170
τέλος τῆς Ποντικῆς θαλάσσης πλησίον τῶν Νεκροπήλων εἰς τὸ ἄκρωμα τὸ λεγόμενον Κριοῦ Πρόσωπον. ἀπὸ δὲ τῆς προσημανθείσης λίμνης ἴσα ποταμῷ θάλασσα, καὶ εἰσάγεται εἰς τὴν τοῦ Εὐξείνου πόντου θάλασσαν διὰ τῆς γῆς Βοσφόρου καὶ Κιμμερίου, ἐξ οὗ ποταμοῦ ἀγρεύεται τὸ λεγόμενον μουρζοῦλιν καὶ τὰ τούτου ὅμοια, καὶ εἰς μὲν τὰ πρὸς ἀνατολὴν μέρη τῆς προκειμένης λίμνης ἐπὶ Φαναγουρίαν καὶ τοὺς ἐκεῖσε οἰκοῦντας Ἑβραίους παράκεινται ἔθνη πλεῖστα· ἀπὸ δὲ τῆς αὐτῆς λίμνης ἐπὶ τὸν λεγόμενον Κοῦφιν ποταμόν, ἔνθα τὸ ξυστὸν ἀγρεύεται Βουλγαρικὸν ὀψάριν, ἡ παλαιὰ Βουλγαρία ἐστὶν ἡ μεγάλη, καὶ οἱ λεγόμενοι Κότραγοι ὁμόφυλοι αὐτῶν καὶ οὗτοι τυγχάνοντες. ἐπὶ δὲ τῶν χρόνων Κωνσταντίνου, τοῦ εἰς τὴν δύσιν, Κροβάτου τοῦ κυροῦ τῆς λεχθείσης Βουλγαρίας καὶ τῶν Κοτράγων τὸν βίον μεταλλάξαντος καὶ πέντε καταλιπόντος υἱοὺς καὶ διατυπώσαντος μηδαμῶς τούτους ἀποχωρισθῆναι ἐκ τῆς πρὸς ἀλλήλους διαίτης, διὰ τὸ πάντη κυριεύειν αὐτοὺς καὶ ἑτέρῳ μὴ δουλωθῆναι ἔθνει, μετ' ὀλίγον δὲ χρόνον τῆς ἐκείνου τελευτῆς εἰς διαίρεσιν ἐληλυθότες οἱ αὐτοῦ πέντε υἱοὶ διέστησαν ἀπ' ἀλλήλων μετὰ τοῦ ἐν ὑπεξουσιότητι ἑκάστου αὐτῶν ὑποκειμένου λαοῦ. καὶ ὁ μὲν πρῶτος υἱὸς ὁ λεγόμενος Βατβαιᾶν τὴν ἐντολὴν τοῦ οἰκείου φυλάξας πατρὸς διέμεινεν ἐν τῇ προγονικῇ αὐτοῦ γῇ μέχρι τῆς δεῦρο. ὁ δὲ δεύτερος τούτου ἀδελφός, ὁ λεγόμενος Κότραγος, τὸν Τάναϊν διαβὰς ποταμὸν ἀπέναντι τοῦ πρώτου ᾤκησεν ἀδελφοῦ. ὁ δὲ τέταρτος καὶ ὁ πέμπτος τὸν Ἴστρον ἤτοι ∆ανοῦβιν λεγόμενον περαιωθέντες ποταμόν, ὁ μὲν εἰς Πανονίαν τῆς Ἀβαρίας ὑποταγεὶς τῷ Χαγάνῳ τῶν Ἀβάρων ἔμεινεν ἐκεῖ μετὰ τῆς δυνάμεως αὐτοῦ, ὁ δὲ τὴν πρὸς τῇ Ῥαβέννῃ Πεντάπολιν καταλαβὼν ὑπὸ τὴν βασιλείαν τῶν Χριστιανῶν γέγονεν. ἔπειτα τούτων ὁ τρίτος, Ἀσπαροὺχ λεγόμενος, τὸν ∆άναπριν καὶ ∆άναστριν περάσας καὶ τὸν 358 Ὄγλον καταλαβὼν βορειοτέρους τοῦ ∆ανουβίου ποταμοὺς μεταξὺ τούτου