171
κελεύσας παρακονδακίζειν καὶ ὑποσῦραι αὐτοὺς ἐκ τοῦ ὀχυρώματος καὶ πόλεμον πρὸς αὐτοὺς κροτῆσαι, εἰ τύχοι αὐτοὺς ἐξελθεῖν· εἰ δὲ μή, κἂν παρακαθίσαι αὐτοὺς καὶ φυλάττειν ἐν τοῖς ἐρύμασιν. οἱ δὲ τοῦ καβαλλαρικοῦ τὸν βασιλέα φεύγειν διαφημίσαντες καὶ φόβῳ συσχεθέντες τῇ αὐτῇ φυγῇ ἐχρήσαντο, μηδενὸς διώκοντος. οἱ δὲ Βούλγαροι τοῦτο θεασάμενοι ἐπεδίωκον ὀπίσω αὐτῶν καὶ τοὺς πλείστους ξίφει ἀνεῖλον, πολλοὺς δὲ καὶ ἐτραυμάτισαν. καὶ καταδιώξαντες αὐτοὺς μέχρι τοῦ ∆ανουβίου καὶ τοῦτον περάσαντες καὶ ἐλθόντες ἐπὶ τὴν λεγομένην Βάρναν πλησίον Ὀδύσσου καὶ τοῦ ἐκεῖσε μεσογαίου, τὸν τόπον ἑωρακότες ἐν πολλῇ ἀσφαλείᾳ διακείμενον, ἐκ μὲν τῶν ὄπισθεν διὰ τοῦ ∆ανουβίου ποταμοῦ, ἔμπροσθεν δὲ καὶ ἐκ πλαγίων διὰ κλεισουρῶν καὶ τῆς Ποντικῆς θαλάσσης, κυριευσάντων δὲ αὐτῶν καὶ τῶν παρακειμένων Σκλαυινῶν ἐθνῶν τὰς λεγομένας ἑπτὰ γενεάς, τοὺς μὲν Σέβερεις κατῴκισαν ἀπὸ τῆς ἔμπροσθεν κλεισούρας Βερεγάβων ἐπὶ τὰ πρὸς ἀνατολὴν μέρη, εἰς δὲ τὰ πρὸς μεσημβρίαν καὶ δύσιν μέχρις Ἀβαρίας τὰς ὑπολοίπους ἑπτὰ γενεὰς ὑπὸ πάκτον ὄντας· ἐν τούτοις οὖν πλατυνθέντων αὐτῶν ἐγαυρίασαν, καὶ ἤρξαντο τὰ ὑπὸ τὴν Ῥωμαϊκὴν πολιτείαν ὄντα κάστρα τε καὶ χωρία ἐπιρρίπτειν καὶ αἰχμαλωτίζειν. ὅθεν ἀναγκασθεὶς ὁ βασιλεὺς εἰρήνευσε μετ' αὐτῶν, ἐτήσια αὐτοῖς συμφωνήσας πάκτα παρέχειν ἐπ' αἰσχύνῃ Ῥωμαίων διὰ πλῆθος πταισμάτων· θαυμαστὸν γὰρ ἦν ἀκουόμενον τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, ὅτι ὁ πάντας ὑποτελεῖς ἑαυτῷ καταστησάμενος, τούς τε κατὰ τὴν ἑῴαν καὶ δύσιν καὶ ἄρκτον καὶ μεσημβρίαν, ὑπὸ τοῦδε τοῦ μυσαροῦ καὶ νεοφανοῦς ἔθνους ἡττήθη. ἀλλ' οὗτος μὲν ἐκ προνοίας θεοῦ τοῦτο συμβεβηκέναι Χριστιανοῖς πιστεύσας, εὐαγγελικῶς διανοησάμενος εἰρήνευσεν· καὶ ἦν ἕως τελευτῆς αὐτοῦ ἠρεμῶν ἐκ πάντων πολεμίων σπουδὴν ἔχων ἐξαίρετον ἑνῶσαι τὰς ἁπανταχῆ διῃρημένας ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀπὸ τῶν χρόνων Ἡρακλείου τοῦ βασιλέως καὶ προπάππου αὐτοῦ, καὶ Σεργίου τοῦ κακόφρονος καὶ Πύρρου, τῶν ἀναξίως ἡγησαμένων τοῦ θρόνου Κωνσταντινουπόλεως, μίαν τε θέλησιν καὶ μίαν ἐνέργειαν ἐπὶ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δογματισάντων, ὧν τὰς κακοδοξίας ἀνατρέψαι σπουδάζων ὁ αὐτὸς 360 χριστιανικώτατος βασιλεὺς σύνοδον οἰκουμενικὴν συναθροίσας ἐπισκόπων σπθʹ ἐν Κωνσταντινουπόλει, τά τε προκεκυρωμένα ἐν ταῖς προλαβούσαις ἁγίαις καὶ οἰκουμενικαῖς πέντε συνόδοις ἐπεβεβαίωσε δόγματα, καὶ τὸ τῶν δύο θελημάτων καὶ ἐνεργειῶν εὐσεβὲς θεσπισθῆναι δόγμα συνεψηφίσατο κατὰ τὴν αὐτὴν ἁγίαν καὶ ἀκριβεστάτην ἕκτην οἰκουμενικὴν σύνοδον, ἧς καὶ ἐξῆρχον ὁ αὐτός τε πανευσεβὴς βασιλεὺς Κωνσταντῖνος καὶ οἱ εὐσεβεῖς ἱεράρχαι. Ἀράβων ἀρχηγὸς Ἀζὶδ ἔτη γʹ. ροβʹ. χοβʹ. ιβʹ. αʹ. γʹ. Τούτῳ τῷ ἔτει συνηθροίσθη ἡ ἁγία καὶ οἰκουμενικὴ ἕκτη σύνοδος ἐν Κωνσταντινουπόλει τῶν σπθʹ ἁγίων ἐπισκόπων καὶ πατέρων κατὰ ἐπιτροπὴν τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου. Κόσμου ἔτη ρογʹ. Τῆς θείας σαρκώσεως ἔτη χογʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. ιγʹ. Ἀράβων ἀρχηγὸς Ἀζὶδ ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Γεώργιος ἔτη ʹ. δʹ. Τούτῳ τῷ ἔτει ἀπώσατο Κωνσταντῖνος τοὺς ἀδελφοὺς αὐτοῦ τῆς βασιλείας, Ἡράκλειον καὶ Τιβέριον, καὶ μόνος ἐβασίλευσε σὺν Ἰουστινιανῷ τῷ υἱῷ αὐτοῦ. ιδʹ. γʹ. εʹ. Τούτῳ τῷ ἔτει Μουχτὰρ ὁ ψεύστης τυραννήσας ἐπικρατὴς γέγονε τῆς Περσίδος, ἀπεκάλει δὲ ἑαυτὸν προφήτην. καὶ ἐταράχθησαν οἱ Ἄραβες. Ἀράβων ἀρχηγὸς Μαρουὰμ ἔτος αʹ. ιεʹ. αʹ. ʹ. Τούτῳ τῷ ἔτει ἀπεβίω Ἰζίδ, καὶ ταραχθέντες οἱ Ἄραβες τοῦἘθρίβου διηγέρθησαν καταστήσαντες ἀρχηγὸν ἑαυτοῖς Ἀβδελᾶν τινα, υἱὸν Ζουβέρ. καὶ συναχθέντες οἱ Φοίνικες καὶ οἱ Παλαιστίνης ἐπὶ τὴν ∆αμασκὸν ἔρχονται καὶ ἕως τοῦ Γαβιθᾶ πρὸς Ἀσάν, ἀμηρᾶν Παλαιστίνης· καὶ δίδουσι χεῖρας δεξιὰς τῷ Μαρουὰμ καὶ ἱστῶσιν αὐτὸν ἀρχηγόν, καὶ ἀμηρεύει μῆνας θʹ. καὶ τελευτήσαντος αὐτοῦ, 361 Ἀβιμέλεχ, ὁ υἱὸς αὐτοῦ, διαδέχεται τὴν ἀρχὴν ἀμηρεύσας ἔτη καʹ ἥμισυ, καὶ