170
λυθησομένου, φροντίδι δέ γε τοῦ λύσοντος, ινα μὴ δοκῇ τῇ μεταστάσει τοῦ αὐτοκράτορος ἐφηδόμενος ἐκ τοῦ λῦσαι τὸν ἐκείνου δέσμιον τάχιστα. ἡμερῶν δὲ μετρίων παρελθουσῶν μεταπέμπεται τὸν ̓Αγρίππαν, κείρει τε τὸ περιττὸν τῆς τριχὸς καὶ μεταμφιέννυσιν, ειτα καὶ τὸ διάδημα περιτίθησι καὶ βασιλέα τῆς Φιλίππου τετραρχίας καθίστησι, προσθέμενος καὶ τὴν Λυσανίου τετραρχίαν εἰς αυξησιν, καὶ χρύσεα χαλκείων ἀλλάττει, ἀντὶ τῆς σιδηρᾶς ἁλύσεως μεθ' ης ἐδέδετο χρυσῆν ἰσόρροπον αὐτῷ παρασχόμενος. Τῷ δὲ δευτέρῳ ἐνιαυτῷ τῆς μοναρχίας Γαΐου ἠξίου ̓Αγρίππας ἐκχωρηθῆναι αὐτῷ ἀφικέσθαι πρὸς τὰ οἰκεῖα, καὶ αυθις ἐπανελθεῖν κατετίθετο, οἰκονομησάμενος εἰς δέον τὰ τῆς ἀρχῆς· καὶ ἐνδόντος Γαΐου ἐξέπλευσεν. ̔Ηρωδιὰς δὲ ἡ αὐτοῦ ἀδελφὴ ἐφθόνει τῆς εὐπραγίας τῷ ἀδελφῷ, καὶ μάλιστα ὁπότε μετὰ τῶν τῆς βασιλείας παρασήμων ἑώρα αὐτὸν τοῖς πλήθεσι χρηματίζοντα, ἐξηρέθιζέ τε τὸν ανδρα ἐπὶ ̔Ρώμης πλεῖν καὶ ισην ἀρχὴν μνηστεύσασθαι ἑαυτῷ· ὁ δὲ ἡσυχάζειν ἐβούλετο. καὶ ἡ γυνὴ σφοδρότερον ἠνώχλει τἀνδρί, πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ κελεύουσα, καὶ οὐκ ἀνῆκεν εως καὶ ακοντα τὸν ̔Ηρώδην ἑαυτῇ πεποίηκεν ὁμογνώμονα. ἀνήγετο ουν σὺν τῇ γυναικὶ ἐπὶ ̔Ρώμης. ̓Αγρίππας δὲ καὶ αὐτὸς εἰς τὴν ̔Ρώμην παρεσκευάζετο, προύπεμψε δὲ τῶν ἀπελευθέρων ενα δῶρα τῷ αὐτοκράτορι κομίζοντα καὶ ἐπιστολὰς κατὰ τοῦ ̔Ηρώδου. καὶ καταλαμβάνουσι 2.27 τὸν Γάιον ἐν Βαίαις πολιχνίῳ τῆς Καμπανίας. αμα τε τῷ ̔Ηρώδῃ εἰς οψιν ηκεν ὁ Γάιος καὶ αμα τὰς ̓Αγρίππου ἐπιστολὰς ἐπῄει, κατηγορούσας ἐκείνου πρὸς Σηιανὸν ὁμολογίαν κατὰ τῆς Τιβερίου ἀρχῆς, καὶ πρὸς ̓Αρτάβανον αυθις τὸν Πάρθον τότε κατὰ τῆς αὐτοῦ Γαΐου. τεκμήριον δ' ἐποιεῖτο τοῦ λόγου οπλων ἀπόθεσιν ἐν ταῖς ὁπλοθήκαις ̔Ηρώδου, μυριάσιν ὁπλιτῶν ἀρκούντων ἑπτά. ἐκινεῖτο δ' ὑπὸ τῶν ἐπεσταλμένων ὁ Γάιος, καὶ ἠρώτα τὸν ̔Ηρώδην εἰ ἀληθὴς ὁ περὶ τῶν οπλων λόγος. τοῦ δὲ καταθεμένου, πιστεύσας τῇ ἀποστάσει αὐτοῦ τὴν τετραρχίαν ἀφαιρεῖται καὶ τῇ βασιλείᾳ τοῦ ̓Αγρίππου προστίθησι, καὶ τὰ χρήματα