κἀκείνων ᾤκησεν, ἀσφαλῆ καὶ δυσμάχητον εἶναι τὸν τόπον στοχασάμενος ἐξ ἑκάστου μέρους· τελματώδης γὰρ ἔμπροσθεν, καὶ ἄλλοθεν τοῖς ποταμοῖς στεφανούμενος, πολλὴν τῷ ἔθνει τεταπεινωμένῳ διὰ τὸν μερισμὸν τὴν ἐκ τῶν πολεμίων παρεῖχεν ἄνεσιν. τούτων δὲ οὕτως εἰς πέντε μέρη διαιρεθέντων καὶ ἐν βραχύτητι καταντησάντων, ἐξῆλθε τὸ μέγα ἔθνος τῶν Χαζάρων ἀπὸ τοῦ ἐνδοτέρου βάθους Βερζιλίας τῆς πρώτης Σαρματίας καὶ ἐδέσποσε πάσης τῆς περατικῆς γῆς μέχρι τῆς Ποντικῆς θαλάσσης· καὶ τὸν πρῶτον ἀδελφὸν Βατβαιᾶν, τῆς πρώτης Βουλγαρίας ἄρχοντα, ὑποτελῆς καταστήσας φόρους παρ' αὐτοῦ κομίζεται μέχρι τοῦ νῦν. ὁ δὲ βασιλεὺς Κωνσταντῖνος μεμαθηκώς, ὅτι ἐξάπινα ἔθνος ῥυπαρὸν καὶ ἀκάθαρτον ἐκεῖθεν τοῦ ∆ανουβίου εἰς τὸν Ὄγλον ἐσκήνωσεν, καὶ τὰ πλησιάζοντα τῷ ∆ανουβίῳ ἐκτρέχει καὶ λυμαίνεται, τοῦτ' ἔστι τὴν νῦν κρατουμένην ὑπ' αὐτῶν χώραν, ὑπὸ Χριστιανῶν τότε κρατουμένην, ἠνιάθη σφόδρα· καὶ κελεύει περᾶσαι πάντα τὰ θέματα ἐν τῇ Θρᾴκῃ. καὶ ἐξοπλίσας στόλον διά τε γῆς καὶ θαλάσσης κατ' αὐτῶν ἀπεκίνησε πολέμῳ τούτους ἐκδιῶξαι πειρώμενος, καὶ διὰ μὲν τῆς πρὸς τῷ Ὄγλῳ καλουμένῳ καὶ ∆ανουβίῳ ἠπείρου τὰ πεζικὰ παρατάξας, διὰ δὲ τῆς πλησιαζούσης ἀκτῆς τὰς ναῦς προσορμίσας. τοῦτο δὲ τὸ ἀθρόον καὶ παμπληθὲς τῆς παρατάξεως οἱ Βούλγαροι θεασάμενοι, τῆς ἑαυτῶν ἀπεγνωκότες σωτηρίας εἰς τὸ προλεχθὲν ὀχύρωμα καταφεύγουσι καὶ ἑαυτοὺς ἀσφαλίζονται. ἐν τρισὶ δὲ καὶ τέτρασιν ἡμέραις ἐκ τοῦ τοιούτου ὀχυρώματος αὐτῶν μὲν ἐξελθεῖν μὴ τολμησάντων, τῶν δὲ Ῥωμαίων πόλεμον μὴ συναψάντων διὰ τὴν προκειμένην τῶν τελμάτων πρόφασιν, στοχασάμενον τὸ μιαρὸν ἔθνος τὴν χαυνότητα τῶν Ῥωμαίων ἀνελάβετο καὶ προθυμότερον γέγονεν. τοῦ δὲ βασιλέως ἐν ποδαλγίᾳ ὀξυπαθήσαντος καὶ ἐπὶ Μεσημβρίαν βιασθέντος ὑποστρέψαι διὰ συνήθειαν λουτροῦ ἅμα πέντε δρομώνων καὶ τῶν οἰκείων αὐτοῦ ἀνθρώπων, κατέλιπε τοὺς στρατηγοὺς καὶ τὸν λαὸν 359