γαμβρόν τε ποιήσασθαι ἐπὶ μιᾷ τῶν θυγατέρων καὶ ἀναγορεῦσαι βασιλέα. καὶ δὴ πέμπεται ἄξων αὐτὸν εὐνοῦχός τις τῶν πιστικωτάτων, ὁ λεγόμενος Ἐργοδότης. σπουδῇ δὲ τοῦ Συμεὼν φιλίως διακειμένου πρὸς τὸν πατρίκιον Ῥωμανὸν τὸν Ἀργυρόν, αὕτη μὲν παρωράθη ἡ γνώμη, καὶ στέλλεταί τις τάχα ἐκ βασιλέως ἐς τὸν ∆αλασσηνόν, ἐκεῖσε προσμένειν κελεύοντος αὐτόν, ὅπῃ ἂν ἡ γραφὴ καταλήψηται, ἄγεται δὲ ὁ Ῥωμανὸς ἐς τὰ βασίλεια. ἀχθέντι δὲ δύο προτίθενται γνῶμαι, ἢ διαζυγῆναι τῆς νομίμου γυναικὸς τῇ βασιλέως τε θυγατρὶ συναφθῆναι καὶ βασιλέα ἀναγορευθῆναι, ἢ πηρωθῆναι τοὺς ὀφθαλμούς. τοῦ δὲ ἰλιγγιῶντος καὶ ἀναδυομένου πρὸς τούτων ἑκάτερον, ἡ σύνοικος δείσασα περὶ τἀνδρός, μή τι καὶ πάθῃ φλαῦρον, τὴν κοσμικὴν ἑκουσίως ἀπέθετο τρίχα καὶ τῷ συζύγῳ πρὸς τῇ ὄψει ἐχαρίσατο καὶ τὴν βασιλείαν. οὐσῶν δὲ τῷ Κωνσταντίνῳ θυγατέρων τριῶν ἐκ τῆς θυγατρὸς τοῦ πατρικίου Ἀλυπίου, ἣν ἔτι ζῶντος τοῦ Βασιλείου ἡρμόσατο, ἡ μὲν καθ' ἡλικίαν πρωτεύουσα Εὐδοκία ἀπεκείρατο, ἡ τρίτη δὲ Θεοδώρα ἀπηνήνατο συζυγῆναι τῷ Ῥωμανῷ, ἢ διὰ τὸ συγγενές, ὥς φασιν, ἢ διὰ τὸ ἔτι τὴν ἐκείνου σύζυγον ζῆν. ἡ δὲ τῷ χρόνῳ δευτέρα Ζωὴ τὸν περὶ τῆς συνοικίας λόγον προσενεχθέντα ἀσπασίως ἐδέξατο. λόγου δὲ περὶ τῆς συγγενείας κινηθέντος, καὶ τῆς ἐκκλησίας σὺν τῷ πατριάρχῃ λυσάντων τὸ ἀμφίβολον, ἱερολογεῖται ὁ Ῥωμανὸς τῇ Ζωῇ καὶ αὐτοκράτωρ ἀναγορεύεται βασιλεύς. καὶ μετὰ τρεῖς ἡμέρας Κωνσταντῖνος ἀπέθανε, ζήσας μὲν τὸν ἅπαντα τῆς ζωῆς αὐτοῦ χρόνον ἑβδομήκοντα ἔτη, ἐπὶ τρεῖς δὲ ἑνὸς δέοντος μηνὸς βεβασιλευκώς.
