171
ην πρός με ὑμῖν ὁ λόγος· Καίσαρος δὲ κελεύσαντος πᾶσα ἀνάγκη τὰ ἐκείνῳ δεδογμένα πληροῦν. ταῦτα εἰπὼν ἐπὶ Τιβεριάδα ἀφίκετο, κατανοήσων ὡς γνώμης εχουσιν ̓Ιουδαῖοι. καὶ πολλαὶ μυριάδες συνήντων αὐτῷ ἱκετεύουσαι μὴ εἰς ἀνάγκας αὐτοὺς καθιστᾶν μηδὲ μιαίνειν ἀνδριάντι τὴν πόλιν. καὶ ὁ Πετρώνιος εφη "πολεμήσετε αρα;" οἱ δ' "οὐ πολεμήσομεν" εφασαν, "τεθνηξόμεθα δὲ πρότερον η παραβῆναι τὰ πάτρια," καὶ παρεῖχον ἑαυτοὺς ἀποσφάττεσθαι. καὶ ταῦτα ἐφ' ἡμέρας ἐπράτ2.29 τετο τεσσαράκοντα. ̓Αριστόβουλος δὲ ὁ ̓Αγρίππου ἀδελφὸς καὶ αλλοι τῶν ἐκκρίτων ἐδέοντο Πετρωνίου μηδὲν εἰς ἀπόνοιαν τὸ πλῆθος παρακινεῖν, ἀλλὰ γράφειν πρὸς Γάιον τὸ ἀνήκεστον αὐτῶν πρὸς τὴν τοῦ ἀνδριάντος ὑποδοχήν· ισως γὰρ μαλαχθέντα αὐτὸν ἀποστῆναι τοῦ δόξαντος· εἰ δ' ἐμμένοι καὶ αυθις τῇ ψήφῳ, τότε καὶ αὐτὸν τοῦ πράγματος απτεσθαι. Πετρώνιος δὲ πεισθεὶς ἐπέστειλε τῷ Γαΐῳ περὶ τῆς πράξεως. ̓Αγρίππας δὲ ὁ βασιλεὺς ἐν ̔Ρώμῃ διάγων προέκοπτε τῇ πρὸς Γάιον οἰκειώσει. θαυμασθείς τε ἐν τῷ δειπνίζειν τὸν αὐτοκράτορα τῆς πολυτελείας χάριν καὶ τοῦ μεγαλοπρεποῦς, αἰτήσασθαι προετρέπετο ο αν αὐτῷ πρὸς βουλῆς. ὁ δέ "αἰτήσομαί σε" εφη "τῶν μὲν ολβον περιποιούντων οὐδέν, ο δ' αν σοί τε πρὸς δόξαν εὐσεβείας κἀμοὶ πρὸς ευκλειαν γένηται. ἀξιῶ σε γὰρ τὴν τοῦ ἀνδριάντος ἀνάθεσιν, ην ποιήσασθαι κελεύεις Πετρώνιον εἰς τὸ ̓Ιουδαίων ἱερόν, δι' ἐμὲ καταλείψειν." Γάιος δὲ αἰσχυνθεὶς ἐπὶ τοσῶνδε μαρτύρων δόξαι ψευδόμενος, συνεχώρει. καὶ γράφει πρὸς τὸν Πετρώνιον, εἰ μὲν ηδη τὸν ἀνδριάντα εφθασε στῆσαι, μὴ καθελεῖν, εἰ δὲ μήπω πεποίηται τὴν ἀνάθεσιν, μηκέτι πειρᾶσθαι ποιήσασθαι· "οὐ γὰρ ετι τοῦτον βούλομαι στῆναι, διὰ τὸν ̓Αγρίππαν, ανδρα τιμώμενον παρ' ἐμοί." Γάιος μὲν ουν ταῦτα πρὸς Πετρώνιον γράφει πρὶν ἐντυχεῖν ταῖς ἐκείνου ἐπιστολαῖς ἐμφαινούσαις πρὸς ἀποστασίαν τοὺς ̓Ιουδαίους διὰ τὸν ἀνδριάντα ἐπείγεσθαι· περιαλγήσας δὲ διὰ ταῦτα γράφει τῷ Πετρωνίῳ " ̓Επεί σοι τὰ τῶν ̓Ιουδαίων δῶρα ἐν μείζονι γεγόνασι