171
μέλος τὸ σύριγμα; Πόθεν ταὼς ὁ ἀλαζὼν καὶ Μηδικὸς οὕτως φιλόκαλος καὶ φιλότιμος; Καὶ γὰρ αἰσθάνεται τοῦ οἰκείου κάλλους· ὅταν ἴδῃ τινὰ πλησιάζοντα ταῖς θηλείαις, ὥς φασι, καλλωπίζεται τὸν αὐχένα διάρας, καὶ τὸ πτερὸν κυκλοτερῶς περιστήσας, τὸ χρυσαυγὲς καὶ κατάστερον 95.1584 θεατρίζει τὸ κάλλος τοῖς ἐρασταῖς μετὰ σοβαροῦ τοῦ, βαδίσματος. Πόθεν μελίσσαις τε καὶ ἀράχναις τὸ φιλεργὸν, καὶ φιλότεχνον, ἵνα ταῖς μὲν τὰ κηρία πλέκηται καὶ συνέχηται δι' ἑξαγώνων συρίγγων καὶ ἀντιστρόφων, καὶ τὸ ἑδραῖον αὐταῖς διὰ τοῦ μέσου τοῦ τειχίσματος καὶ ἀλλαγῆς ἐπιπλεκομένων ταῖς εὐθείαις τῶν γωνιῶν πραγματεύηται· αἱ δὲ διὰ λεπτῶν καὶ ἀερίων σχεδὸν τῶν νημάτων πολυειδῶς διατεταμένων, πολυπλόκους τοὺς ἱστοὺς ἐξυφαίνουσι, καὶ ταῦτα ἐξ ἀφανῶν ἀρχῶν; Τετήρηνται οἱ τῶν λεόντων σκύμνοι, καθάπερ καὶ οἱ κύνες, τίκτεσθαι τυφλοί. Κοπτομένων τῶν λεοντίων ὀστέων, καθάπερ ἐκ τῶν πυριτῶν λίθων πῦρ ἐξάπτεται. Ἀλεξιτήριον ἐν τῇ καλιᾷ τίθησιν ὁ ἀετὸς, ἐλαύνων ἀπὸ τῶν νεοσσῶν τὸν ὄφιν, λίθον τὸν καλούμενον ἀετίτην. Γίνεται θηρίον, ὃ καλεῖται τάρανδρος, μέγεθος μὲν βοὸς, ἐλάφῳ δὲ τὸν τοῦ προσώπου τύπον ἐμφερέστατον. Λόγος ἔχει τοῦτον μεταβάλλειν ἀεὶ τὰς τρίχας πρός τε τὰ χωρία, καὶ τὰ δένδρα οἷς ἂν ἐγγὺς ἵσταται, ὡς διὰ τὴν τῆς χροιᾶς ὁμοιότητα λανθάνειν τοὺς ἐντυγχάνοντας, καὶ ταύτῃ μᾶλλον ἢ τῇ περὶ τὸ σῶμα ἀλκῇ δυσθήρατον.
ΤΙΤΛ. Γʹ. -Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων δικαίων.
«Οὐ ποιήσεις ἄδικον κρίσιν ἐν μέτροις, καὶ ἐν σταθμοῖς, καὶ ἐν ζυγοῖς. Ζυγὰ δίκαια, καὶ μέτρα δίκαια, καὶ χοῖνιξ δίκαιος ἔσται ὑμῖν.» «Οὐκ ἔσται ἐν τῷ μαρσίππῳ σου στάθμιον μέγα ἢ μικρόν· καὶ οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέγα ἢ μικρόν. Στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔστω σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα.» «Ζυγὸς δίκαιος, καὶ μέτρον δίκαιον, καὶ χοῖνιξ δίκαιος ἔσται ὑμῖν.»
ΤΙΤΛ. ∆ʹ. -Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων ἀδίκων.
«Ψευδεῖς υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι.» «Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ.» «Στάθμιον μέγα καὶ μικρὸν, καὶ μέτρα δισσὰ, ἀκάθαρτα ἐνώπιον Κυρίου ἀμφότερα· καὶ ὁ ποιῶν αὐτὰ, ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισθήσεται.» «Βδέλυγμα Κυρίῳ δισσὸν στάθμιον· καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ.» «Χαναὰν, ἐν χερσὶν αὐτοῦ ζυγὸς ἄδικος, καταδυναστεύειν ἠγάπησεν. Πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ, δι' ἁμαρτίας ἃς ἥμαρτεν.» «Ἀκούσατε ταῦτα, οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πέ 95.1585 νητα, καὶ καταδυναστεύοντες πτωχοὺς ἐπὶ τῆς γῆς· οἱ λέγοντες Πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπωλήσομεν, καὶ Σάββατα, καὶ ἀνοίξομεν θησαυροὺς, τοῦ ποιῆσαι μικρὸν τὸ μέτρον, καὶ τοῦ μεγαλῦναι στάθμια, καὶ ποιῆσαι ζυγὸν ἄδικον, τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς, καὶ ταπεινοὺς ἀντὶ ὑποδημάτων, καὶ ἀπὸ παντὸς γεννήματος ἐμπορευθησόμεθα.» «Ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν.»
ΤΙΤΛ. Εʹ. -Περὶ ζήλου ἀγαθοῦ ἢ πονηροῦ.
«Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι ἀνομίαν. Μὴ παραζήλου ὥστε πονηρεύεσθαι· ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται.» «Μὴ ζηλούτω σου ἡ καρδία τοὺς ἁμαρτωλούς.» «Υἱὲ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μετ' αὐτῶν.» «Μὴ χαῖρε, ἐπὶ κακοῖς, μηδὲ ζήλου ἁμαρτωλούς.» «Μὴ ζηλώσῃς δόξαν ἁμαρτωλῶν.» «Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα.» Μὴ φρονῇ τῶν κακῶν φαίνεσθαι κρείττων· λυποῦ δὲ τῶν ἀγαθῶν ἡττώμενος.