172
λίθων καὶ τῶν κλιμάκων καὶ τῶν ἄλλων μηχανῶν τῶν κατὰ τὰς συχνὰς τειχομαχίας προσαγομένων. ἀποδείξω γὰρ σαφέστατα ὑμᾶς οὐ πολὺ ἀπέχοντας τοῦ ἐν ἐσχάτοις κινδύνοις εἶναι. τριῶν γὰρ ὄντων, ἃ ἂν μάλιστα διασώζειν δύναιτο τοὺς πολιορκουμένους, τοῦ τέ ποθεν ἔξωθεν ἐπελθοῦσαν δύναμιν τοὺς πολιορκοῦντας ἀνιστᾷν, καὶ τοῦ ἀφθονίαν σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἔχοντας μετὰ ῥᾳστώνης τὴν πολιορκίαν διαφέρειν, καὶ τρίτου, τοῦ τὸν πολιορκοῦντα ἀδύνατον εἶναι προσκαθέζεσθαι ἢ δι' ἀπορίαν ἀναλωμάτων ἢ διὰ μικροψυχίαν ἤ τινα αἰτίαν ἄλλην, ἐγὼ ὑμῖν προσὸν ἀποδείξω τούτων οὐδὲ ἕν. τὴν μὲν οὖν ἴσως ἂν ἐπελθοῦσαν ἔξωθεν βοήθειαν ὑμῖν οὐδαμόθεν ἄλλοθεν ἄν τις οἰηθείη ἢ ἐκ Γεννούας, οἷα δὴ ὁμοφύλων ὄντων ὑμῖν καὶ συγγενῶν· τοῦτο δὲ τοσοῦτον ἀπέχει τοῦ εἶναι ἀληθὲς ἢ ὑμᾶς οἴεσθαι ἐλπίζειν, ὥστε τοὐναντίον μᾶλλον ἐφ' ὑμᾶς ἐλεύσονται ἐκεῖνοι ἐκπολιορκήσοντες ὡς πολεμίους τῷ κοινῷ, ἂν κελεύῃ βασιλεύς. ἴστε γὰρ δὴ σαφέστατα ὑμεῖς ὡς ἐν ταῖς συνθήκαις καὶ τοῖς ὅρκοις, οὓς πρὸς τὴν βασιλείαν Ῥωμαίων ἡ βουλὴ καὶ ὁ δῆμος ἔθετο Γεννούας ἐπὶ τῇ εἰρήνῃ, πρὸς τοῖς ἄλλοις περιείληπται καὶ τοῦτο, τὸ μὴ μόνον τὸ κοινὸν αὐτῶν μηδεμίαν βλάβην ἢ ζημίαν ἐπάγειν τῇ Ῥωμαίων βασιλείᾳ πρόφασιν πολέμου οὐ παρεχομένῃ, ἀλλὰ καὶ ἐάν τις 1.487 ἰδιώτης Ῥωμαῖον ἀδικήσῃ, ἀπὸ τῶν προσόντων αὐτῷ κτημάτων ἢ πραγμάτων τὴν ζημίαν ἀπολαμβάνειν τὸν Ῥωμαῖον. ἂν δὲ καὶ τῇ βασιλείᾳ Ῥωμαίων τὴν ζημίαν προξενῇ ἢ νῆσον διαρπάζων ἢ πόλιν τινὰ παράλιον ἤ τι ἕτερον, τὸν ἴσον τρόπον ἀπὸ τῶν ἐκείνων κτημάτων καὶ πραγμάτων, εἰ πολλοὶ εἶεν ἢ εἷς, τὴν ζημίαν ἀποτίννυσθαι βασιλεῖ, αὐτὸν δὲ ψηφίζεσθαι πολέμιον τῷ δήμῳ καὶ τῇ βουλῇ, καὶ στρατεύειν ἐπ' ἐκεῖνον ὡς ἄπιστον καὶ προδότην τοῦ κοινοῦ. οὗ δὴ ἕνεκα καὶ βασιλέα πρεσβείαν πρὸς Γέννουαν ἀπεσταλκέναι, ὥστε μὴ μόνον τὰ κτήματα ὑμῶν τῶν χρημάτων ἕνεκα ὧν ἀνάλωσε πολεμῶν ὑμῖν παραλαβεῖν, ἀλλὰ καὶ τριήρεις κελεῦσαι πέμψαι καθ' ὑμῶν κατὰ τὰ συγκείμενα καὶ τοὺς ὅρκους. ὥστε ἐκ Γεννούας οὐ μόνον ἐπικουρίαν οὐδεμίαν, ἀλλὰ καὶ πόλεμον καὶ ἐπίπλουν προσδοκᾷν χρή. ὅτι δὲ καὶ τῶν ἐπιτηδείων νῦν τε ἐνδεεῖς ἐστε καὶ μετ' ὀλίγον ἐπιλείψει παντελῶς ὑμᾶς, ἐξ αὐτῶν ἄν τις τῶν πραγμάτων ἀληθέστατα τεκμήραιτο. οἱ γὰρ ἐξελαθέντες τοῦ ἄστεος ὑφ' ὑμῶν Ῥωμαῖοι, ὧν αὐτοὶ τὰ ἐπιτήδεια λαβόντες χρῆσθε, τὸ μέτρον τῆς τροφῆς πρὸς τὸ τῶν πολιορκουμένων πλῆθος λογιζόμενοι, ἐντὸς ὀλίγου χρόνου παντάπασί φασιν ὑμᾶς τὰ σιτία ἐπιλείψειν. λείπεται δὴ μίαν ὑπολείπεσθαι ἐλπίδα σωτηρίας, τὸ βασιλέα ῥᾳθυμήσαντα ἢ διὰ τὸ τῶν ἀναλισκομένων πλῆθος χρημάτων 1.488 ἢ διὰ τὴν κατὰ τὴν στρατείαν κακοπάθειαν λύσειν τὴν πολιορκίαν ἢ διὰ τὸ χειμῶνα ἐπιγίνεσθαι ἤδη προσδοκᾷν. ἐγὼ δὲ καὶ περὶ τούτου προδότης γενήσομαι ἡμῶν αὐτῶν καὶ μηνύσω προῖκα ἅπαν τἀληθές. καίτοι γε πολλοῦ ἂν ἐπρίασθε αὐτοὶ, εὖ οἶδα, εἰ ἃ διανοούμεθα περὶ ὑμῶν, ἀληθῶς ἐξεγένετο μαθεῖν· ἐγὼ δὲ ὑμῖν καὶ τοῦτο χαριοῦμαι. βασιλεὺς μὲν γὰρ καὶ ἡμεῖς καὶ τὸ πολὺ τῆς στρατιᾶς οἴκαδε ἀπελευσόμεθα, ἵνα μὴ εἰκῇ καὶ μάτην κατατριβώμεθα ἐνταῦθα, ἄλλως τε καὶ τῶν ἐκεῖσε πραγμάτων ἐπιμελείας δεομένων, ἣν οὐκ ἐξὸν ποιεῖσθαι μὴ ἐκεῖ ἐπιδημοῦντας. ἐνταυθοῖ δὲ πρὸς τὴν πολιορκίαν δέκα καταλείψομεν τριήρεις καὶ μονήρεις εἴκοσι καὶ ἑτέρας τέτταρας καὶ εἴκοσι τὰς τοῦ Σαρχάνη ναῦς, μισθὸν παρασχόντες διαρκέσοντα ἄχρι ἦρος. οἳ ὑμᾶς τε καὶ Μιτυληναίους ἀσφαλῶς πολιορκήσουσιν ἐφορμοῦντες ἐκ θαλάσσης, ἐκ δὲ ἠπείρου ὑμῖν μὲν ἀρκέσουσιν ἡ τοῦ Σαρχάνη παρακειμένη στρατιά· Μιτυληναίοις δὲ οἱ Ῥωμαίων μισθοφόροι τὴν εἰς τὴν Λέσβον ἔξοδον ἀπείρξουσιν, ὥστε καὶ ἀμφοτέρους ἑκατέρωθεν ἀπείργεσθαι ἔκ τε γῆς καὶ θαλάττης τοῦ μηδὲν εἰσάγειν τῶν ἐπιτηδείων. ἅμα δὲ ἦρι ἀρχομένῳ στόλῳ μεγάλῳ αὖθις ἐφ' ὑμᾶς πλευσούμεθα, γνώμην ἔχοντες μέχρι παντὸς διακαρτερεῖν, ἄχρις ἂν ἢ λιμῷ ἢ ὅπλοις παραστησάμενοι, ἐξανδραποδισώμεθα ὑμᾶς. πρὸς τούτοις δὲ καὶ ἑτέραν βασιλέως ἐπίνοιαν οὐκ ἀποκρύψω. βούλεται γὰρ τοῖς