171
αἳ καὶ ἐπέμφθησαν μετ' οὐ πολύ. καὶ Φιλαδελφεινοῖς ἐκέλευσε φίλον εἶναι καὶ σύμμαχον ἀντὶ πολεμίου, καὶ μηδένα φόρον λαμβάνειν ὃν παρείχοντο αὐτῷ ὅτε ἦσαν ἐν σπονδαῖς, καὶ οὐδὲν ἦν ὃ, κελεύσαντος τοῦ μεγάλου δομεστίκου, μὴ καθ' ἡδονὴν αὐτῷ πράττειν ἦν πρὸς τῷ καὶ χάριν εἰδέναι καὶ τὰ μέγιστα οἴεσθαι εὐεργετεῖσθαι. ἐκεῖθεν δὲ ὁ μέγας δομέστικος συνταξάμενος Ἀμοὺρ, ἧκεν ὡς βασιλέα. καὶ ἐπεὶ καὶ αἱ παρὰ τοῦ Σαρχάνη παρῆσαν νῆες, παρεσκευάσαντό τε πρὸς τὴν ναυμαχίαν καὶ ἠνιῶντο ὅτι οὐ παρῆσαν οἷς ναυμαχοῦνται. Λατῖνοι δὲ, εἴτε τὴν παρασκευὴν βασιλέως δείσαντες, εἴτε καὶ διὰ τὸ τοὺς ἐνάγοντας Ῥωμαίους καταφώρους γενομένους ὑποπτῆξαι, ἡ γὰρ τοῦ μεγάλου δομεστίκου μήτηρ ἅμα βα 1.484 σιλίδι αἰσθόμεναι τὴν ἐπιβουλὴν, ὡς μάλιστα ἐνῆν ἠσφαλίσαντο τά τε βασίλεια καὶ τὴν ἄλλην ἀρχὴν, ἀποσχόμενοι ὧν διενοοῦντο, διελύθησαν. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο διαλυθέντας, τοὺς μὲν παρὰ τοῦ Ἀμοὺρ παρόντας κατὰ συμμαχίαν, ἀπέστειλεν εὐεργετήσας· αὐτὸς δὲ συντονώτερον εἴχετο τῆς πολιορκίας· ἤδη γὰρ καὶ ὁ καιρὸς ἤπειγε περὶ φθινόπωρον ὤν. τριβομένου δὲ τοῦ χρόνου κατὰ τὴν πολιορκίαν συμβέβηκε τὸν μέγαν δομέστικον παρὰ τὴν τῆς Φωκαίας πύλην ἰδεῖν ἑστῶτα Ντζουὰν ντὲ Σπίνιά τινα ὠνομασμένον, ὃς ἦν αὐτῷ γνώριμος πρότερον καὶ συνήθης, ἔκ τε τῶν παρὰ Λατίνοις ἐπιφανῶν ὄντα καὶ παιδείας τῆς παρὰ Ῥωμαίοις ἱκανῶς μετεσχηκότα. καὶ πέμψας αὐτὸν μετεκαλεῖτο, κελεύων ἥκειν πρὸς αὐτὸν μηδὲν ὑποπτεύοντα δεινόν. ὁ δ' ἧκεν εὐθὺς πεισθείς. προσαγορεύσας δὲ ὁ μέγας δομέστικος αὐτὸν καὶ ἀγνωμοσύνην ἐγκαλέσας, ὅτι φίλον ἀρχαῖον ὄντα καὶ συνήθη καὶ τοσοῦτον ἤδη χρόνον διατρίβοντα πρὸς ταῖς πύλαις ταῖς αὐτῶν, οὐδὲ ἅπαξ πρὸς αὐτὸν ἠθέλησεν ἐλθεῖν οὐδὲ ἀσπάσασθαι οἷα φίλον, καὶ ἕτερ' ἄττα ὅσα ἦν ἁρμόζοντα προσθεὶς τῷ χρόνῳ, ἤδη γὰρ ὀψὲ τῆς ἡμέρας ἦν, τὸ νῦν μὲν ἔχον οἴκαδε ἀπέπεμπεν, εἰς τὴν ὑστεραίαν δὲ ἐκέλευσεν, εἴγε καὶ αὐτῷ καθ' ἡδονὴν εἴη, πρὸς αὐτὸν πάλιν ἐλθεῖν, ὡς