172
λεγόμενον Βίσεξτον προσετέθη ὑπὸ Αὐγούστου Καίσαρος καὶ τῶν τηνικαῦτα σοφῶν, ἀναγκαῖον ἡγοῦμαι δηλῶσαι περὶ αὐτοῦ τοῦ ἡλιακοῦ ἐνιαυτοῦ τξεʹ αʹ ἡμερῶν ὄντος παρὰ δʹ μιᾶς ἡμέρας. τοῦτο τὸ δʹ κατὰ ἔτη κηʹ συναγόμενον ζʹ ἡμέρας ἀνακυκλουμένας ἀπὸ αʹ ἡμέρας τῆς ἑβδομάδος ἕως ζʹ ἐπάγει, αἵτινες λέγονται ἐπακταὶ ἡλίου ζʹ διὰ τῶν κηʹ ἐτῶν συμπληρούμεναι, καὶ πάλιν ἀπὸ τοῦ κθʹ ἀρχόμεναι. τετράκις γὰρ ζʹ κηʹ γίνονται. αἱ δ' αὐταὶ καὶ τετραετηρίδες παρὰ τοῖς μαθηματικοῖς ἀστρονόμοις κέκληνται διὰ τὸ κατὰ τετραετίαν ἡμέραν μίαν τῷ ἐνιαυτῷ ἐπεισάγειν. Περὶ ἧς οἱ μὲν Ἰουδαῖοι σεληνιακοὺς παραλαμβάνοντες τοὺς χρόνους διὰ τὸ νομικὸν πάσχα καὶ τὴν ἐν τῷ αʹ μηνὶ Νισὰν πανσέληνον οὐδένα λό γον εὑρίσκονται συγγραψάμενοι. Ἕλληνες δὲ παρὰ Χαλδαίων εἰς Αἰγυ πτίους διὰ τοῦ πατριάρχου Ἀβραάμ, ὡς ὁ λόγος, τὴν αὐτὴν ἐλθοῦσαν γνῶ σιν παραλαβόντες κατ' Αἰγυπτίους τξεʹ ἡμερῶν τὸν ἐνιαυτὸν ἐλογίσαντο, ἀρχόμενοι μὲν ἀπὸ τοῦ παρ' αὐτοῖς Θὼθ μηνὸς τῆς αʹ ἡμέρας, ἥτις κατὰ τὴν κθʹ τοῦ Αὐγούστου μηνὸς συμπίπτει, καὶ κατὰ χρόνους δʹ ἀμείβοντες μίαν ἡμέραν ἕως ἀποκαταστάσεως ἡμερῶν Αἰγυπτιακοῦ ἔτους τξεʹ διὰ αυξʹ ἐτῶν συμπληρουμένου, καὶ ὡς ἀπὸ σημείου τινὸς εἰς τὸ αὐτὸ ση μεῖον, ἀπὸ τῆς κθʹ τοῦ Αὐγούστου μηνὸς ἀποκαθισταμένου, ὃς ἔτυχεν ἀποκαταστῆναι κατὰ τόδε τὸ ευοαʹ ἔτος τοῦ κόσμου, Αὐγούστου δὲ ἔτει ιεʹ κατὰ τόδε τὸ κανόνιον. κατὰ δὲ Πανόδωρον κβʹ ἔτος ἦν Αὐγούστου διὰ τὸ τοὺς πολλοὺς κατὰ τὸ ιςʹ ἔτος τῆς Αὐγούστου βασιλείας τὴν Ἀλεξαν 378 δρείας ἅλωσιν ἱστορεῖν καὶ τοὺς τούτου χρόνους τῆς βασιλείας ἐντεῦθεν λογίζεσθαι, μεθ' ἣν ἀρξαμένην ἔτει εʹ Αὐγούστου τεθῆναι τὴν τετραετη ρικὴν ἡμέραν, καὶ μέχρι τοῦ νῦν οὕτω καθ' Ἕλληνας ἤτοι Ἀλεξανδρεῖς ψηφίζεσθαι τοὺς ἀστρονομικοὺς κανόνας ἐν ταῖς ἐκλείψεσι τῶν δύο φω στήρων καὶ ταῖς καθ' ἕκαστον μῆνα συνόδῳ πανσελήνοις τῶν τε πλανω μένων εʹ ἀστέρων καὶ τῶν λοιπῶν ἀπλανῶν