171
ἀλλ' ὁμολογοῦντας αὐτὸν ἄνθρωπον διὰ φιλανθρωπίαν ἄπειρον γεγονέναι· οἱ γὰρ μὴ ἀνεχόμενοι εἰκόνα αὐτοῦ τοῦ σωματικοῦ χαρακτῆρος ἐνορᾶν ἀρνοῦνται αὐτὸν ἀριδήλως μορφὴν τὴν καθ' ἡμᾶς εἰληφέναι, ἰουδαΐζοντες ἐντεῦθεν, κἂν προσποιοῦνται ὁμολογεῖν Χριστὸν εἴσω τῆς ἡμετέρας φύσεως γενέσθαι· ὃς γὰρ οὐκ εἰκονίζεται, οὗτος οὐδὲ ἄνθρωπος, ἀλλά τι ἔκτρωμα· πῶς γὰρ πρόσωπόν τις ἔχων οὐκ εἰκονισθήσεται; εἰ οὖν Χριστὸς εἶχεν πρόσωπον, εἰς ὃ ἐνέπτυσαν οἱ θεοκτόνοι, δῆλον ὅτι περιγράφεται, ἤγουν εἰκονίζεται· εἰ δὲ εἶχεν, ἀλλ' οὐκ εἰκονίζεται, ὡς τοῖς ἀσεβέσι δοκεῖ, φάντασμα σαφῶς· καὶ γὰρ τοῦ Οὐαλεντίνου τὸ ἀσέβημα ἔχουσι μανιχαΐζοντες οἱ εἰκονομάχοι. Ὧν τῆς πλάνης ῥυσθείης τελέως καὶ αὐτὸς καὶ εἴ τίς σοι τῆς ἀρετῆς καὶ εὐσεβείας παραπλήσιος. μικρὰ ὡς μεγάλα δέξαιο, φίλε, ἀνθ' ὧν ἀπέστειλας τῇ ταπεινώσει μου, μηδὲν ἐχούσῃ κρεῖττον ἀμείψασθαι. 260 {1Γεωργίῳ μιθανῇ}1 Ὢ πῶς καλὸν τὸ πλάσμα τῆς ψυχῆς σου, φίλε καλὲ καὶ πιστέ, φίλε γνήσιε καὶ φιλόθεε, φίλε κοινωνὲ θλίψεων καὶ περιστάσεων· ἀληθῶς εἴρηκεν ἡ Γραφὴ ὅτι ὁ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν, οὐ τὸν ἐκ χρυσίου, ἀλλὰ τὸν διὰ Πνεύματος Ἁγίου καταπεπλουτισμένον. τοιοῦτος σὺ πρὸς ἡμᾶς τοὺς ταπεινούς, τὸν μὲν ἐπισκεπτόμενος, τὸν δὲ προσδεχόμενος ἐξ ὁδοῦ ἥκοντα, καὶ ἄλλον θεραπεύων καὶ ἕτερον παραμυθούμενος, τοῦ δὲ καὶ ἐγγυητὴς γινόμενος ἐγκρατουμένου. οἶδας ὅ φημι· καὶ τί γὰρ οὐ ποιῶν καὶ λέγων, ὅσα εἰκὸς τὸν φιλόθεον ἄνδρα καὶ ἀγαθοκάρδιον ἄνθρωπον ἔστι πράσσειν; καί γε ἐν ταῖς ἡμέραις ταύταις, ὅτε καὶ ψιλὴ προσηγορία φίλου μέγιστόν τι χρῆμα λογίζεσθαι ἡμῖν πέφυκεν. Οὕτω μὲν οὖν ταῦτα ἡμεῖς οἱ ἁμαρτωλοὶ ἔχομεν παρὰ τῆς τιμιότητός σου. σὲ δὲ ὁ Κύριος ἀμείψεται τοῖς αἰωνίοις αὐτοῦ ἀγαθοῖς· διὸ μὴ ἐκκακήσῃς τὸ θεῖόν σου ἔργον τελεῖν ἐνώπιον τοῦ σῴζοντός σε θεοῦ. 261 {1Πάρδῳ μιθανῇ}1 Ἐπιστέλλω τῇ τιμιότητί σου χρεωστικῶς διότι ἄνθρωπος εἶ τοῦ θεοῦ καὶ φίλων ὁ ἀληθινὸς καὶ πιστός· ὁ γάρ τοι τοιοῦτος φίλος