171
̓Αριστοφάνης· δότε μοι λεκάνην, ιν' ἐξεμέσω. epsilon.712 ἀπὸ τοῦ εω τὸ ἀφίημι, καὶ πλεονασμῷ τοῦ μ ἐμῶ, ὡς ορω ὁρμῶ, τίω τιμῶ. ̓Εματαιώθησαν. ἐπλανήθησαν. τοῦ παντὸς ἐξέπεσον. καὶ ὁ ̓Απόστολος· ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν. ̓Εμφανίζουσιν. ἀντὶ τοῦ δεικνύουσιν. ὁ ̓Απόστολος· οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν, οτι πατρίδα ἐπιζητοῦσιν. ( ̓Επίῤῥημα.) ̓Εμμαπέωσ. ἐσπασμένως, ταχέως, σπουδαίως, προθύμως. παρὰ τὸ αμα, ο σημαίνει τὸ ὁμοῦ καὶ ἐξαίφνης, καὶ τὸ επος, ο σημαίνει τὸν λόγον, γέγονεν ἁμεπέως, καὶ κατὰ μετάθεσιν τῶν φωνηέντων καὶ πλεονασμῷ τοῦ ˉμ ἐμμεπέως. οἱονεὶ αμα τῷ λόγῳ καὶ τὸ εργον ταχέως. ὁ δ' αρ' ἐμμαπέως-. ̓Εμβαδόν. πεζῇ, διὰ θαλάσσης η διὰ τοῦ εἰς ναῦν ἐμβῆναι. Εμβραχυ. ἁπλῶς, ολως, συντόμως. ̓Εμμελῶσ. συνετῶς, ἡδέως. Εμπαλιν. εἰς τοὐπίσω. Εμπας καὶ εμπα. ̓Αττικῶς. εμπης δὲ ̓Ιωνι κῶς. δηλοῖ δὲ τὸ ομως. ̓Εμπελαδόν. πλησίον, ἐγγύς. epsilon.713 Εμπλην. πλησίον, ἐγγύς. ̓Εμποδών. Θουκυδίδης ἀντὶ τοῦ προχείρως· τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν. Λυκοῦργος ἀντὶ τοῦ φανερόν. Πλάτων ἀντὶ τοῦ ἐν μέσῳ. ̓Ισαῖος ἀντὶ τοῦ ὑπόγυιον καὶ ἐν χερσίν· ἀλλὰ τουτὶ, ω ανδρες ̓Αθηναῖοι, παντελῶς ἐμποδὼν ειναι. ̔Ιεροκλῆς δὲ καὶ αλλοι ἀντὶ τοῦ ἐμποδίου. ̓Εμφαντικῶσ. ἐννοητικῶς. ὁ δὲ παρεκάλει βραχέως μὲν, ἐμφαντικῶς δὲ τοῦ παρόντος κινδύνου. ἀντὶ τοῦ πρεπόντως. Τὸ Ε μετὰ τοῦ Ν. ( ̓Αρσενικόν.) ̓Εναγήσ. σεβάσμιος, η καὶ ὁ βέβηλος καὶ ὁ ἀποτρόπαιος. ∆αμάσκιος· τοὺς δὲ παντάπασιν ἀπεωθεῖτο ὡς ἐναγεῖς οντας καὶ ἀνιάτους. epsilon.714 ̓Εναγῆ φίλων. τὸν μηδέποτε ὑπὸ φίλων ἐν ἀφανεῖ αἰτίᾳ γενόμενον, ἀλλὰ καθαρὸν οντα. ̓Εναγέστατοσ. ἀκάθαρτος, μυσαρώτατος. ̓Εναγισμοί. ὁλοκαυτώματα, η μιασμοί. ̓Εν ᾳδου. ̓Αττικοὶ χρῶνται τῇ ἐν ἀντὶ τῆς εἰς· ἐν διδασκάλου, ἐν κιθαριστοῦ. ̓Ενάκ. ονομα κύριον. καὶ ἡ νόσος. ̓Εναύλουσ. τοὺς χειμερινοὺς ποταμοὺς, παρὰ τὸ αὐλεῖν. ̓Εναλίγκιοσ. ομοιος, παραπλήσιος. ὡς παρὰ τὸ πήσσω γίνεται πάγιος, καὶ παρὰ τὸ ἁρμόζω ἁρμόδιος, ουτως