171
Aἰγυπτίους δεκαπλήγῳ ἐτιμωρήσω, θάλασσαν διελὼν Ἰσραη λίτας διεβίβασας, Aἰγυπτίους ἐπιδιώξαντας ὑποβρυχίους ἀπώλεσας, ξύλῳ πικρὸν ὕδωρ ἐγλύκανας, ἐκ πέτρας ἀκρο τόμου ὕδωρ ἀνέχεας, ἐξ οὐρανοῦ τὸ μάννα ὗσας, τροφὴν ἐξ ἀέρος ὀρτυγομήτραν, στῦλον πυρὸς πρὸς φωτισμὸν τὴν νύκτα καὶ στῦλον νεφέλης ἡμέρας πρὸς σκιασμὸν θάλπους· τὸν Ἰησοῦν στρατηγὸν ἀνέδειξας, ἑπτὰ ἔθνη Χαναναίων δι' αὐτοῦ καθεῖλες, Ἰορδάνην ἔρρηξας, τοὺς ποταμοὺς Ἠθὰμ ἐξήρανας, τείχη κατέρρηξας ἄνευ μηχανημάτων καὶ χειρὸς ἀνθρωπίνης. Ὑπὲρ πάντων σοι ἡ δόξα, ∆έσποτα παντοκράτορ. Σὲ προσκυνεῖ πᾶν ἀσώματον καὶ ἅγιον τάγμα· σὲ προσκυνεῖ ὁ Παράκλητος· πρὸ δὲ πάντων ὁ ἅγιός σου Παῖς Ἰησοῦς ὁ Χριστὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν, σοῦ δὲ ἄγγελος καὶ τῆς δυνά μεως ἀρχιστρατηγὸς καὶ ἀρχιερεὺς αἰώνιος καὶ ἀτελεύτητος· σὲ προσκυνοῦσιν ἀνάριθμοι στρατιαὶ ἀγγέλων, ἀρχαγγέλων, κυριοτήτων, θρόνων, ἀρχῶν, ἐξουσιῶν, δυνάμεων, στρατιῶν αἰωνίων· τὰ Χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ ταῖς μὲν δυσὶν κατακαλύπτοντα τοὺς πόδας, ταῖς δὲ δυσὶ τὰς κεφαλάς, ταῖς δὲ δυσὶ πετόμενα, καὶ λέγοντα ἅμα χιλίαις χιλιάσιν ἀρχαγγέλων καὶ μυρίαις μυριάσιν ἀγγέλων ἀκαταπαύστως καὶ ἀσιγήτως βοώσαις, καὶ πᾶς ὁ λαὸς ἅμα εἰπάτω· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ ὁ ἀρχιερεὺς ἑξῆς λεγέτω· Ἅγιος γὰρ εἶ ὡς ἀληθῶς καὶ πανάγιος, ὕψιστος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Ἅγιος δὲ καὶ ὁ μονογε νής σου Υἱός, ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστός, ὃς εἰς πάντα ὑπηρετησάμενός σοι τῷ Θεῷ αὐτοῦ καὶ Πατρὶ εἴς τε δημιουργίαν διάφορον καὶ πρόνοιαν κατάλληλον οὐ περιεῖδεν τὸ γένος τῶν ἀνθρώπων ἀπολλύμενον, ἀλλὰ μετὰ φυσικὸν νόμον, μετὰ νομικὴν παραίνεσιν, μετὰ προφητικοὺς ἐλέγχους καὶ τὰς τῶν ἀγγέλων ἐπιστασίας-παραφθειρόντων σὺν τῷ θετῷ καὶ τὸν φυσικὸν νόμον καὶ τῆς μνήμης ἐκβαλ λόντων τὸν κατακλυσμόν, τὴν ἐκπύρωσιν, τὰς κατ' Aἰγυπτίων πληγάς, τὰς κατὰ Παλαιστινῶν σφαγάς, καὶ μελλόντων ὅσον οὐδέπω ἀπόλλυσθαι πάντων-εὐδόκησεν αὐτὸς γνώμῃ σῇ ὁ δημιουργὸς ἀνθρώπου ἄνθρωπος γενέσθαι, ὁ νομοθέτης ὑπὸ νόμους, ὁ ἀρχιερεὺς ἱερεῖον, ὁ ποιμὴν πρόβατον· Καὶ ἐξευμενίσατό σε τὸν ἑαυτοῦ Θεὸν καὶ Πατέρα καὶ τῷ κόσμῳ κατήλλαξεν γενόμενος ἐκ παρθένου, ὀργῆς τοὺς πάντας ἠλευθέρωσεν γενόμενος ἐκ παρθένου, γενόμενος ἐν σαρκὶ ὁ Θεὸς Λόγος, ὁ ἀγαπητὸς Υἱός, ὁ