Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
μετεποιήθη τὸ ὕδωρ, Ἡ γὰρ κατὰ φύσιν ζωὴ, τουτέστιν, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καθ' ἕνωσιν οἰκονομικὴν, τὴν ὡς πρὸς σάρκα φημὶ, ἤτοι πρὸς ὁλόκληρον ἀνθρωπότητα καὶ φύσιν τὴν καθ' ἡμᾶς, καὶ ἐν δοκήσει γέγονε τοῦ καὶ αὐτὸν ἀνατλῆναι τὸν θάνατον. Φαμὲν γὰρ ὅτι καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν, οὐκ εἰς ἰδίαν φύσιν τοῦτο αὐτὸς παθὼν (τεθναίη γὰρ αὐτὸς οὐδαμῶς, ζωὴ ὑπάρχων), ἀλλὰ τὸν τῆς ἰδίας σαρκὸς οἰκειούμενος θάνατον. Ἄθρει γὰρ ὅπως, εἰ μὴ ἐξέχεεν ὁ Μωσῆς τὸ ὕδωρ εἰς τὴν γῆν, οὐ μετεποιήθη εἰς αἷμα· ὅπερ ἐστὶν ἐναργὲς θανάτου σημεῖον. Ἔξω μὲν γὰρ τῆς σαρκὸς νοούμενος ὁ ἐκ Θεοῦ Λόγος, ζωὴ καὶ ζωοποιός ἐστιν. Ἐπειδὴ δὲ κατῴκηκεν ἐν σαρκὶ, τότε δὴ, τότε καὶ τεθνάναι λέγουσι κατὰ τὸ ἀνθρώπινον. Τοῦτο δὴ λοιπὸν τὸ ἐξαίσιόν ἐστι καὶ διαφανὲς σημεῖον, δι' οὗ καὶ σεσαγήνευται μὲν εἰς πίστιν τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, συνεισκέκληται δὲ καὶ αὐτὴ τῶν ἐθνῶν ἡ πληθύς. Τίς γὰρ οὐκ ἂν μεταθεῖτο πρὸς εὐπείθειαν, ἀτονήσαντα βλέπων τὸν πάλαι δεινὸν καὶ δυσάντητον τοῖς ἐπὶ γῆς θάνατον, καὶ κατηργημένην τὴν φθορὰν, καὶ εἰς ἐλπίδα ζωῆς τῆς ἀτελευτήτου τὴν ἀνθρώπου φύσιν ἀνηνεγμένην; Ὥσπερ γὰρ συναπεθάνομεν τῷ Ἀδὰμ, οὕτω συνεγηγέρμεθα τῷ Χριστῷ, καὶ μαρτυρήσει γράφων ἡμῖν ὁ θεσπέσιος Παῦλος· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιησόμεθα. Ἐξεπρίατο γὰρ ἡμᾶς τῷ ἰδίῳ αἵματι, καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ζωὴν ἐποιήσατο. εʹ. Ἀλλὰ καίτοι τῶν οὕτω σεπτῶν τερατουργημάτων ἐκπεπερασμένων, ἀλύει Μωσῆς, ἡττᾶται δειλίας, οὔπω τεθάῤῥηκε τὴν ἀποστολήν. Ἰέναι δὴ ὅτι προσήκει πρὸς Φαραὼ Θεοῦ προστάττοντος, διαγγελοῦντα σαφῶς ἀνεῖναι τὸν Ἰσραὴλ, θύσοντά μοι κατὰ τὴν ἔρημον· καταπέφρικε μὲν τὸ χρῆμα οὐ μετρίως, προσφέρει τε λέγων ἀναφανδὸν, ὡς εἴη μὲν ὁμολογουμένως ὀλίγος εἰς λόγους, καὶ παράσημον ἔχει τὴν γλῶτταν· Οὐ γὰρ εὔλαλός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδ' ἀφ' οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου, ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. Ὅτι δὴ καὶ ἀνικάνως ἔχει πρὸς λύτρωσιν τῶν ὑποδουλείων ζυγῶν, διεβεβαιοῦτο σαφῶς, ἔφασκέ τε· ∆έομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς. Χαριεῖσθαι δὲ καὶ γλῶτταν αὐτῷ καὶ στόμα κατευρύνειν ὑπισχνουμένου Θεοῦ, καὶ ὡς αὐτὸς εἴη λέγοντος ὁ σοφίας καὶ λόγου δοτὴρ, μακροτέραν ἐποιεῖτο τὴν παραίτησιν, ἕτερον χρῆναι λέγων ἀναδείκνυσθαι τὸν δυνάμενον. Προσκρούει δὴ οὖν ταύτῃ Θεῷ. Καὶ θυμωθεὶς γὰρ, φησὶν, ὀργῇ Κύριος ἐπὶ Μωσῆν εἶπεν· Οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευΐτης; Ἐπίσταμαιὅτι λαλῶν λαλήσει αὐτός σοι. Καὶ πρός γε τοῦτό φησιν, ὅτι Αὐτὸς ἔσται σου στόμα· σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν Θεόν. Ὁρᾷς τὸ βραδύγλωσσον τοῦ λόγου καὶ πάλαι σκιαγραφούμενον ὡς ἔν γε τῷ θεσπεσίῳ Μωσῇ; Οὐ γὰρ ἱκανὸς ὁ νόμος εἰς ἀπαγγελίαν τῶν χρησμῳδημάτων, οὔτε μὴν ἀριστοεπὴς, ἢ εὔγλωττος, εἰς [τὸ] ἀκριβῆ τοῦ συμφέροντος παραθεῖναι 69.481 τὴν γνῶσιν, καθάπερ ἀμέλει ὁ Χριστὸς, ὁ ἀληθῶς Λευΐτης, οὗ καὶ εἰς τύπον Ἀαρών. Ὁ μὲν γὰρ νόμοςὁ διὰ Μωσέως, εἰς ἀρχὰς ἀποφέρει μόλις τῶν λογίων τοῦ Θεοῦ, καὶ στοιχεῖόν ἐστι τοῖς νηπίοις εἰσηγητὴς, παιδευτὴς ἀφρόνων, διὰ τύπου καὶ σκιᾶς ἀμυδροτάτην ἡμῖν εἰσκομίζων μόλις τῶν πρακτέων τὴν εἴδησιν. Ὁ δὲ ἀληθῶς ἱκανότατος καὶ μέγας ἡμῶν ἱερεὺς καὶ δυνατὸς εἰς ἀποστολὴν, τουτέστι Χριστὸς, κατασκιασμάτων ἀπηλλαγμένην παρέδειξε τὴν ἀλήθειαν. Οὐ γάρ ἐστι βραδὺς ἢ ὀκνηρὸς τὴν γλῶτταν, ἢ βραχὺς τοὺς λόγους κατὰ Μωσέα, πολὺ δὲ λίαν εὐεπὴς, καὶ μάλιστα ὡς σοφίας Λόγος τοῦ Θεοῦ καὶ Πατρός. Θέα δὲ, πῶς οὐχ ἱκανὸς μὲν ὁ νόμος εἰς τὸ ἐξελέσθαι δουλείας τοὺς ὑπὸ τῷ νοητῷ πράττοντας Φαραὼ, τουτέστι τῷ Σατανᾷ, οὐδ' ἂν ὠφελῆσαί τι τὴν γῆν ὁ θεσπέσιος Μωσῆς, καίτοι διαφανεστάτην ἐπ' ἀρεταῖς τὴν δόξαν ἑλὼν, μὴ οὐχὶ συνόντος τε αὐτῷ καὶ ἐπαμύνοντος τοῦ Χριστοῦ. Τοῦτο δ' ἂν μάθοις ὧδέ τε ἔχειν καὶ ἀψευδῶς εἰρῆσθαι ἀφ' ἡμῶν διὰ τὸ παρεζεῦχθαι τὸν Ἀαρών. Καὶ διαλέγεται μὲν ὁ Μωσῆς, διατρανοῖ δὲ τὸν λόγον Ἀαρών. Εἰ μὴ γὰρ νοηθείη πνευματικῶς ὁ νόμος,