λόγῳ τῶν ἐμῶν ἐντολῶν, σὺ περὶ τῶν σεαυτοῦ τὸ ποιητέον συλλόγισαι. παράδειγμα γάρ σε 2.30 ποιήσομαι τοῖς τε νῦν καὶ τοῖς επειτα μὴ ἀκυροῦν ἐντολὰς αὐτοκράτορος." ταύτην τὴν ἐπιστολὴν οὐκ εφθη ζῶντος Γαΐου δεδεγμένος Πετρώνιος, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἐκείνου τελευτῆς ἐδέξατο γράμματα, καὶ ουτω τὰ πρὸς αὐτὸν τοῦ Γαΐου. ̔Ο μὲν ουν Γάιος κάκιστος γεγονὼς ωλετο ἐξ ἐπιβουλῆς ἀνῃρημένος· τὸν δὲ τρόπον τῆς κατ' ἐκείνου ἐπιβουλῆς, καὶ παρὰ τίνων ἀνῄρηται, οτε τὰ περὶ τῶν αὐτοκρατόρων ὁ λόγος διέξεισι διηγήσεται. ηδη δὲ φθαρέντος, Κλαύδιος κρυπτόμενος διὰ φόβον ὑπὸ τῶν στρατιωτῶν ἐξάγεται καὶ αὐτοκράτωρ ἀνακηρύττεται, πολλὰ πρὸς τὴν ἀνάρρησιν αὐτοῦ καὶ τοῦ ̓Αγρίππα σπουδάσαντος. αρτι δὲ βεβαιωθείσης τῆς αὐταρχίας αὐτῷ, τήν τε ἀρχὴν ἐκύρωσε τῷ ̓Αγρίππᾳ καὶ δι' ἐγκωμίων ἐποιεῖτο αὐτόν, προσθήκην τε αὐτῷ εθετο πᾶσαν ης ηρξεν ̔Ηρώδης ὁ βασιλεὺς καὶ πάππος αὐτοῦ. ὁ δὲ καὶ τῷ ἀδελφῷ ̔Ηρώδῃ τὴν βασιλείαν Χαλκίδος παρὰ Κλαυδίου ᾐτήσατο· καὶ ἐδόθη ἐκείνῳ παρὰ τοῦ Καίσαρος. Κατὰ τοῦτον τὸν χρόνον στασιάζουσιν πρὸς τοὺς ̓Αλεξανδρεῖς οἱ ἐκεῖ ̓Ιουδαῖοι. ον γὰρ ειρηται τρόπον κακῶς πρὸς αὐτοὺς Γαΐου διατεθέντος, ἐκακοῦντο μοναρχοῦντος ἐκείνου παρὰ τῶν ἐν τῇ πόλει ̔Ελλήνων, Γαΐου δὲ τελευτήσαντος ἀνεθάρσησαν καὶ ησαν ἐν οπλοις. Κλαύδιος δὲ τῷ ἱππαρχοῦντι κατὰ τὴν Αιγυπτον ἐπέστειλε καταστεῖλαι τὴν στάσιν, επεμψε δὲ καὶ διάταγμα ἐκ παρακλήσεως τοῖν βασιλέοιν ̓Αγρίππου τε καὶ ̔Ηρώδου εἰς Συρίαν καὶ εἰς ̓Αλεξάνδρειαν καὶ εἰς τὴν αλλην οἰκουμένην οση ̔Ρωμαίοις ὑπήκοος, φράζον οτι "τῶν ̓Ιουδαίων ἀνέκαθεν 2.31 ισης πολιτείας τοῖς ̓Αλεξανδρεῦσι καὶ τοῖς τῶν λοιπῶν πόλεων πολίταις ἀξιωθέντων, ὁ Γάιος ἐξ ἀπονοίας οτι μὴ θεὸν προσαγορεύειν αὐτὸν τὸ ̓Ιουδαίων εθνος ἠνέσχετο αὐτοὺς ἐταπείνωσεν. ἐγὼ δὲ μηδενὸς διὰ τὴν ἐκείνου παραφροσύνην τῶν παλαιῶν δικαίων τὸ εθνος ἐκπεσεῖν διατάττομαι, συντηρεῖσθαι δὲ σφίσι τὰ πρότερον δίκαια τοῖς ̓Ιουδαίων νομίμοις