170
κατατολμῶντας λοιπὸν τῆς πτήσεως, ἐκβάλλουσι τῆς καλιᾶς, τύπτοντες τοῖς πτεροῖς, καὶ ὠθοῦντες, καὶ οὐδεμίαν ἐπιμέλειαν ποιοῦνται πρὸς τὸ λοιπόν. Ἐπαινετὸν τῆς κορώνης τὸ φιλότεκνον, ἣ καὶ πετομένων ἤδη παρέπεται, σιτίζουσα αὐτοὺς καὶ ἐκτρέφουσα μέχρι πλείστου. Πῶς ἐπ' ἔργα σε διεγείρει ὁ σύνοικος ὄρνις, ὀξείᾳ τῇ φωνῇ ἐκβοῶν, καταμηνύων πόῤῥωθεν; ὡς ἄγρυπνον τὸ τῶν χηνῶν γένος, καὶ πρὸς τὴν τῶν λανθανόντων αἴσθησιν ὀξύτατον· οἵ γέ ποτε καὶ τὴν βασιλίδα πόλιν περιεσώσαντο, πολεμίους τινὰς ὑπὸ γῆς δι' ὑπονόμων ἀφανῶν ἤδη μέλλοντας τὴν ἄκραν τῆς Ῥώμης καταλαμβάνειν καταμηνύσαντες. Ἐν ποίῳ γένει τῶν ὀρνίθων οὐκ ἰδιόν τι θαῦμα ἡ φύσις δείκνυσι; Τίς ὁ τοῖς γυψὶ παραγγέλλων τῶν ἀνθρώπων τὸν θάνατον, ὅταν ἐπ' ἀλλήλων ἐπιστρατεύσωσιν; Ἴδοις γὰρ ἂν μυρίας ἀγέλας γυπῶν τοῖς στρατοπέδοις παρεπομένας, ἐκ τῆς τῶν ὅπλων παρασκευῆς τεκμαιρομένων τὴν ἔκβασιν. Πῶς σοι τὰς φοβερὰς τῆς ἀκρίδος διηγήσομαι; ὑφ' ἑνὶ συνθήματι πᾶσα ἀρθεῖσα, καὶ στρατοπεδευσαμένη κατὰ τὸ πλάτος τῆς χώρας, οὐ πρότερον ἅπτεται τῶν καρπῶν, πρὶν ἢ ἐνδοθῆναι αὐτῇ τὸ θεῖον πρόσταγμα. Τίς ὁ τρόπος τῆς μελῳδίας τοῦ τέττιγος; Ἐὰν καταμάθῃς, πῶς εἰς βάθος ὁ κύκνος, καθιεὶς τὸν αὐχένα κάτωθεν, ἑαυτῷ τὴν τροφὴν ἀναφέρει, τότε εὑρήσεις τὴν σοφίαν τοῦ Κτίσαντος· ὅτι διὰ τοῦτο μακρότερον τῶν ποδῶν τὸν αὐχένα προσέθηκεν, ἵνα ὥσπερ τινὰ ὁρμιὰν καταγαγὼν, τὴν ἐν τῷ βάθει κεκρυμμένην τροφὴν ἐκπορίζῃ. ∆ιαφόροις ἰδιώμασιν ἕκαστον τῶν ζώων κέκριται. Εὐσταθὴς μὲν ὁ βοῦς, νωθὴς δὲ ὁ ὄνος, θερμὸς ὁ 95.1581 ἵππος πρὸς ἐπιθυμίαν τοῦ θήλεως, ἀτιθάσσευτος ὁ λύκος, καὶ δολερὸν ἡ ἀλώπηξ, δειλὸν ἡ ἔλαφος, ὁ μύρμηξ φιλόπονος, εὐχάριστον ὁ κύων καὶ πρὸς φιλίαν μνημονευτικόν. Ὁμοῦ τε γὰρ ἐκτίσθη ἕκαστον, καὶ συνεπηγάγετο ἑαυτῷ τῆς φύσεως τὸ ἰδίωμα· συναπεγεννήθη θυμὸς τῷ λέοντι, τὸ μοναστικὸν αὐτοῦ τῆς ζωῆς, τὸ ἀκοινώνητον πρὸς τὸ ὁμόφυλον. Οἷον γάρ τις τύραννος τῶν ἀλόγων διὰ τὴν ἐκ φύσεως