172
ἐμμένουσι, ταῦτά με αἰτησαμένων τῶν βασιλέων ̓Αγρίππου καὶ ̔Ηρώδου τῶν φιλτάτων μοι." ἐξέπεμψε δὲ καὶ ̓Αγρίππαν ἐπὶ τὴν βασιλείαν αὐτοῦ, λαμπροτέραν γεγενημένην. κἀκεῖνος ἐλθὼν εἰς ̔Ιεροσόλυμα χαριστήρια εθυσε, καὶ τὴν χρυσῆν αλυσιν τὴν ὑπὸ Γαΐου δοθεῖσαν αὐτῷ ὑπὲρ τὸ γαζοφυλάκιον ἀπῃώρησε, δεῖγμα τῆς τοῦ θεοῦ δυναστείας καὶ τῆς τῶν πραγμάτων μεταβολῆς, καὶ οτι καὶ τὰ μεγάλα πίπτει ποτὲ καὶ ὑψοῦται τὰ ταπεινά. θύσας ουν πολυτελῶς, Θεόφιλον μὲν τὸν Αννα τῆς ἀρχιερωσύνης μεθίστησι, τῷ δὲ Βοηθοῦ Σίμωνι, ῳ Κανθηρᾶς ἡ ἐπίκλησις, ἀπένειμε τὴν τιμήν. δύο δ' ησαν τῷ Σίμωνι ἀδελφοί, καὶ πατὴρ ὁ Βοηθός, ου τῇ θυγατρὶ ὁ βασιλεὺς ̔Ηρώδης συνῴκησεν, ὡς ἱστόρηται. τοὺς δ' ̔Ιεροσολυμίτας τῆς πρὸς αὐτὸν εὐνοίας ἠμείψατο, ἀφεὶς αὐτοῖς τὰ ὑπὲρ ἑκάστης οἰκίας. ιππαρχον δὲ παντὸς τοῦ στρατεύματος τὸν Σίλαν ἀπέδειξεν, ανδρα πόνων αὐτῷ συμμετασχόντα πολλῶν. Νεανίσκοι μέντοι ∆ωρῖται παράβολοι καὶ θρασεῖς Καίσαρος ἀνδριάντα εἰς τὴν τῶν ̓Ιουδαίων συναγωγὴν κομίσαντες εστησαν. τοῦτο τὸν ̓Αγρίππαν ἐτάραξε· καὶ αὐτίκα πρὸς τὸν τῆς Συρίας ἡγεμονεύοντα Πούπλιον Πετρώνιον παραγίνεται καὶ κατηγορεῖ τῶν ∆ωριτῶν. ὁ δ' ἑκατόνταρχον στείλας, τοὺς μὲν τὸ τόλμημα πράξαντας ἐπ' αὐτὸν ἀχθῆναι προσ2.32 έταξε, τοῖς δὲ τῶν ∆ωριτῶν αρχουσιν ἐπιδεῖξαι τῷ ἑκατοντάρχῳ τοὺς αἰτίους ἐπέστειλεν, εἰ μὴ βούλοιντο δοκεῖν συνεργάται τῆς πράξεως. ̓Αγρίππας δὲ ἀφελόμενος τὴν ἱερωσύνην τὸν Κανθηρᾶν Σίμωνα, ̓Ιωνάθην αυθις ἐπ' αὐτὴν ηγε τὸν ̓Ανανίου. ὁ δὲ παρῃτεῖτο, ἀρκεῖσθαι λέγων απαξ τὴν ἀρχιερωσύνην λαχών, τὸν δὲ ἀδελφὸν Ματθίαν πρὸς ταύτην ἠξίου προάγεσθαι ὡς αξιον τῆς τιμῆς. πεισθεὶς ουν ὁ βασιλεὺς τῷ Ματθίᾳ τὴν ἀρχιερωσύνην ἀπένειμε. Σίλας δὲ ὁ ̓Αγρίππου ιππαρχος, πεποιθὼς οις ὑπὲρ αὐτοῦ κεκινδύνευκεν, ἀκαίρου παρρησίας ἀντεποιεῖτο, καὶ ην φορτικός, τὰ στυγνὰ τῆς τύχης εἰς μνήμην αγων αὐτῷ καὶ ἑαυτὸν σεμνύνων ἐκ τῆς τότε σπουδῆς τε καὶ πίστεως. ἀηδῶς ουν πρὸς τὴν ἀταμίευτον αὐτοῦ παρρησίαν ὁ ̓Αγρίππας διέκειτο. τοῦ δὲ Σίλα μὴ ἐνδιδόντος εἰς ὀργὴν ὁ βασιλεὺς ἀνηρέθιστο, καὶ οὐ μόνον τῆς ἱππαρχίας αὐτὸν μετέστησεν, ἀλλὰ μέντοι καὶ δέδεκε. χρόνῳ δὲ τὸν θυμὸν ἀμβλυνθείς, καὶ λογισάμενος οσους ὑπὲρ ἐκείνου ἀνέτλη πόνους, ἡμέραν ἑορτάζων ἑαυτοῦ γενέθλιον ἐκάλει τὸν Σίλαν αὐτῷ συνεστιαθησόμενον. ὁ δὲ οὐκ ἐπείθετο "ἐπὶ τίνα" λέγων "ὁ βασιλεὺς ἀνακαλεῖ με τιμὴν τὴν οσον ηδη ἀπολουμένην; η πεπαῦσθαί με νομίζει τῆς παρρησίας; νῦν βοήσομαι μᾶλλον οσων αὐτὸν ἐξερρυσάμην δεινῶν, οσους ηνεγκα πόνους ἐκείνῳ πορίζων σωτηρίαν καὶ τιμήν· ων γέρας μοι δεσμὰ καὶ σκότιος εἱρκτή, ων ουποτε λήσομαι." ὁ δὲ βασιλεὺς ταῦτα μαθών, καὶ ἀνιάτως συνιδὼν διακείμενον, αυθις ειασεν ἐν φρουρᾷ. Ην δὲ εὐεργετικὸς ουτος ὁ βασιλεὺς ἐν δωρεαῖς οὐδὲν ηττον ̔Ηρώδου τοῦ πάππου· ἐκείνου μέντοι εἰς 2.33 ἀλλοφύλους τὸ φιλότιμον ἐπιδεικνυμένου, οὐ μὴν καὶ εἰς τοὺς ̓Ιουδαίους, ουτος πρὸς πάντας ὁμοίως ην εὐεργετικὸς καὶ τὸν τρόπον πραΰς. ἡδεῖα γοῦν αὐτῷ δίαιτα συνεχὴς ἐν τοῖς ̔Ιεροσολύμοις ην, καὶ τὰ πάτρια καθαρῶς ἐτήρει. καὶ δή τις Σίμων ην ἐν ̔Ιεροσολύμοις ἀκριβὴς δοκῶν τὰ νόμιμα· ουτος πλῆθος ἀθροίσας ἐτόλμησε τοῦ βασιλέως κατειπεῖν ἀποδημήσαντος εἰς Καισάρειαν. τοῦτο τὸν ̓Αγρίππαν οὐκ ελαθε. μεταπέμπεται ουν τὸν Σίμωνα καί φησιν "εἰπέ μοι τί τῶν γινομένων ἐστὶ παράνομον;" ὁ δὲ μὴ εχων εἰπεῖν ἐδεῖτο συγγνώμης τυχεῖν. καὶ ὁ βασιλεὺς παρὰ προσδοκίαν αὐτῷ διηλλάττετο, καὶ ἐξέπεμψε δωρησάμενος. τὴν ἀρχιερωσύνην δὲ Ματθίαν ἀφελόμενος ̓Ελιωναίῳ τῷ τοῦ Κιθαίρου παιδὶ παρέσχεν αὐτήν. Βασιλεύσας ουν ἐπὶ τρεῖς ἐνιαυτοὺς τῆς ολης ̓Ιουδαίας, εἰς πόλιν Καισάρειαν, η πρότερον Στράτωνος ἐκαλεῖτο πύργος, θεωρίας ἐτέλει. δευτέρᾳ δὲ τῶν θεωριῶν ἡμέρᾳ στολὴν ἐνδὺς ἐξ ἀργύρου πεποιημένην παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας. καὶ ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιτολαῖς ὁ αργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε, μαρμαίρων τι φοβερὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσιν. εὐθύς τε οἱ κόλακες