ἐν τοῖς πειρασμοῖς δοκιμάζεται, μὴ ἐκτρεπόμενος τῆς φιλίας, ἀλλὰ διασῴζων τὸ δοκίμιον τῆς πρὸς θεὸν καὶ τὸν πλησίον ἀγάπης· οἱ δὲ μὴ οὕτως σκαιοὶ καὶ μισάνθρωποι, τοῖς καιροῖς καὶ πράγμασιν ἀλλοιούμενοι. οἶδας παρὰ σεαυτῷ ἃ ποιεῖς ἀγαθά· μάρτυρες δὲ καὶ οἱ μετέχοντες αὐτῶν ἀδελφοὶ ἡμῶν, πολλά σε βαροῦντες, ἀλλὰ καὶ πλεῖστα εὐχαριστοῦντες, ὅτι προσφύγιον αὐτοῖς γίνῃ καὶ κουροτρόφος μάλα ἡδὺς καὶ περιδέξιος, οὐχ ὑποπτήσσων τὸν καιρὸν ὡς οἱ λοιποί, ἀλλὰ τρέμων θεὸν τὸν μόνον φοβερόν, ὃν καὶ θεραπεύεις διὰ τῶν ἀδελφῶν, ὅς σε καὶ ἀνακηρύξει ἐν καιρῷ τῆς ἀνταποδόσεως ὡς εὐποιητὴν αὐτοῦ, ὡς ξεναγιστὴν αὐτοῦ, ὡς τροφοδότην αὐτοῦ. Ἔχων οὖν τοιαύτας τὰς ἐλπίδας, ἄνθρωπε θεοῦ, χαῖρε καὶ εὐφραίνου καὶ νόμιζε πολὺν πλοῦτον συναθροίζειν ἐν τῇ καλλίστῃ σου πραγματείᾳ ταύτῃ, πλοῦτον οὐ φθαρτόν, ἀλλὰ τὸν διαμένοντα εἰς αἰῶνας ἐπὶ κτήσει τῆς βασιλείας τῶν οὐρανῶν. ἔρρωσο ἐν Κυρίῳ. 262 {1Γενναδίῳ τέκνῳ}1 Ἃ ἐπέστειλας, τέκνον ἠγαπημένον, ἐπέγνων. λυπῇ, ὅτι ἐν τῷ διωγμῷ τόπον ἐκ τόπου ἀμείβεις, ὑπὸ δέους καὶ μερίμνης συνεχόμενος· ταῦτα γὰρ ὑποβάλλει ὁ λόγος τῆς φυγαδείας, πρὸς δὲ καὶ ἐνδεῶς ἔχειν τῶν κατὰ χρείαν. ἀλλὰ ὁ μακαρισμὸς τοῦ Κυρίου εὐφραινέτω σε καὶ κουφιζέτω τὰ ἄλγη· μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. ἆρα οὐ πᾶσαν θλῖψιν καὶ στενοχωρίαν ἱκανή ἐστιν διαλῦσαι ἡ ἐπαγγελία αὕτη; ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίναι. ὁρᾷ ὅτι θεομίμητόν σε ἐργάζεται ἡ βίᾳ; βιαστῶν οὖν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. ἔνεγκον, τέκνον, ὡς προήνεγκας διὰ Χριστὸν οὐ μόνον διωγμόν, ἀλλὰ καὶ φυλακήν. ὁ προσθεὶς γνῶσιν προσθήσει ἄλγημα, φησίν. νεωστὶ ἠρίστευσας· καὶ πρεσβυτισθεὶς ἐν τῇ γνώσει καὶ ἡλικίᾳ οὐ περισσότερος εἴης; Ναί, τέκνον, παρακαλῶ, περιφρουρῶν ἑαυτὸν παντοίως, ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδων. εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. 263 {1Κληδονίῳ τέκνῳ}1 Ἄρτι συνέφθασα, τέκνον