ὑπεροψίαν, τὴν πρὸς τοὺς πολλοὺς ὁμοτιμίαν οὐ καταδέχεται. Ὧ καὶ τοιαῦτα φωνῆς ὄργανα ἡ φύσις ἐνέθηκεν, ὥστε τὰ πολλὰ τῶν ζώων ὑπερβάλλοντα τῇ ταχύτητι, μόνῳ πολλάκις ἁλίσκεσθαι τῷ βρυχήματι. Ῥαγδαῖον πάρδαλις, καὶ ὀξύῤῥοπον ταῖς ὁρμαῖς ἐπιτήδειον αὐτῆς τὸ σῶμα συνέζευκται, τῇ ὑγρότητι καὶ τῷ κούφῳ τοῖς τῆς ψυχῆς κινήμασι συνεπόμενον. Νωθρὰ ἡ φύσις τῆς ἄρκτου, ἰδιότροπον καὶ τὸ ἦθος, ὕπουλον, βαθὺ, ἐνδεδυκός. Ὁ μύρμηξ θέρει τὴν χειμέριον τροφὴν θησαυρίζει, ἕως ἂν τὴν ἀρκοῦσαν αὐτῷ τροφὴν ἐναπόθηται τοῖς ταμιείοις, καὶ οὐδὲ τοῦτο ῥᾳθύμως, ἀλλὰ σοφῇ τινι ἐπινοίᾳ τὴν τροφὴν ἐνδιαρκεῖν μηχανησάμενος. ∆ιακόπτει γὰρ ταῖς ἑαυτοῦ χηλαῖς τῶν καρπῶν τὸ μεσαίτατον, ὡς ἂν μὴ ἐκφυέντων ἄχρηστοι τὴν τροφὴν αὐτῷ γένοιντο. Τίς ἐφίκοιτο λόγοις; ποία χωρήσει ἀκοή; τίς ἐξαρκέσει χρόνος πάντα εἰπεῖν καὶ διηγήσασθαι τοῦ τεχνίτου τὰ θαύματα; Λέαινα στέργει τὰ ἑαυτῆς τέκνα, καὶ λύκος ὑπὲρ σκυλάκων μάχεται. Ἀμήχανος γάρ ἐστιν ἡ στοργὴ τοῖς ἀλόγοις τέκνων καὶ γονέων πρὸς ἄλληλα. ∆ιότι ὁ δημιουργήσας αὐτὰ Θεὸς τὴν τοῦ λόγου ἔλλειψιν διὰ τῆς τῶν αἰσθητηρίων περιουσίας παρεμυθήσατο. Πόθεν ἐν μυρίοις προβάτοις ἀρνὸς τῶν σηκῶν ἐξαλλόμενος, οἶδεν μὲν τὴν φωνὴν τῆς μητρὸς, καὶ πρὸς αὐτὴν ἐπείγεται, ἐπιζητεῖ δὲ τὰς οἰκείας πηγὰς τοῦ γάλακτος· κἂν πενιχραῖς μητρῴαις περιτύχῃ θηλαῖς, ἐκείναις ἀρκεῖται; Καὶ ἡ μήτηρ ἐν μυρίοις ἄρνασιν ἐπιγινώσκει τὸ ἴδιον γέννημα. Λόγου ἄμοιρος ὁ κύων, ἰσοδυναμοῦσαν δὲ ὅμως τῷ λόγῳ τὴν αἴσθησιν ἔχει. Τὸ δὲ μνημονευτικὸν τῆς χάριτος τοῦ ζώου, τίνα τῶν ἀχαρίστων πρὸς εὐεργέτας οὐ καταισχύνῃ; ὅπου γε καὶ φονευθεῖσι κατ' ἐρημίαν πολλοὶ τῶν κυνῶν ἐπαποθανόντες μνημονεύονται. Ἤδη δέ τινες καὶ θερμῷ τῷ πάθει ὁδηγοὶ τοῖς ἐκζητοῦσι τοὺς φονέας ἐγένοντο, καὶ ὑπὸ τὴν δίκην ἀχθῆναι τοὺς κακούργους ἐποίησαν. Τὸν χαμαιλέοντα πάσας μεταλαμβάνειν χρόας, πλὴν μιᾶς τῆς λευκότητος. Τίς ὁ κύκνῳ συνυφαίνων ᾠδὴν, ὅταν ἐκπετάσῃ τὸ πτερὸν ταῖς αὔραις, καὶ ποιῇ