τὰς ἐποχὰς οὕτω λαμβάνε σθαι. καὶ οὕτω μὲν ὁ Πανόδωρος συμφωνῆσαι σπουδάζων τοῖς ἔξω σο φοῖς περὶ τὴν σφαιρικὴν κίνησιν ἔτεσιν ζʹ διήμαρτε τοῦ εφʹ ἔτους, ευζγʹ ἀντὶ εφʹ στοιχειώσας, καίπερ ἐν ἄλλοις εὐδοκιμήσας παρὰ πολ λούς. ἡμεῖς δὲ τῷ ποιητῇ τῶν χρόνων ἀχρόνῳ θεῷ τῇ παντουργῷ καὶ ὁμοουσίῳ τριάδι πειθόμενοι, ταῖς παρ' αὐτῆς δοθείσαις ἡμῖν θεοπνεύ στοις γραφαῖς διά τε παλαιᾶς καὶ νέας διαθήκης ἐξηκολουθήσαμεν, ἔν τισι συμφωνήσαντες καὶ τοῖς παρ' ἐκείνων κανόσιν, ὡς ἐν τοῖς Ἀλεξάν δρου τοῦ Μακεδόνων ἔτεσι κατὰ τὸ εροʹ ἔτος τοῦ κόσμου, ἐνταῦθα δὲ ἀντιπίπτουσαν εὑρόντες ταῖς ἀποστολικαῖς παραδόσεσι τὴν ἐκείνοις ἄλλο θεν εἰλημμένην ἀρχὴν καὶ οὐκ ἐκ τῆς κοινῆς τοῦ κόσμου γενέσεως, ἀναγ καίως τῆς θείας καὶ ἀρρήτου σαρκώσεως τὸν ἀκριβῆ χρόνον προετιμήσα μεν. Αὔγουστος Ῥωμαίοις ἐνομοθέτησε. Λόλλιος Μάρκος Ῥωμαίοις Γαλατίαν ἐπεκτήσατο. Αὔγουστος μοναρχίαν ἐγχειριζομένην ἀπώσατο. Αὔγουστος Γαλάταις φόρους ἔθετο. Τιβέριος Ἀρμενίαν Αὐγούστῳ παρεστήσατο. Αὔγουστος Κυζικηνῶν ἐλευθερίαν ἀφείλατο. Αὔγουστος Σαμίοις ἐλευθερίαν παρέσχε. Κάνταβροι στασιάσαντες διεφθάρησαν. Σεισμὸς Κύπρου πολλὰ μέρη κατέπτωσε. Τιμήσεως γενομένης ἐν Ῥώμῃ ἀπεγράφησαν Ῥωμαίων μυριάδες υιςʹ καὶ δ. Τῷ ευπʹ ἔτει τοῦ κόσμου ἡ τῶν Βιθυνῶν ηʹ βασιλέων ἀρχὴ ἐπαύσατο 379 ὑπὸ Αὔγουστον χρηματίσασα, ἀπὸ τοῦ εσξηʹ κοσμικοῦ ἔτους ἀρξαμένη, ὧν τὰ ὀνόματα δηλωθήσεται· ὁμοίως δὲ καὶ ἡ τῶν Ποντικῶν ιʹ βασιλέων. Τιβέριος Καῖσαρ ἀνηγορεύθη. Αὔγουστος Γάιον Ἀγρίππαν υἱοθετήσατο. Αὔγουστος μοιχεύσασαν Ἰουλίαν θυγατέρα αὐτοῦ ἠφάντωσε. Τιβέριος Καῖσαρ Οὐινδικοὺς καὶ τοὺς λοιποὺς παρακειμένους τῇ Θράκῃ ὑπέταξεν· ἀποικίας εἰς Πάτρας καὶ Βήρυτον Ῥωμαίοις ἐξέπεμψεν. Τιβέριος Καῖσαρ καταπολεμήσας Γερμανοὺς αὐτοκράτωρ ἀνηγορεύθη. Τιβέριος ἐπὶ νίκῃ Παννονίων ἐθριάμβευσεν. Ὁ αὐτὸς ἐπὶ νίκῃ Ῥαιτῶν καὶ Ἀρμενίων καὶ Οὐινδικίων καὶ Παννονίων ἐθριάμβευσεν.