15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
μαθητῶν ὅτι Πέρσης ὁ προσιὼν αὐτῷ καὶ ὅτι δεῖ τὴν Περσίδα τούτῳ ἀφεῖναι φωνήν, ὅτι τε Μῆδος καὶ ὅτι δεῖ κατὰ Μήδους φθέγγεσθαι. τὸ μὲν οὖν ἀπὸ τῶν σχημάτων διαγινώσκειν τοὺς ἐντυγχάνοντας τῆς οἰκείας ἦν γνώμης τε καὶ συνέσεως, τὸ δὲ καὶ τοὺς μεταμπισχομένους ἀλλοτρίαις στολαῖς ἐπίστασθαι καὶ φθέγγεσθαι, ἣν εἰδεῖεν ἐκεῖνοι φωνήν, τῆς ὑψηλοτέρας καὶ κρείττονος καὶ ἦς δὴ τὸ τηνικαῦτα κατηξιώθησαν. Ἀπορῶ δὲ καὶ περὶ τῶν γλωσσῶν, ὅπως δὴ καὶ τεθέανται· καὶ ἵνα πρὸς τὸ καθόλου τὸν λόγον ἀναβιβάσω, φιλοπονώτερον τῇ θεωρίᾳ πρόσειμι, καὶ διαποροῦμαι ὅπως δήποτε σωματικῶς ὁρᾶται τὰ θεῖα, καὶ τίνες αἱ τούτων προβολαί, καὶ τί τὸ ὑπεστρωμένον αὐτοῖς φῶς. ἐπεὶ δὲ δόξαι διτ ταὶ περὶ ταῦτα, αἱ μὲν ἡμέτεραι, αἱ δὲ τῶν ἄκρων Ἑλληνικῶν, δεῖ με ἀμφο τέρας εἰπεῖν πρὸς ὑμᾶς. αἱ μὲν οὖν ἡμέτεραι αὗται. τὸ θεῖον, ὅ τι ποτέ ἐστιν, ἀσώματον ὄν, πρὸς τὰς τῶν ὑποδεχομένων δυνάμεις τὰς οἰκείας θεοφανείας ἀδρανεστέρας ἢ τρανεστέρας ποιεῖ, καὶ τοῖς μὲν ἐν αἰσθήσει φαίνεται, τοῖς δὲ ὑπὲρ τὴν αἴσθησιν ἐμφανίζεται· μᾶλλον δέ, ἵνα τὸ ἀκριβέστερον εἴπω, ἐκεῖνο μὲν ἀμετάβλητον μένει καὶ ἀναλλοίωτον, ἡμεῖς δὲ περὶ ἐκεῖνο μεταποιούμεθα καὶ μεταβαλλόμεθα. ὥσπερ γὰρ μιᾶς ἀπηχηθείσης ἐν ὑπαίθρῳ φωνῆς ὁ μέν τις ἡμῶν ἤκουσεν, ὁ δὲ οὐκ ἤκουσε, καὶ τῶν ἀκουσάντων ὁ μέν τις τρανέστερον, ὁ δὲ ἀδρανέστερον ἀντελάβετο κατὰ τὴν ἀναλογίαν τῆς διαστάσεως καὶ τῆς εἰλικρινοῦς ἀκοῆς, τῶν δὲ μὴ ἀκουσάντων ὁ μὲν διὰ τὸ πολὺ διεστάναι οὐκ ἀντελάβετο, ὁ δὲ διὰ τὸ ἐμπεφράχθαι αὐτῷ τὸν τῆς ἀκοῆς πόρον, ἐμψυγέντος κατ' ἐκεῖ νο τὸ μέρος τοῦ φλέγματος, ὁ δὲ διὰ τὸ πρὸς ἑτέροις εἶναι, καὶ ἡ πολυ μερὴς αὕτη ἀλλοίωσις οὐ κατὰ τὴν ἀπηχηθεῖσαν φωνὴν ἐγένετο, ἀλλὰ κατὰ τὴν ἐνηχηθεῖσαν ἀκοήν, οὕτω δὴ καὶ τοῦ θείου μὴ μεταβαλλομένου ἡμεῖς περὶ ἐκεῖνο μεταβεβλήμεθα καὶ τοιοίδε ἢ τοιοίδε