φησιν, ἔγνω νοῦν κυρίου;» αὐτὸς δέ φησι· «ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε». ὡς ἐκ τούτου πιστεύειν, ὅτι αὐτὸς ἡμᾶς ἐπισυνάγει, ἡμῶν δὲ παραζητεῖ μόνον τὸ θέλημα. τίς δὲ ἡ φανέρωσις τοῦ θελήματος· πόνος ἑκούσιος. 36.5.2 Ὥσπερ γὰρ ὁ σίδηρος πρίζων, κόπτων, γεωργῶν, καταφυτεύων, αὐτὸς μὲν ὑποθλιβόμενος ἐνδίδωσι, πλὴν ἄλλος ἐστὶν ὁ κινῶν καὶ ἐπάγων, καὶ ἐν τῷ συντριβῆναι πυρῶν καὶ ἀνακαινίζων, οὕτω καὶ ὁ ἄνθρωπος κἂν θλίβηται καὶ κοπιᾷ ἐργαζόμενος τὸ ἀγαθόν, πλὴν ὁ κύριος λανθανόντως ἐν αὐτῷ ἐργάζεται, καὶ ἐν τῷ κοπιάσαι καὶ συντριβῆναι τὴν καρδίαν παρακαλῶν καὶ ἀνακαινίζων καθὼς ὁ προφήτης λέγει· «μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτον36.5.3 τος; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος»; οὕτω δέ ἐστι καὶ εἰς τὸ κακόν. ὅτε ὁ ἄνθρωπος ὑπακούει καὶ ἑτοιμάζεται, τότε ὁ σατανᾶς ἑτοιμάζει. καὶ παροξύνει, ὡς ὁ λῃστὴς τὸ ξίφος. σιδήρῳ δὲ παρεικάσαμεν τὴν καρδίαν διὰ τὴν ἀναισθησίαν τῶν πραγμάτων καὶ πολλὴν σκληρότητα. οὐκ ἔδει δὲ ἡμᾶς ἀγνοεῖν τὸν κρατοῦντα ὡς ὁ ἀναίσθητος σίδηροςἐπεὶ ταχέως ἀπὸ τοῦ γεωργοῦ λόγου εἰς τὸν τοῦ πολεμίου λογισμὸν μεταπίπτομεν, ἀλλὰ μᾶλλον ὡς βοῦς καὶ ὄνος εἰδέναι τὸν ἐλαύνοντα καὶ ὁδηγοῦντα κατὰ διάνοιαν· φησὶ γάρ· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω». Εὐξώμεθα τοίνυν δέξασθαι γνῶσιν θεοῦ, καὶ διὰ πνευματικοῦ παιδευθῆναι νόμου εἰς ὑπουργίαν τῶν αὐτοῦ ἐντολῶν. Ἀμήν. 37.τ.1 ΛΟΓΟΣ ΛΖʹ. 37.1.1 Ὁ κύριος εἰπὼν «γενηθήτω σοι ὡς ἐπίστευσας», οὐχ ὅτε εἶπε τότε μόνον παρέσχεν, ἀλλὰ ἀπὸ κτίσεως κόσμου καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος ἕκαστον κατὰ τὴν πίστιν εὐεργετεῖ καὶ κατὰ τὴν εὐεργεσίαν δοκιμάζει. μεγάλως εὐεργετεῖ τοὺς μεγάλως πιστεύοντας, μικρῶς δὲ τοὺς μικρῶς καὶ ἡ δοκιμασία ὁμοίως κατὰ τὴν ἀναλογίαν. οὐδένα πειράζει, ἀλλὰ προκόπτειν παρασκευάζει καὶ κατὰ τὸ μέτρον τῆς εὐεργεσίας παραχωρεῖ. εὐεργεσίαν δὲ λέγομεν θεοῦ γνῶσιν πνευματικὴν τὴν μετὰ χάριτος ἡνωμένην καὶ περὶ δοκιμασίας δὲ μερικῶς ἐροῦμεν· 37.1.2 τὸν Νῶε διὰ μὲν τῶν ἀποκαλύψεων εὐεργέτησεν, ἐδοκίμασε δὲ διὰ τῆς παρατάσεως τοῦ χρόνου ἐν τῇ κατασκευῇ τῆς κιβωτοῦ. τὸν Ἀβραὰμ διὰ τῆς σφαγῆς τοῦ υἱοῦ αὐτοῦ, τὸν Λὼτ διὰ τῆς παροικίας τῶν Σοδομιτῶν, τὸν Ἰωσὴφ διὰ τῆς Αἰγυπτίας, τὸν λαὸν διὰ τῆς ἐρήμου, τὸν Μωϋσῆν διὰ τῆς ἀντιλογίας, τὸν ∆αβὶδ διὰ τοῦ Σαοὺλ τοῖς δέουσι χρόνοις, τοῖς προσήκουσι πράγμασι. πρὸς δὲ τὰς εὐεργεσίας αὐτὸς συμμεταβαλλόμενος ἦν. οὕτω πρὸς τὰ νῦν, οὕτω πρὸς τὰ ἀπ' ἀρχῆς «κατὰ τὴν ἀναλογίαν τῆς πίστεως»ἡ μετοχὴ τῆς χάριτος καὶ 37.1.3 κατὰ τὴν μετοχὴν ἡ δοκιμασία. «γενηθήτω» γάρ «σοι ὡς ἐπίστευσας» τῷ λόγῳ τοῦ θεοῦ. περί τινος; περὶ τῆς δυνάμεως αὐτοῦ ὅτι αὐτός ἐστιν ἡ ἄναρχος βουλὴ τοῦ πατρός, ἡ παντοδύναμος σοφία, θεὸς ἐκ θεοῦ, ἄχραντος, ἀναλλοίωτος, ἀκατάληπτος, ἐν δικαιοσύνῃ ἀπαράλλακτος, ἐν γνώσει ἀλάθητος, ἐν δυνάμει ἀνίκητος, ἐν παντὶ ἀνεφεύρετος καιρῷ καὶ γνώσει καὶ πράγματι πάντα τῇ εὐσεβείᾳ δουλώσας καὶ δι' αὐτῆς πάλιν τῷ ἀνθρώπῳ ὑποτάξας, ἵνα καὶ ἡμεῖς πολυπλασίως διὰ πάντων ὑποταγῶμεν. χαρισάμενος γὰρ ἡμῖν γνῶσιν εὐσεβείας, ᾗ τὰ πάντα ὑποτέτακται, προσέθηκε σύνεσιν, δι' ἧς γινώσκομεν ὅτι χρὴ πᾶσαν ἡμῶν ἐργασίαν κατὰ σκοπὸν τῆς εὐσεβείας ἐπιτελεῖν. 37.1.4 Ἐπειδὴ τοιγαροῦν ταύτης ὁ ἄνθρωπος ἐπελάθετο, διὰ τοῦτο αὐτὸς ἐλθὼν ἀνεπλήρωσεν ὑπὲρ ἡμῶν πᾶν τὸ τῆς εὐσεβείας ἔλλειμμα, ἵνα ὁ ἐναντίος ἐντραπῇ. διὰ τοῦτο ἔρχεται ἐν ποικιλίᾳ, ποτὲ διὰ πυρός, ποτὲ διὰ νεφέλης, διὰ εἴδους,