ἂν κατὰ σχολὴν καὶ περὶ τοῦ παρόντος πολέμου διαλεχθῶσιν ἅττα ἂν ἑκάστῳ δοκοίη δίκαια ἔχειν πρὸς αὐτόν. Ντζουὰν μὲν οὖν ἀποδεξάμενος τοὺς λόγους οἴκαδε ἀπῆλθεν· εἰς τὴν ὑστεραίαν δὲ ἅμα πρωῒ εἰς 1.485 τὴν μεγάλου δομεστίκου ἥκει σκηνὴν καὶ προσηγόρευεν αὐτόν. ἀντιπροσειπὼν δὲ καὶ αὐτὸς αὐτὸν καὶ μόνον παραλαβὼν, λόγου ἦρχε πρὸς αὐτὸν τοιοῦδε· «οὔτε τὸ ἐπὶ προφάσει πάσῃ πολεμεῖν τῶν ἐπαινετῶν ἄν τις τιθείη σωφρονῶν, οὔτε τὸ εἰρήνην ἄγειν· ἀλλ' ἑκάτερα βελτίω ἢ χείρω παρὰ τὰς αἰτίας νομίζοιτ' ἂν δικαίως. ἐὰν δέ τις πολέμου ἄρχων, μείζοσιν ἢ καθ' ἑαυτὸν πράγμασιν ἐπιχειροίη, πρὸς τῷ ἀδικεῖν καὶ ἄνοιαν προσοφλήσειεν ἂν παρ' εὖ φρονοῦσι κριταῖς. σκεψώμεθα δὴ καὶ περὶ τοῦ νυνὶ παρόντος πολέμου, ὃν ἤρασθε πρὸς μηδὲν ἀδικοῦντα βασιλέα, εἰ μετὰ βελτίονος τοῦ σχήματος προσγενήσεται ὑμῖν. πρῶτον μὲν γὰρ μηδὲν ὑπὸ βασιλέως ἀδικούμενοι, πρῶτοι ἐπήλθετε τῇ Λέσβῳ οὔσῃ ὑπηκόῳ βασιλεῖ ἀδικοῦντες καὶ πλεονεκτοῦντες, οὗπερ οὐδὲ αὐτοὺς οἶμαι ἐξάρνους δυνήσεσθαι γενέσθαι· ἔπειτα δὲ οὐδὲ ἀνοίας καὶ ἀβουλίας κατελίπετε ὑπερβολήν. τὸν γὰρ ἄρχοντα πολέμου οὐ χρὴ τοῦτο μόνον σκοπεῖν ὅπως ἀδικήσῃ, ἀλλὰ πρῶτον μὲν εἴγε μάλιστα αὐτῷ τοῦτο δυνατὸν, ἔπειτα δὲ εἰ καὶ ἀρκοῦσαν δύναμιν ἔχει πρὸς τὸ τὰ ἀδικηθέντα διασώζειν. ὑμῖν δὲ πρός τε τὸ τὰ ἀλλότρια ἁρπάζειν ἡ δύναμις ἐνδεὴς καὶ πρὸς τὸ τὰ ἡρπασμένα διασώζειν ἐλαχίστη. Λέσβῳ μὲν γὰρ ἐπιόντες, ∆ηλίους ἐπείσατε καὶ Σικελιώτας συμμαχεῖν. βασιλέως δὲ ἐπιστρατεύσαντος ὑμῖν, οἱ σύμμαχοι ᾤχοντο ὑμᾶς ἀπολιπόντες, οὐδὲ ὅπλα ἀνταίρειν δυνηθέντες. ὑμῶν δὲ μόνων ὑπολελειμμένων, οἱ μὲν ἀπώλοντο κατὰ τὴν Καλλονὴν ἐν πέντε τριήρεσι διαφθαρέντες, οἱ δὲ κατὰ τὴν Μιτυλήνην καὶ Φώ 1.486 καιαν ἀποκεκλεισμένοι πολιορκεῖσθε, οὐδεμίαν ἔχοντες ἐλπίδα βεβαίαν σωτηρίας. μὴ θαυμάσῃς δὲ, εἰ μηδεμίαν εἶπον ἐλπίδα βεβαίαν σωτηρίας ὑμᾶς ἔχειν, καίτοι καρτερώτατα ἀμυνομένους ἀπὸ τῶν τειχῶν καὶ μηδεμίαν ἢ ὀλίγην βλάβην ὑπομένοντας ἀπό τε τῶν ἐκπιπτόντων τῆς μηχανῆς