γινόμεθα· ὥσπερ δὴ καὶ τοῦ ἡλίου ἑστῶτος ἐν μεσημβρίᾳ πάρνοπες καὶ νυκτάλωπες ἀμυ δρόν τι τοῦ φέγγους εἰσδέχονται, ἄνθρωποι δὲ καὶ ἐλέφαντες κατὰ τὴν προσοῦσαν ἑκάστῳ διάθεσιν μᾶλλον ἢ ἧττον ἐνοπτρίζονται. διὰ ταῦτα τοιγαροῦν καὶ οἱ περὶ τὸν Πέτρον καὶ οἱ τότε παρατυχόντες τὰς πυρίνους γλώσσας ἐκείνας ἐθεάσαντο, οὐχ ὅτι κατὰ γλῶσσαν τὸ θεῖον διεσχημά τισται, ἀλλ' ὅτι περὶ τὴν γλῶσσαν ἔμελλεν ἡ τοῦ πνεύματος ἐνέργεια γίνεσθαι. ἀλλ' οἱ μὲν ἀπόστολοι κατὰ τὴν τῆς ψυχῆς ἀξίαν [ἐθε]ῶντο τὴν θεοφάνειαν, οἱ δ' ἄλλοι, ἵνα δὴ μάρτυρες εἶεν τοῦ μεγάλου θεάματος. Ταῦτα δὴ τὰ τῆς ἡμετέρας αὐλῆς. Ἑλλήνων δὲ παῖδες, ὧν δὴ τελευταῖος δᾳδοῦχος καὶ ἱεροφάντης ὁ Πρόκλος ἐγένετο, εἰς τρία δὴ ταῦτα τὴν θεα γωγίαν καταμερίζουσι, καὶ τὸ μὲν αὐτῆς αὐτοπτικόν φασι, τὸ δὲ ἐποπτι κόν, τὸ δὲ ἐνθεατικόν, ὡς εἶναι καὶ τοὺς ὁρῶντας αὐτόπτας καὶ ἐπόπτας καὶ ἐνθεαστάς. εἰ μὲν οὖν τις τῷ νοερῷ τῆς ψυχῆς καὶ αὐγοειδεῖ καὶ αἰθριώδει ὡς ἔχει φύσεως τὸ θεῖον ὁρᾷ, αὐτὸς ὢν καὶ κλήτωρ καὶ θεατής, αὐτόπτης οὗτός ἐστιν· ὅστις δὲ τῷ φανταστικῷ τῆς ψυχῆς ὀχήματι τὰ θεῖα φαντάζοιτο, ὑφ' ἑτέρου θεολόγου κατ' ἐκείνους πρὸς τοῦτο ἀνακι νούμενος, ἐπόπτης ἂν οὗτος καλοῖτο· εἰ δὲ μήτε κατὰ νοῦν θεωροίη μήτε κατὰ φαντασίαν, αὐτοῖς δὲ μόνοις τοῖς ὄμμασι θείας τινὰς ὁράσεις τῷ ἀέρι ἐμφερομένας, ἐνθεάζει τε οὗτος περὶ αὐτάς, καὶ ἐνθεαστὴς ὀνομάζοιτο. φασὶ γὰρ καὶ φῶς σωματικὸν ὑπεστρῶσθαι τοῖς θείοις, οὗ δὴ ἀντιλαμβάνονται, οἱ μὲν ἀπραγματεύτως τοιαύτης τυχόντες ὀμμάτων φύσεως, οἷος δὴ καὶ Σωκράτης καὶ Πλωτῖνος ἐγένοντο, οἱ δὲ κατά τινας περιόδους τῷ σεληναίῳ ἴσως φωτὶ τρεπόμενοι τὴν διάνοιαν· Αἰγύπτιοι δὲ τοὺς ὀφθαλμούς, ὥς φασι, χρίοντες ἢ τῷ καλουμένῳ τάρρῳ ἢ τῷ τῆς λι βάνου ὀπῷ ἢ τῷ βδελλίῳ, αὐθωρὸν πρὸς τὰς ὀπτασίας ἀνέβλεψαν· Ἀσσύ ριοι δὲ χαίρειν εἰπόντες πόαις τε καὶ ὀποῖς καὶ ἐγχρίσμασι, συνθήκαις τισὶ καὶ ὀνόμασιν