καὶ παρὰ τὸ εικω, τὸ ὁμοιῶ, γίνεται εικιος. καὶ ἐπειδὴ πολλάκις τὰ τοιαῦτα διὰ χρείαν μέτρου ἀποβάλλουσι τῆς ˉεˉι διφθόγγου τὸ ˉε, οιον· εικελος ἀστεροπῇ- καί· epsilon.715 τῷ ικελος κατέδυ Τρώων πόλιν- τούτου χάριν ἀποβάλλουσι καὶ τοῦτο τὸ ˉε τῆς διφθόγγου, καὶ γίνεται ικιος, ἐνίκιος, καὶ προσελθούσης τῆς ˉαˉλ συλλαβῆς μετὰ πλεονασμοῦ τοῦ ˉγ, διὰ τὰ ἐπάλληλα βραχέα, ἐναλίγκιος. ̓Ενναώρου. ἐννεαετοῦς. ̓Ενναέται. οἰκήτορες. καὶ ἐνναιέται. ̓Εναργήσ. φανερός. ̓Εγκάθετοσ. ἐνεδρευτής. ̓Ενδελεχησμόσ. ἐπιμονή. *ἐνδελεχισμὸς δὲ καλεῖται ἡ καθημερινὴ θυσία. τὸ γὰρ ἐνδελεχὲς τὸ πυκνὸν ἐστὶ καὶ συνεχές. ̓Ενδρανήσ. πρακτικός. ̓Ενδεεῖ. χρείαν εχοντι, ἐλλειπομένῳ. ̓Ενδεῖκται. οἱ κατήγοροι καὶ συκοφάνται. ̓Ενδιάθετοσ. ἐκ ψυχῆς προκείμενος. epsilon.716 Ενδικον. δίκης αξιον. καὶ γὰρ ὁ Μιθριδάτης τά τε αλλα ενδικος ην. Ενδιοσ. ὁ μεσημβρινὸς καιρὸς παρ' ̔Ομήρῳ. παρὰ τὸ ἐνδεῖν καὶ ἐλαττοῦσθαι τὴν ἡμέραν. η παρὰ τὸ ἰδίω, τὸ ἱδρῶ, γέγονεν ἐνίδιος καὶ ενδιος. ̓Ενδυμίων. κύριον. ος ην ὑπνηλὸς σφόδρα. ̓Ενδόμυχοσ. σκοτεινὸς, ἀπόκρυφος. ∆αμάσκιος· ουτω δὲ ἐνδόμυχος ἐγεγόνει καὶ σιωπηλὸς ἐπὶ τούτοις, α κρύπτειν ἐδοκίμαζεν, ωστε μηδὲ ἐρωτώσῃ τῇ μητρὶ λέγειν, οπη ἀπίοι. ̓Ενδόσιμον. κινήσεως καὶ ἀρχῆς αιτιον. ὁ δὲ ψαλμός· οιος ἐνδόσιμος ειναι τῇ ὠδῇ. ̓Ενεόσ. αφωνος, οὐχὶ ὁ ἠλίθιος. ἀπὸ τοῦ τὴν ἰωὴν παρ' ἑαυτῷ εχειν. ̓Ενερευθήσ. ἐρυθρός. ̓Ενεργμὸς καὶ ενερξισ. κροῦμα κιθαριστικόν. epsilon.717 ̓Εννέωροι. ἐνναετεῖς. ωρος γὰρ ὁ χρόνος. ̓Ενέρτεροσ. κατώτερος. ἀπὸ τοῦ ενερθεν ἐνέρθερος καὶ ἐνέρτερος. ̓Ενέροισ. νεκροῖς. ἀπὸ τοῦ ἐν τῇ ερᾳ κεῖσθαι. ̓Εν ἐπηκόῳ. εἰς ἐπήκοον πάντων. Εναιμοσ. πλήρης αιματος. ̓Ενηήσ. ὁ πρᾶος. Ενθεοσ. θείῳ κινούμενος νεύματι. Ενθουσ. θεωρητικὸς, θεόληπτος, θεοφορούμενος, ἐνθουσιῶν, ἐνθουσιαζόμενος. κατὰ συναλοιφήν· ενθεος, ενθους. ̓Ενθουσιασμόσ. οταν ἡ ψυχὴ ολη ἐλαύνηται ὑπὸ τοῦ θεοῦ. ̓Ενιπεύσ. ονομα ποταμοῦ. παρὰ τὴν ἐνιπήν· καὶ γὰρ αγριός ἐστι καὶ ἀπειλοῦντι εοικεν. ̓Ενιαυτόσ. οἱ ̔Εβραῖοι τὸν ἐνιαυτὸν κατὰ τὸν