εἰς τὸ στοιχειακὸν ὕδωρ δοκεῖν τὰ ἄλλα στοιχεῖα γίνεσθαι. τὸ γὰρ ὕδωρ ἀρχήν τινες πάντων ἔθεντο. Ἢ καὶ ἄλλως, διὰ τὸ τὴν ὑγρὰν οὐσίαν τῆς φυσικῆς γενέσεως αἰτίαν εἶναι, ὅπουγε, φασί, καὶ τὸ σπέρμα πνεῦμά ἐστιν ὑγρῷ συγκραθέν. διὸ καὶ τοὺς ποταμοὺς ὡς κουροτρόφους ἐτίμων οἱ παλαιοὶ καὶ ὡς συστατικοὺς γενέσεως, καθὰ καὶ ὁ ποιητὴς ἐν τοῖς περὶ Ἀχιλλέως ἐρεῖ. Τὸ δὲ «θεῶν» ἢ ἀντὶ τοῦ στοιχείων, ὡς ἀπὸ τῆς θέσεως, ἢ καὶ ἀστέρων ἀπὸ τοῦ θέειν, ἢ ἀντὶ τοῦ πάντων ὡς ἀπὸ μέρους. ἐν τοῖς ἑξῆς οὖν λέγει σαφέστερον «Ὠκεανοῦ, ὃς γένεσις πάντεσσι τέτυκται». οἷα δὲ τὰ τοῦ ὕδατος σεμνά, δηλοῦσι καὶ οἱ τοῦ Πινδάρου Ὑπομνηματισταὶ ἐν τῷ «ἄριστον μὲν ὕδωρ». Ἰστέον δὲ ὅτι ὥσπερτὸν οὐρανὸν καὶ τὴν γῆν συνδυάζει ἀλλήλοις ὁ μῦθος, τὸν μὲν ὡς γόνιμον, τὴν δὲ ὡς ἐκεῖθεν τὰς τοῦ γεννᾶν αἰτίας ἔχουσαν διὰ τὴν ἐκ τῶν μετεώρων γόνιμον χορηγίαν. διὸ καὶ ὁ μὲν ἀρσενικῶς προβάλλεται τοῖς ὀνοματοθέταις, ἡ δὲ γῆ οἷα γυνὴ θηλυκῶς σχηματίζεται, ὃ δὴ νόημα καὶ εἰς βαρβάρους ἱκνεῖται κατὰ Ἡρόδοτον, εἰπόντα ὅτι Σκύθαι ἱλάσκονται Ἱστίαν μὲν μάλιστα, εἶτα ∆ία καὶ Γῆν, νομίζοντες τὴν Γῆν τοῦ ∆ιὸς εἶναι γυναῖκα, ὃς δὴ Ζεὺς κατά τινας, ὡς καὶ προδεδήλωται, καὶ εἰς οὐρανὸν ἀλληγορεῖται. Ὥσπερ οὖν, καθὰ ἐρρέθη, τὸν ∆ία οὐρανὸν καὶ τὴν γῆν συνευνάζει ὁ μῦθος, οὕτω καὶ τὸν Ὠκεανόν, τὴν ὑγρὰν δηλαδὴ φύσιν, καὶ τὴν Τηθύν, ὅ ἐστι τὴν κοινὴν τροφὸν γῆν, εἰς μίαν ἀλλήλοις ἄγει συζυγίαν διὰ τὴν αὐτὴν αἰτίαν. δι' ὑγρότητος γὰρ ἡ γονιμότης ἐκκαλεῖται τῆς γῆς. ὅθεν καὶ αὐτοί, ὁ μὲν εἰς ἄρρεν, ἡ δὲ ὡς εἰς θῆλυ ἐσχημάτισται. [Ἐνταῦθα δὲ καίριον μνησθῆναι καί, ὡς Εὐριπίδης ἀλληγορῶν τὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς συνοικέσιόν φησιν «ἐρᾷ δ' ὁ σεμνὸς Οὐρανὸς πληρούμενος ὄμβρου πεσεῖν εἰς Γαῖαν Ἀφροδίτης ὕπο. ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν οἱ δύο, φύουσιν ἡμῖν πάντα, δι' ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος». 