171
μῳ προσέταξας. Τοὺς δὲ πάλαι γεγονότας, καὶ ἀρ χαίαν ἐσχηκότας πορείαν, τοῦ τρέχειν ἔπαυσας ἐθε λήσας. Τοῦτο καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· "Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δί ψαν· γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων, καὶ κατῴκησεν ἐκεῖ πεινῶντας." Τοὺς μὲν γὰρ Σοδόμων καὶ Γομόῤῥων, καὶ τῶν ἄλλων περι οίκων κατεξήρανε ποταμοὺς, διὰ τὴν τῶν οἰκητόρων παρανομίαν. Τῇ δὲ ἀνύδρῳ γῇ τοὺς ἀπὸ τῆς πέτρας ἔδωκεν ὀχετοὺς, τῷ διψῶντι λαῷ προσφέρων τὰ νά ματα. Ῥᾴδιον γὰρ αὐτῷ ὡς βούλεται μετοχετεῦσαι τῶν ὑδάτων τὴν φύσιν. ∆ιὰ μέντοι τούτου καὶ ἕτερον ὁ λόγος παραδηλοῖ, ὡς Ἰουδαίοις μὲν διὰ τὴν παρα νομίαν τῶν προφητικῶν ποταμῶν οὐ προσοίσει τὰ νάματα, τὰ δὲ ἔθνη, τὰ πάλαι ἔρημα, τοῖς ὑπὸ τῆς πέτρας ἀρδεύσει κρουνοῖς· ἡ δὲ πέτρα, ᾗ φησιν 80.1464 ὁ θεῖος Ἀπόστολος, ἐστὶν ὁ Χριστός. Καὶ ἅπαντα τάδε τὰ εἰρημένα ἀπὸ τοῦ· "Εἰργάσατο σωτη ρίαν ἐν μέσῳ τῆς γῆς," τῶν ἡμετέρων εὐεργεσιῶν περιέχει τὸν τύπον. Καὶ γὰρ ἐκεῖ δι' ὑδάτων ἡ τῆς δουλείας ἀπαλλαγὴ, καὶ ἐνταῦθα δι' ὑδάτων ἐλευ θερίας ἀρχή. Ἐκεῖ δρακόντων κεφαλαὶ τοῖς ὕδασι συντριβόμεναι, καὶ ἐνταῦθα δυναστεῖαι δαιμόνων καταλυόμεναι τῇ τοῦ βαπτίσματος χάριτι. Ἐκεῖνοι εὐχείρωτοι μετὰ τὴν θάλασσαν ἐγένοντο τοῖς Αἰθίοψι, καὶ οἱ ἡμέτεροι πολέμιοι μετὰ τὴν ἁγίαν κολυμβή θραν εὐκαταγώνιστοι ἐγένοντο τοῖς πάλαι μελαίνας τὰς ψυχὰς ἐσχηκόσι. Καὶ τἄλλα δὲ τούτοις ὁμοίως ῥᾴδιον συνιδεῖν τοῖς προσέχειν ἐθέλουσιν. [Ἐκεῖ ῥάβδος, ἐνταῦθα σταυρός· ἐκεῖ Μωϋσῆς, ἐνταῦθα ἀρ χιερεῖς· ἐκεῖ θάλαττα, ἐνταῦθα κολυμβήθρα· ἐκεῖ δώδεκα πηγαὶ, ἐνταῦθα δώδεκα ἀπόστολοι· ἐκεῖ ἑβδο μήκοντα στέλεχοι, ἐνταῦθα ἑβδομήκοντα βίβλοι.] Ἡμεῖς δὲ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. ιʹ, ιζʹ. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά." Ἀπὸ τῶν ἰδικῶν εὐεργεσιῶν ἐπὶ τὰς κοινὰς τὸν λόγον μετήνεγκε, καὶ κτίστην εἶναι διδάσκει τοῦ παντὸς τὸν τῶν ὅλων Θεὸν, ἡμέ ρας τε καὶ νυκτὸς ποιητὴν, φωτὸς χορηγὸν, καὶ ἡλίου δημιουργὸν, καὶ τοῦ χρόνου πρύτανιν. ∆ιὰ γὰρ τοῦ ἔαρος καὶ τοῦ θέρους, ἐδήλωσε τὰς τροπάς· ἀντὶ δὲ τοῦ, Σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων, ἐστήλωσας, ὁ δὲ Σύμμαχος ἔστησας εἴρηκε. ∆ηλοῖ δὲ ὁ λόγος, ὡς αὐτὸς αὐτῇ τὸ εἶναι δέδωκε, καὶ τὰ μὲν αὐτῆς εἰς πεδία, τὰ δὲ εἰς ὄρη καὶ νάπας ἀπένειμε· τὰ δὲ ἐκοίλανεν εἰς ὑποδοχὴν λιμναίων καὶ θαλαττίων ὑδάτων. ιηʹ. "Μνήσθητι ταύτης." Ταῦτα, φησὶν, ἅπαντα πεποιηκὼς, ὁ τῶν τοσούτων καὶ τηλικούτων δημιουρ γὸς, μνήσθητι ταύτης, τουτέστι τῆς Συναγωγῆς, ἧς ἐκτήσω ἀπ' ἀρχῆς. Πρὸς ἐκεῖνο γὰρ ἀποδέδωκε τοῦτο. "Ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου." Μὴ εἰς ἡμᾶς, φησὶν, ἀπίδῃς, ἀλλ' εἰς τὰς τῶν δυσμενῶν βλασφη μίας. ιθʹ. "Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογου μένην σοι." Οὐχ ἁπλῶς ὁ προφητικὸς πᾶσιν ἐπεύχεται λόγος· ἀλλὰ τοῖς τὸ θεῖον ὁμολογοῦσιν ὄνομα αἰτεῖ τὰ ἀγαθὰ [τοῖς ὁμολογοῦσι τὸν σταυρωθέντα Θεὸν ἐκ Θεοῦ, καὶ τοῦ Πατρὸς καὶ τοῦ 80.1465 Πνεύματος ὁμοούσιον]. Θηρία δὲ καλεῖ, [οὐ μόνον] τὴν τῶν πολεμίων ὠμότητα [ἀλλὰ καὶ τῶν ἀθε τούντων τὸν σταυρωθέντα καὶ μὴ ὁμολογούντων ὡς εἴρηται Θεόν]. "Τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος." Καὶ πένητες δὲ εἶεν ἂν οἱ τὸ φρόνημα ταπεινοί. "Μακάριοι γὰρ [ὡς αὐτὸς ὁ Κύριος ἐν Εὐαγγελίοις φησὶ] οἱ πτωχοὶ τῷ πνεύ ματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. κʹ. "Ἐπίβλεψον εἰς τὴν διαθήκην τῶν δούλων σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν." Οἱ γὰρ τῆς σῆς αἴγλης οὐκ ἀπολαύσαντες, ἀλλ' [ἄνθρωπόν σε μετὰ τῶν Ἰου δαίων βλασφημοῦντες, καὶ μὴ ὁμολογοῦντές σε ἥλιον δικαιοσύνης, καὶ] τὸ τῆς ἀγνοίας ἀγαπήσαντες σκότος, ἀνομίας καὶ τῆς ἐντεῦθεν φυείσης τιμωρίας μεστὰς ἔχουσιν οἰκίας, ἀντὶ τοῦ, Παντοδαποῖς κακοῖς παρεδόθησαν, διὸ προείλοντο σκότος. καʹ. "Μὴ ἀποστραφήτω