170
συλλαβήν· καὶ εἰ μὲν ωσι δύο σύμφωνα, ἀποβάλλουσι τὸ εν· δοῦναι δόμεναι, θεῖναι θέμεναι· εἰ δὲ εὑρεθῇ εν εχον, φυλάσσει αὐτό· οιον, στῆναι στήμεναι, βῆναι βήμεναι, ειναι εμμεναι. ̓Εμέλλησεν. ὑπερέθετο, ἐβράδυνεν. ̓Εμεγαλύνθη. ὑψώθη. ̓Εμετεωρίσθησαν. ἐχάρησαν. Εμελλεν. ἐφαίνετο, ἀπέκειτο, ἐῴκει. παρ' ̔Ομήρῳ. ̓Εμείωσασ. ἠλάττωσας. ̓Εμηδίασαν. τὰ τῶν Μήδων ειλοντο. οτι μετὰ τὴν ἐν Μαραθῶνι μάχην οἱ Θετταλοὶ ἐμηδίασαν. ̓Εμημεκώσ. ἐμέσας. ̓Εμηχανᾶτο. ἐτεχνάζετο. ἀνέμβατα ορη ἐμηχανᾶτο φαίνεσθαι. ̓Εμηνίων. ὠργίζοντο. ̓Εμήνυον. ἀνεμάνθανον. ̓Εμήσατο. ἐβουλεύσατο. ̓Εμιτρώσατο. ἐζώσατο. ̓Εμιτροφόρουν. ἀντὶ τοῦ μίτρας ητοι ζώνας διαζωσάμενοι. ̓Εμνώοντο. μνήμην ἐποιοῦντο. ̓Εμόγησα. ἐμόχθησα· ἐκακοπάθησα. epsilon.708 Εμμορεν. ελαχεν, ετυχεν. εστι δὲ δεύτερος ἀόριστος ἀπὸ τοῦ μορῶ, ο σημαίνει τὸ τυγχάνω. οτι δὲ δεύτερος ἀόριστος, δῆλον. καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εμμορον εὑρίσκομεν. ̓Εμπαροινοῦντεσ. ἐνυβρίζοντες. ̓Εμπάζεται. ἐπιστρέφεται, η φροντίζει. ̓Εμπάζομαι. ἐντίθεμαι, λόγον ποιοῦμαι. †οιον· ουτι θεοπροπίης ἐμπάζομαι- παρὰ τὸ εμπης· η παρὰ τὸ εμπαιος.† ̓Εμπεδοῖ. βεβαιοῖ, στερεοῖ. ̓Εμπεδορκεῖν. ἐμπέδως τηρεῖν τὰ ορκια. ὡς αν ἐμπεδορκοίη, ηλαυνεν εἰς τὴν πόλιν. ̓Εμπεσών. αρξας τῶν πραγμάτων. ος ἐμπεσὼν τοῖς πράγμασιν. ̓Εμπερονῆσαι. διατρῆσαι, διατρυπῆσαι. ̓Εμπεφυυῖα. ἰσχυρῶς κρατοῦσα, καὶ ἐμπεφύασιν. οιον· ως εχετ' ἐμπεφυυῖα. εστι φῦμι, τὸ προσπελάζω, ὁ μέλλων φύσω, ὁ παρακείμενος πέφυκα, ἡ μετοχὴ ὁ πεφυκὼς, ἀποβολῇ συμφώνου πεφυὼς, καὶ τὸ θηλυκὸν πεφυυῖα καὶ ἐμπεφυυῖα. ̓Εμπειρεῖν. πεπειραμένως εχειν. φήσας γεγονέναι πλείω χρόνον ἐν ταῖς Σάρδεσι καὶ τὸν τόπον ἐμπειρεῖν. epsilon.709 ̓Εμπιπρᾶται. καίεται, ἐμπυρίζεται. ̓Εμπιπλᾶται. πληροῦται· χορτάζεται. ̓Εμπίπλη. ̓Αττικόν. ̓Αττικοὶ γὰρ λίαν ἀποβο λὴν τοῦ μ ποιοῦσι. ἡ κοινὴ γὰρ ιστημι, αὐτοὶ δὲ ιστη. ̓Εμπλασσόμενοι. προσκρούοντες, προσπελάζοντες. οἱ δὲ Καρχηδόνιοι ἀλλήλοις ἐμπλασσόμενοι καὶ περιπίπτοντες τοῖς θηρίοις ἀπέθνησκον. καὶ ἀντὶ τοῦ ἐπεμβαίνοντες καὶ συῤῥηγνύμενοι. τοῖς φίλοις καὶ οἰκείοις ἐμπλασσόμενοι, ἀπέσφαττον αὐτοὺς ὡς πολεμίους. ̓Εμπλασσόμενοι. ἐμπίπτοντες τῷ ποταμῷ. οἱ δὲ ἐμπλασσόμενοι κατέῤῥεον εἰς τὰ ἐπὶ θάτερα τοῦ ποταμοῦ. Θουκυδίδης τοῦτο φησί. καὶ ἀντὶ τοῦ μολυνόμενοι. παλάσσω γὰρ τὸ μολύνω. ̓Εμπλείμην. κορεσθείην. εὐκτικῆς ἐγκλίσεως τετύχηκεν. εστι γὰρ τὸ ἐμπιπλῶ, ο παρὰ ἀναδιπλασιασμὸν κλίνεται. ̓Αριστοφάνης· βάλλων ἐκεῖνον οὐκ αν ἐμπλείμην λίθοις. epsilon.710 Εμπλην. ἐπλησίαζον. εστι ῥῆμα πλῶ τὸ πλησιάζω, παράγωγον πλῆμι. ὁ δεύτερος ἀόριστος επλην. γίνεται δὲ καὶ ἀπὸ τοῦ πλῶ κατὰ ἀναδιπλασιασμὸν πιπλῶ, πίπλημι, ὡς στῶ, ἱστῶ, ιστημι. καὶ πλῶ, πλήσω, πλήτης, καὶ ἐν συνθέσει τειχεσιπλήτης. η εμπλην, πλησίον καὶ ἐγγύς. παρὰ τὸ πέλω ῥῆμα, ο δηλοῖ τὸ πλησίον. καὶ ἐν συγκοπῇ πλῶ, καὶ συνθέσει ἐμπλῶ, καὶ εμπλην. Βοιωτῶν δ' εμπλην ἐπ' ἀρίστεων-. ̓Εμπλατειάσασα. τρυφερευσαμένη. ̓Εμπωλεῖ. πραγματεύεται. καὶ ἐμπωλήσαντες. ̓Εμπολήσωμεν. ἀντὶ τοῦ ἐμπορευσώμεθα. η κερδήσωμεν καὶ συνάξωμεν πωλήσαντες τὸν καρπόν. ̓Εμπολεμῶσαι. τὸ πολεμίους ποιῆσαι, καὶ ἐπὶ πόλεμον τινὰς παροξύναι. ἐκπολεμῆσαι δὲ, τὸ ἐκπορθῆσαι. epsilon.711 ̓Εμπομπεύων. ἐπιφαίνων. θριαμβεύων. ̓Εμπορπῶ. τὸ συμβάλλω. καὶ ἐμπορποῦσθαι. ̓Εμπρήσαντεσ. καύσαντες. ἐμπρίσαντες δὲ ἀντὶ τοῦ συσφίγξαντες καὶ προσαρμόσαντες, ˉι. οἱ δὲ ἐμπρίσαντες τοὺς ὀδόντας τοῦ ειξαι τῷ τυράννῳ, γεγόνασι κρείττους. ̓Εμυκᾶτο. ἐβρυχᾶτο. ̓Αριστοφάνης· εβλεψεν εἰς ἐμὲ δριμὺ καὶ ἐμυκᾶτό γε. ̓Εμύξατο. εξεσεν. ̓Εμυωπίασεν. ακροις τοῖς ὀφθαλμοῖς προσέσχε. μυωπάζω γὰρ τὸ καμμύω. ̓Εμφαλκωμένοισ. περιπεπλεγμένοις. επειτα κάλοις ἐμφαλκωμένοις. ̓Εμφανίζω σοι. φανερῶ σοι. ̓Εμφαίνων. δεικνύς. ̓Εμφοροῦμαι. κορέννυμαι. ̓Εμφιλοχωρεῖ. ἐνδιατρίβει. ̓Εμφύσ. ἐμπλακεὶς, ἐμπεσών. ὁ δὲ Κέλτος προθυμίαν ειχεν ἐμφὺς τῷ πολέμῳ καὶ χερσὶ καὶ στόματι δίκην θηρίου διασπάσαι αὐτόν. ̓Εμπρέποντα. διαπρέποντα. ̓Εμῶ. τὸ τὴν τροφὴν ἐμβάλλω.