170
δεδεγμένους· οὐ γὰρ οὕτω δάκνει ὁ ἐνιστάμενος ὡς ὁ μετὰ τὴν ἅλωσιν ἀναπαλαίσας ἐν Κυρίῳ. τὰ δὲ ἡμέτερα οὐχ ὡς ἐγκωμιάζει ἡ φιλία σου, ὑφ' ἧς καὶ φιλεῖ κλέπτεσθαι, ὥς φασιν, ἡ ἀλήθεια· πόρρω ἐγὼ ὁ ταπεινὸς καλοῦ παντός. τῆς σῆς δ' ἂν εἴη θεοκλινοῦς προσευχῆς χρησιμεῦσαί με εἴς τι καὶ ἐν ᾧ νῦν πάρεσμεν ἀγῶνι τῆς μερίδος ὑμῶν τῶν ἁγίων μὴ ἀποπεσεῖν. ὁ δὲ ἀγὼν γνωστὸς τῇ θεοσεβείᾳ σου, ὅτι ὑπὲρ Χριστοῦ ἐστι τῆς εἰκόνος αὐτοῦ εἵνεκα ἀθλεῖν· ἑκάτερον γὰρ ἐν ἑκατέρῳ ἀχώριστον καὶ ὁμολογούμενον καὶ ἀρνούμενον. καὶ οἱ ἄρτι ὁμολογηταὶ μᾶλλον τῶν πάλαι ἠξίωνται ἐπαΐειν πρὸς τοῦ Κυρίου, μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Ὁ σὺν ἐμοὶ προσαγορεύει τὴν ἁγιωσύνην σου ὥσπερ κἀγὼ τὸν ἀληθῶς Ἀρσένιον, τὸν ἄρσενα τῇ φρονήσει καὶ διάπυρον τῷ ζήλῳ, τὸν σὸν μὲν ἀληθινὸν υἱόν, ἐμὸν δὲ ἐραστὸν ἀδελφόν. 256 {1Ἀντιόχῳ σιλεντιαρίῳ}1 Ἄξιον τῆς εὐσεβείας σου τὸ γράμμα, ὅτι ἐν καιρῷ ἐν ᾧ φεύγουσιν οἱ πλεῖστοι καὶ ψιλὴν προσηγορίαν ἡμῖν ποιεῖσθαι αὐτὸς καὶ γράφεις καὶ γράφειν ἡμᾶς ἐκκαλεῖσαι, ἐγκαλῶν τὴν σιωπήν. φαίνῃ τίνος εἶ ὅρπηξ, τοῦ χρυσοῦ γένους, τῆς εὐσεβοῦς ῥίζης· διὰ τοῦτο καὶ φίλοι σοι καὶ φίλων ἐμοὶ ὁ διάπυρος, οὕτως στεργόμενος ὡς ὁ μακάριος γεννήτωρ. ἀλλὰ τὸ θαυμαστὸν ὅτι καὶ ἐν τῷ τῆς ἀπιστίας χειμῶνι οὐκ ἐμαράνθη σου τὸ τῆς ἀρετῆς ἄνθος, ἄχραντον διαμένον τῆς αἱρετικῆς κοινωνίας, καθὰ γράφεις. ὃ καὶ διαμεμενηκέναι ἔτι προσευκτέον μοι· τῷ ὄντι γὰρ χαλεπὸν διαφυγεῖν καὶ μάλιστα ἐν ἀξιώματι, ἑαλωκότων σχεδὸν ἁπάντων δέει κινδύνου ἀνθρωπίνου, καταφρονήσει δὲ θεοῦ τοῦ ἀθετουμένου· οὗ τῇ προμηθείᾳ φυλάττοιο καὶ σῴζοιο ἀμφοτέρωθεν, ὁ κατὰ πάντα ἐρασμιώτατος ἅπασιν. 