170
ἐπελθόντες ἡμῖν τῆς συμφωνίας ἕνα σκοπὸν ἔσχον, τὸν ὑπὸ σοῦ δεδομένον καταλῦσαι νόμον. ∆ιὰ γὰρ τῶν ἑορτῶν τὴν κατὰ νόμον πολιτείαν ἐδήλωσε. Ταῦτα δὲ, φησὶν, ἐτόλμων, μή τε τὰς ἐπὶ τῶν προγόνων ἡμῶν ὁρῶντες θαυματουργίας, μήτε ὑπὸ προφητικῆς δι ελεγχόμενοι χάριτος. Τούτων γὰρ ἁπάντων ἐξαίφνης κατέστησαν ἔρημοι. Πολλοὺς γὰρ καὶ μετὰ τὴν ἐπάνοδον ἔσχον προφήτας, τὸν Ἀγγαῖον, τὸν Ζαχα 80.1460 ρίαν, τὸν Μαλαχίαν, καὶ οἱ τούτων πρεσβύτεροι προ 80.1460 φῆται, καὶ τῷ λαῷ, καὶ τοῖς βασιλεῦσι προὔλεγον τὰ ἐσόμενα, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς κατα δήλους ἐποίουν· καὶ τοῦτο ἐκ τῆς ἱστορίας κατα μαθεῖν εὐπετές. ιʹ. "Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρός; παρ οξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;" Μέ χρι πότε ταῖς τούτων ἡμᾶς ἐκδίδως παρανομίαις, καὶ τὰς βλασφήμους αὐτῶν μακροθύμως φέρεις φωνάς; ιαʹ. "Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;" Κόλπος Θεοῦ, ὁ τῶν ἀγαθῶν θησαυρός· χεὶρ δὲ, ἡ ἐνέργεια. Τί δήποτε συνήθως οὐ χορηγεῖς τὰ ἀγαθὰ, ἀλλ' αἴρεις ἀπὸ τοῦ κόλπου τὴν χεῖρα; Τέθεικε δὲ αὐτὸ ἐκ μεταφορᾶς τῶν πεπληρωμένον ἐχόντων τὸν κόλπον, καὶ αἰτουμένων μὲν, δοῦναι δὲ μὴ βουλομένων, ἀλλ' ἐπιστρεφόντων εἰς τοὐπίσω τὴν χεῖρα. ιβʹ. "Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος." Καίτοι σε ἴσμεν ἄνωθεν καὶ ἐξ ἀρχῆς βασιλέα, καὶ ὡς παρὰ βασιλέως ἀεὶ τῶν δωρεῶν ἀπολαύομεν. "Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς." Ἀμέλει δήλην ἅπασι τὴν περὶ ἡμᾶς γενομένην κηδεμονίαν πεποίηκας. Τὸ γὰρ ἐν μέσῳ τῆς γῆς, ἀντὶ τοῦ, πάντων ὁρώντων. ιγʹ. "Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν." Φευγόντων γὰρ τοὺς Αἰγυπτίους, καὶ ὑπὸ τῆς θαλάσσης κωλυομένων διαβῆναι, σὺ τὴν παράδοξον ἐκείνην ἐδωρήσω πορείαν, τὴν ῥοώδη φύσιν στεγανὴν ἐργασάμενος, καὶ διὰ τῶν κυμάτων τὰ ἑκατέρωθεν δομησάμενος τείχη. "Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. [ιδʹ.] Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος." ∆ράκοντας μὲν τοὺς Αἰγυπτίους καλεῖ, κεφαλὰς δὲ δρακόντων, τοὺς ἐκείνων στρατηγοὺς, καὶ ταξιάρχας, καὶ λοχαγούς. Τὸν δὲ ἑνικῶς ὀνομα σθέντα δράκοντα, τὸν Φαραὼ λέγει, τὸν πολλοῖς ἄρ χουσιν ἐφεστῶτα. [Λέγει δὲ καὶ τὸν διάβολον, ὃν ἐπέδησε καὶ κατήργησεν ὁ νομοθέτης παρασχεδὸν τῷ ἑκουσίῳ θανάτῳ.] ∆ιὸ καὶ πολλὰς αὐτὸν ἔφησεν ἔχειν κεφαλάς. Τούτους δὲ, φησὶν, ἅπαντας ὑποβρυχίους ἐποίησας, καὶ ἢν ἐφ' ἡμῶν ἐκραταίωσας θάλασσαν, 80.1461 ἐπ' ἐκείνων διέλυσας, καὶ τοῖς ἐκείνης αὐτοὺς ἔχωσας κύμασιν. "Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν." Ὅμοροι τῶν Αἰγυπτίων οἱ Αἰθίοπες ὄντες, πόλεμον εἶχον πρὸς ἐκείνους συχνόν· ἀλλὰ τοῦ Φαραὼ σὺν τῇ στρατιᾷ τῇ θαλάσσῃ παραδοθέν τος, εὐχείρωτοι λοιπὸν οἱ Αἰγύπτιοι ἐγένοντο τοῖς Αἰθίοψι· καὶ καθάπερ τὴν τροφὴν ὁ πεινῶν ἀναλί σκει ῥᾳδίως, οὕτως αὐτοὺς εὐπετῶς μάλα κατηγωνί ζοντο. ∆ιό φησιν ὁ προφητικὸς λόγος· "Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν," ἀντὶ τοῦ, εὐ αλώτους αὐτοὺς ἀπέφηνας, εὐμαρῶς ὑπὸ τῶν Αἰθιόπων παρασκευάσας ἀναλίσκεσθαι. ιεʹ. "Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους." Ὁ δὲ Ἑβραῖος, καὶ οἱ ἄλλοι ἑρμηνευταὶ, πηγὴν εἰρήκασι. Κἄν τε πηγὴν εἴπωμεν, κἄν τε πηγὰς, οὐχ ἁμαρτη σόμεθα τῆς ἀληθείας. Πηγὴν γὰρ τὸ ἀπὸ τῆς πέτρας ῥυὲν ὕδωρ ὁ προφητικὸς λόγος καλεῖ· ἀλλὰ τοῦτο διαι ρεθὲν πολλὰς ἐποίησεν αὔλακας, ὥστε ῥᾳδίως τὰς πολ λὰς ἐκείνας μυριάδας ἀπολαῦσαι τοῦ νάματος. Εὑρί σκομεν δὲ τοῦτο, οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς γεγενημένον. Καὶ τὸ μὲν ἡ Ἔξοδος διδάσκει, τὸ δὲ ἡ βίβλος τῶν Ἀριθμῶν. Πηγὴν δὲ εἰκότως ὠνόμασε τὴν ἀναβλύ σασαν πέτραν τὰ τοῦ ὕδατος ῥεύματα. Χειμάῤῥους δὲ πάλιν αὐτὰ προσηγόρευσεν, ὡς μὴ κατὰ φύσιν ῥεύσαντα, ἀλλὰ τότε πρῶτον ἀναδοθέντα. Καθάπερ γὰρ ὁ χειμάῤῥους οὐκ ἔστιν ἀένναος, ἀλλ' ἐκ τῶν ὑετίων ὑδάτων συνίσταται· οὕτω τοῖς θείοις ἐκεῖνο νεύμασιν ἀνεδόθη τὸ ὕδωρ. Σὺ ἐξήρανας ποτα μοὺς Ἠθάμ. Ὁ δὲ Σύμμαχος οὕτως, Σὺ ἐξήρανας ποταμοὺς ἀρχαίους. Τοὺς μὲν γὰρ μὴ ὄντας, μήτε ἐξ ἀρχῆς γενομένους, ἀναβλῦσαι ἐν τῇ ἐρή