3.616 Καί τις Αἰσχύλος, οὐχ' ὁ ἐξ Ἀθηνῶν, ἀλλ' Ἀλεξανδρεύς, ὡς ἡ κατὰ τὸν Ἀθήναιον ἱστορία δηλοῖ, φησίν «ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα, ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν· ὄμβρος δ' ἀπ' εὐνάοντος οὐρανοῦ πεσὼν ἔκυσε γαῖαν, ἡ δὲ τίκτεται βροτοῖς μήλων τε βοσκὰς καὶ βίον ∆ημήτρεον». Ἔτι ἰστέον καὶ ὅτι, καθὰ τὸν οὐρανὸν τῇ γῇ, καὶ τὸν Ὠκεανὸν τῇ Τηθύϊ,] οὕτω πως καὶ τὸν αἰθέρα ∆ία ὁ μῦθος τῇ Ἥρᾳ, εἴτ' οὖν τῷ ἀέρι, ὡς γυναικὶ ἄνδρα συζεύγνυσιν, ἵνα οὕτω ζωογόνος ὁ ἀὴρ μᾶλλον γίνοιτο. Ἔτι δὲ πρὸς τούτοις, ὥσπερ οὐρανὸς κατὰ τὴν ἔνδοσιν τοῦ γονίμου τῇ γῇ συναπτόμενος, ὅμως κατὰ τὸ ἄνω καὶ κάτω διΐσταται εἰσαεί, καὶ αὖ πάλιν, καθάπερ Ἥρα καὶ Ζεύς, ἀὴρ δηλαδὴ καὶ αἰθήρ, κατὰ τὴν ποιότητα τῆς θερμότητος συζευγνύμενοι καθ' ἑτέραν ποιότητα διασπῶσι τὸ φίλιον καὶ ἀλλήλων διΐστανται, κατὰ τὴν ὑγρότητα δηλαδή, ἣν ὁ ἀὴρ ἔχει, καὶ κατὰ ξηρότητα, ἣ συνουσίωται τῷ πυρί, οὕτω καὶ ἡ ἀλληγορουμένη Τηθὺς αὕτη καὶ ὁ Ὠκεανὸς κατὰ μὲν ψυχρότητα συνδυάζονται ὡς οἷα ἐν ἀνθρωπίνῃ τινὶ συζυγίᾳ, καθότι δὲ ξηρὰ μὲν ἡ γῆ, ὑγρὸν δὲ τὸ ὕδωρ, διΐστανται καὶ ἐχθρὰ νοοῦσιν ἀλλήλοις, μῖσος ὥσπερ αἰώνιον τοῦτο φυλάσσοντες. Εἰ δὲ ὑπισχνεῖται νῦν ἡ Ἥρα, καθὰ καὶ αὐτῷ ἐρεῖ τῷ ∆ιΐ, συμβιβάσαι καὶ εἰς ἓν συνάψαι αὐτοὺς καὶ εἰς φιλίαν συναγαγεῖν, ὄμβροις τυχὸν ἄνωθεν ἐξ ἀέρος πεμπομένοις ἢ τοιούτοις τισί, δι' ὧν ἡ ξηρότης τέγγεται, ὡς ἂν ὥσπερ τῷ ψυχρῷ, οὕτω δὴ καὶ τῷ ὑγρῷ τὴν εἰσαεὶ ἕνωσιν ἔχοιεν ἡ Τηθὺς καὶ ὁ Ὠκεανός, ἀλλ' ἐν τοῖς, ὡς εἰκός, λόγοις μόνοις αὐτῇ τὰ τῆς ὑποσχέσεως κεῖται. τὸ γὰρ αἰώνιον ἐναντίωμα τῶν στοιχείων οὐκ ἔστι λυθῆναι ὑγρότητι καιρικῇ. εἰ γὰρ καὶ ὑγραίνεται ἡ γῆ δρόσοις ἢ πλημύραις ἢ ὄμβρων ἐπικλύσεσιν εἴτε καὶ ὑπογείων ὑδάτων ἀναχύσεσιν, ἀλλὰ τοῦτο οὔτε ἀεὶ συμπίπτει καὶ οὐδ' ἐπὶ πᾶσαν τὴν γῆν. διὸ καὶ ὁ ποιητὴς ταῦτα εἰδὼς ἐνδοιάζουσαν τὴν Ἥραν ποιεῖ καὶ μέγα οἰομένην, ἐὰν ἐκείνους πείσασα φιλότητι ὁμωθῆναι ποιήσῃ, τουτέστιν ὁμοῦ γενέσθαι καὶ ὅμοια φρονῆσαι τήν τε Τηθὺν καὶ τὸν Ὡκεανόν. καὶ οὐδὲ ἐγχειροῦσαν αὐτὴν πλάττει διὰ ταῦτα τῷ πράγματι, ἀλλ' ἀποκωλυομένην τοῦ τοιούτου ἔργου ὑπὸ τοῦ ∆ιός. καὶ οὕτω μὲν καὶ ταῦτα. (ῃ. 2) Τὸ δὲ τὴν Ἥραν ἐν