αὐτῷ ὁμοίως δωρεῖται, τὸν δὲ ̔Ηρώδην ἀειφυγία κατέκρινεν. ̔Ηρωδιάδι δὲ ὡς ̓Αγρίππου ὁμαίμονι τά τε χρήματα οσα ἐκείνῃ διέφερεν ἐδίδου, καὶ μηδὲ κοινωνεῖν ἐκέλευε τῆς φυγῆς τῷ ἀνδρί, διὰ τὸν ̓Αγρίππαν. ἡ δὲ χάριτας μὲν ὡμολόγει Γαΐῳ, οὐ δίκαιον δ' ελεγεν ειναι τῆς εὐδαιμονίας τῷ ἀνδρὶ κοινωνήσασαν ἐγκαταλιπεῖν ἐπὶ ταῖς δυσπραγίαις αὐτόν. ̔Ο μέντοι Γάιος τὸν μὲν πρῶτον ἐνιαυτὸν καὶ τὸν ἐφεξῆς μετριώτερον ἐχρῆτο τοῖς πράγμασι, προϊὼν δὲ ἐξεθείαζεν ἑαυτὸν καὶ θεοῦν ἐπεχείρει. καὶ δὴ στάσεως γεγονυίας τοῖς ἐν ̓Αλεξανδρείᾳ ̓Ιουδαίοις καὶ Ελλησι τρεῖς ἀφ' ἑκατέρου μέρους παρῆσαν πρὸς τὸν Γάιον πρεσβευταί. ̓Απίων δὲ τῶν ̓Αλεξανδρέων πρέσβεων εις αλλα τε κατηγόρει τῶν ̓Ιουδαίων καὶ ὡς πάντων τῶν ὑπὸ ̔Ρωμαίους βωμοὺς τῷ Γαΐῳ καὶ ναοὺς ἀνιστώντων καὶ ὡς θεὸν τιμώντων ουτοι μόνοι αδοξον ηγηνται ἀνδριᾶσι τιμᾶν αὐτὸν καὶ ορ2.28 κιον αὐτοῦ ποιεῖσθαι τὸ ονομα. ἐπὶ τούτοις Φίλων τῆς τῶν ̓Ιουδαίων πρεσβείας προεστηκώς, ἀνὴρ ενδοξος καὶ φιλοσοφίας οὐκ απειρος, ετοιμος ην ὑπεραπολογήσασθαι τῶν ὁμοεθνῶν. ὁ δὲ Γάιος οὐκ ἠνέσχετο, κελεύσας ἐκποδὼν ἀπελεύσεσθαι, δῆλός τε ην κακώσων αὐτούς. καὶ ὁ Φίλων ἐξελθὼν περιυβρισμένος φησὶ πρὸς τοὺς περὶ αὐτὸν ̓Ιουδαίους ὡς χρὴ θαρρεῖν· οὐ γὰρ εἰς αὐτοὺς ὁ Γάιος πεπαρῴνηκεν, εἰς δὲ τὸ θεῖον αὐτό. ̔Ο δ' αὐτοκράτωρ δεινὸν ἡγούμενος ὑπὸ ̓Ιουδαίων μὴ ὡς θεὸς σεβασθῆναι, Πετρώνιον ἐκπέμπει διάδοχον τῆς Οὐιτελλίου ἀρχῆς, κελεύσας χειρὶ πολλῇ ἐμβαλεῖν εἰς τὴν ̓Ιουδαίαν καὶ ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῷ ναῷ τοῦ θεοῦ· εἰ δὲ μὴ ἑκόντες παραχωροῖεν, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. καὶ ὁ Πετρώνιος τὴν τῆς Συρίας παρειληφὼς ἀρχὴν ἠπείγετο πληρώσων τὰς τοῦ Καίσαρος ἐντολάς. καὶ εἰς Πτολεμαΐδα γενομένῳ προσῆλθον ̓Ιουδαίων πολλαὶ μυριάδες δεόμεναι μὴ βιάζεσθαι σφᾶς ἐπὶ παραβάσει τῶν πατρίων, "Εἰ δ' ἀπαραίτητος ει," ελεγον, "ἡμᾶς πρότερον διαχειρισάμενος ουτως ιστα τὸ αγαλμα." Πετρώνιος δ' ἀπεκρίνατο ὡς εἰ μὲν ἀφ' ἑαυτοῦ ταῦτ' επραττον, δίκαιος