπὶ τέσσαρσι δὲ ἡμέραις ὁ μέγας δομέστικος αὐτῷ συνδιατρίψας, βασιλεῖ τε ἔπεισε προσέχειν ὡς δεσπότῃ καὶ τῶν ὑπ' ἐκείνῳ τελούντων ἐπιφανῶν Ῥωμαίων νομίζειν ἕνα, καὶ ἑαυτῷ συνέδησεν ἀῤῥήκτοις φιλίας δεσμοῖς. τάς τε ναῦς παρῄνει πέμπειν ὡς τάχιστα βασιλεῖ δεομένῳ συμμαχίας,