257 {1Γρηγορίῳ}1 Αἱ ἀποστολαὶ τῶν ἐπιστολῶν σύζυγοι· σὺ δέ, ὦ φίλων ἄριστε, προσθείην δ' ἂν καὶ εὐσεβῶν κράτιστε, ταῖς μὲν εὔφρανας καὶ μάλιστα ἐπὶ τοσαύταις καὶ τηλικαύταις, τῶν δὲ ἐφθόνησας μεταδοῦναι, καὶ ταῦτα ἐκ τῶν ἀδύτων θησαυρῶν σου τῆς καρδίας δαψιλῶς δυναμένων προϊέναι. ἵν' οὖν μὴ ἑτεροζυγοῦντες φαινοίμεθα, προσθῶμεν ταῖς πρώταις καὶ τὰς δευτέρας. Ὁρᾷς οἷά σοι φιλοσοφῶ ἐν καιρῷ φιλοσοφίας; φιλοσοφία γάρ ἐστι τὸ φυγεῖν τὸν ὄλεθρον τῆς αἱρέσεως, ἧς σὲ θεὸς ἀμέτοχον διατηρήσειεν, ἀνταμειβόμενος ὑπὲρ ὧν ἔθρεψας ἡμᾶς τοὺς ταπεινοὺς τοῖς ἀκηράτοις ἀγαθοῖς. 258 {1Λουκιανῷ τέκνῳ}1 Ἀδάμ, ποῦ εἶ; φωνή ἐστι θεοῦ οὐ μόνον πρὸς τὸν ἀρχιπάτορα ἡμῶν, ἀλλὰ γὰρ καὶ πρὸς ἕκαστον τὸν ἐκπεπτωκότα τῆς θείας ἐντολῆς. ποῦ οὖν εἶ, τέκνον καὶ ἀδελφέ; ἐκ ποίας δόξης ὠλισθήσαμεν, περιθέμενοι αἰσχύνης κάλυμμα; ἀλγῶ ἐπὶ σοί, στένω, κλάω, ἐν τῇ ἥττῃ σου τὸ οἰκεῖον πτῶμα ὁρῶν. οἴμοι, τί ὑπέστης, τί πέπονθας; ἀλλ' ἐπειδὴ θεὸς τῶν μετανοούντων, ἀνάστα, τοῦτο πρῶτον καὶ τελευταῖον φάρμακον μετανοίας λαμβάνων, τὸ πᾶσιν ἐξαγορεύειν σου τὴν ἀνομίαν, ὅπως ὁ Κύριος ἀφήσῃ σοι τὴν τῆς ἀσεβείας κοινωνίαν. Ἀρκεῖ τοσοῦτον εἰπεῖν· οἴομαι γάρ σε συντετριμμένον εἶναι καὶ λίαν λελυπημένον, ἀλλὰ ἄνες, τέκνον· ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. 259 {1Μύρωνι}1 Ὠψίσθην ἐπιστεῖλαι τῇ θεοσεβείᾳ σου, δεδιὼς τοὺς πειρασμοὺς καὶ ἐν πείρᾳ αὐτῆς οὔπω ὡς δοκῶ γεγονώς· ἐπεὶ δὲ ἔμαθον ἀκριβέστερον ὅστις καὶ οἷος ὁ δεσπότης μου, ὅτι ἀγαθὸς καὶ εὐσεβής, προθύμως ἐχάραξα τὴν ἐπιστολήν, δι' ἧς ἀπευχαριστῶ, καὶ μάλα γε εἰκότως, ὅτιπερ ἐμνήσθης μου τῆς ταπεινώσεως, καίτοι γνώρισμα αὐτῆς οὕτως ἐναργῶς μὴ ἔχων, καί γε ἐν τοιούτῳ καιρῷ, ὁπότε δέει ἀνθρωπίνῳ καὶ φίλοι τῷ δοκεῖν γνήσιοι ἀποτροπάδην ἔστησαν, ἥκιστα φροντίζοντες θεοῦ καὶ τῆς ἐντολῆς, ἐπειδὴ οἱ μὲν ὤλλυντο τῆς ἀγάπης φέρειν τὸν καρπόν, οἱ δὲ περὶ τὴν πίστιν τὸ χαλεπώτερον ἐναυάγησαν, τῷ κλύδωνι τῆς αἱρέσεως καταβαπτισθέντες καὶ τοὺς λογισμούς. Ἀλλ' εὖγε, ὅτι ὁ κύριός μου ἀμφοτέρωθεν κυβερνώμενος διασῴζεις τὴν ὁλκάδα τῆς ψυχῆς, ταῖς αὔραις τοῦ πνεύματος εἰς λιμένα σωτηρίας ἀπευθυνόμενος. ἐδόξασα οὖν τὸν ἀγαθὸν ἡμῶν θεόν, ὅτι ἔχει καὶ ἐν τοῖς αὐτόθι κρύβδην τοὺς μὴ παραρρυέντας,