Roman3.t ΡΩΜΑΝΟΣ Ο ΑΡΓΥΡΟΣ Roman 3.1 Οὕτω δὲ παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν τὸν τῆς πηρώσεως κίνδυνον
διαδρὰς ὁ Ῥωμανὸς τὸ τῆς βασιλείας περιζώννυται κράτος, καὶ βασιλεὺς αὐτοκράτωρ ἅμα Ζωῇ τῇ τοῦ Κωνσταντίνου ἀναγορεύεται θυγατρί. ἅμα τε οὖν ἐπὶ τὸν βασίλειον ἐκάθισε θρόνον, καὶ ἅμα προοιμίοις ἀγαθοῖς καὶ ἐπιβατηρίοις ἐπαινετοῖς ἐδεξιοῦτο τοὺς ὑπὸ χεῖρα, ἀπὸ τῆς εὐσεβείας πρότερον ἀρξάμενος ἀγαθοεργεῖν. ἐνδέουσαν γὰρ τὴν πρόσοδον τῆς μεγάλης εἰδὼς ἐκκλησίας, ἅτε οἰκονόμος ταύτης γενόμενος ἐν τοῖς ἔμπροσθεν χρόνοις, καὶ τῶν ἄλλων, ὁπόσαις ὑπηρετεῖσθαι ἔθος παρὰ τοῦ ταύτης κλήρου, ὀγδοήκοντα ἀνὰ πᾶν ἔτος χρυσίου λίτρας χορηγεῖσθαι τούτοις τετύπωκεν εἰς προσθήκην ἀπὸ τοῦ βασιλικοῦ ταμιείου. ἐξέκοψε δὲ καὶ τέλεον ἀπερρίζωσε τὸ ἀλληλέγγυον, ὅπερ ἐμελέτα μὲν ὁ Κωνσταντῖνος ποιῆσαι, οὐκ ἔφθασε δέ. ἐκένωσε δὲ καὶ τὰς φυλακὰς τῶν καθειργμένων διά τινας εὐθύνας, τὰ μὲν δημόσια χρέα χαριζόμενος, ἀποτιννὺς δὲ τὰ ἰδιωτικά. ἀπελυτρώσατο δὲ καὶ τοὺς κατεχομένους αἰχμαλώτους ἐν Πατζινακίᾳ. ἐτίμησε δὲ καὶ συγκέλλους μητροπολίτας τρεῖς, τὸν Ἐφέσου Κυριακὸν ὡς τοῦ πατριάρχου ὁμαίμονα, ∆ημήτριον τὸν Κυζίκου ὡς λίαν αὐτῷ καὶ πρὸ τῆς βασιλείας πεφιλημένον, καὶ Μιχαὴλ τὸν Εὐχαΐτων καθ' αἷμα τούτῳ ἐγγίζοντα διὰ τὸ ἀναφέρειν τὸ γένος εἰς τοὺς λεγομένους Ῥαδηνούς. Ἰωάννην δὲ τὸν τοῦ Βασιλείου τοῦ βασιλέως πρωτονοτάριον, ἤδη τὴν κοσμικὴν κειράμενον τρίχα, μεταπεμψάμενος καὶ σύγκελλον τιμήσας τῇ τῆς ἑαυτοῦ συζύγου ἀδελφῇ Θεοδώρᾳ φρουρὸν κατέστησε. πολλοὺς δὲ καὶ τῶν λειτουργῶν τοῦ θεοῦ ἐκ τῶν ἀλληλεγγύων εἰς ἐσχάτην ἐλθόντας ἀνεκτήσατο πενίαν, καὶ τοὺς ἄλλους δυσφοροῦντας καὶ πιεζομένους ἀπορίαις παραμυθίας ἠξίωσε. παρέσχε δὲ καὶ χρημάτων πλῆθος ἀριθμοῦ κρεῖττον ὑπὲρ σωτηρίας ψυχῆς τοῦ ἑαυτοῦ πενθεροῦ. ἠξίωσε δὲ παραπλησίως καὶ τοὺς ὅσοι κακῶς ἔπαθον ὑπ' αὐτοῦ, τοὺς μὲν εἰς ἀξιώματα προβιβάσας, τοὺς δὲ ἐν κτήμασι καὶ ἄλλους ἐν χρήμασι παραμυθησάμενος. ἀνήγαγε δὲ καὶ εἰς τὸ λαμπρὸν τῶν μαγίστρων ἀξίωμα τὸν ἐπ' ἀδελφῇ γαμβρὸν αὐτοῦ Ῥωμανὸν τὸν Σκληρόν, ὃν ὁ Κωνσταντῖνος, ὡς εἴπομεν, ἀπετύφλωσεν. ἀνεκαλέσατο δὲ καὶ τῆς χρονίας