172
σεληνιακὸν δρόμον ἀριθμοῦσιν, ωστε τὸν μῆνα ἡμερῶν ειναι παρ' αὐτοῖς εἰκοσιεννέα ημισυ· ὡς τοῦ μὲν ἡλιακοῦ κύκλου ὑπάρχοντος τριακοσίων ἑξήκοντα πέντε, τοῦ δὲ σεληνιακοῦ ˉτˉνˉδ· ὡς τὸν ἡλιακὸν παραλλάσσειν ἐνιαυτὸν ἡμέρας ˉιˉα τοῦ σεληνιακοῦ ἐνιαυτοῦ. ωστε Ελληνες καὶ ̓Ιουδαῖοι μῆνας τρεῖς ἐμβολίμους ὀκτὼ παρεμepsilon.718 βάλλουσιν. ἐνιαυτὸς μετωνομάσθη ἐννέα καὶ δεκαετήρης. Μέτων γὰρ ὁ μαθηματικὸς περίοδον ἐκτιθεὶς χρόνου ἐνέταξε δεκαεννέα κύκλους. ̓Ενήλιοσ. ὁ εν μέλος εχων, ὁ κυλλός. Εννιοσ. ̔Ρωμαῖος ποιητής. Ενιοι. φανεροὶ, η οἱ μὲν, η τινές. Ενοσ. ὁ χρόνος. καὶ ἐνιαύσιος. Ενοχοσ. ὑπεύθυνος η χρεώστης. Ενορχα. αρσενα. ̓Ενοσίγαιοσ. ὁ κινῶν τὴν γῆν, ὁ σεισμοὺς ποιῶν. καὶ ἐνοσίχθων ὁμοίως. ενοσις γὰρ ἡ κίνησις. Εννουσ. ὁ συνετὸς, ὁ φρόνιμος. Σοφοκλῆς· εννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται. ̓Ενοφθαλμισμῶν. θεαμάτων. ̓Εν παραβύστω. ἐν γωνίᾳ. Ενσπονδοσ. ὁ ἀπὸ πόλεως, η ὁ ἀπὸ πολέμου γενόμενος φίλος. ̓Ενστάτησ. ὁ κατὰ πάντα ἐνιστάμενος, ἰδικῶς δὲ καὶ ἐπὶ τῆς κρίσεως, οιον ἀντίδικος. κυρίως δὲ ἐνστάτης ὁ ἐν τῇ ὁδῷ ἀντιστήκων τινί. ̓Ενστατικόσ. ἀντὶ τοῦ ενστασιν πρός τινα ποιούμενος. ̓Εν ταλάροισ. ἐν κοφίνοις. epsilon.719 ̓Εντελεῖσ. οἱ αρχοντες καὶ οἱ αρξαντες. καὶ ἐντελεῖς πανοπλίας ἀντὶ τοῦ ἀρχοντικάς. ̓Εντελήσ. ἀντὶ τοῦ τέλειος. ̓Εντελόμισθοσ. μεμισθωμένος ἐντελῶς. ὁ δὲ επλεε νηῒ οἰκείᾳ ναύτας εχων ἐντελομίσθους οικοθεν Κρῆτας. ̓Εντομίασ. εὐνοῦχος. ̓Εντομίδαι. οἱ τοῖς σώμασιν ἐντεμνόμενοι. τοιαῦτα εἰώθασι ποιεῖν ἐπὶ τοῖς νεκροῖς. οτι τοῖς νεκροῖς τὰ εντομα εθυον τῶν τετραπόδων ὡς αγονα· τὰ δὲ ενορχα τοῖς θεοῖς. εντομα δὲ, οιον σφῆκες, μύρμηκες, μέλιτται, α ουτε ἀναπνεῖ, ουτε πνεύμονα εχει. ̓Εντριβήσ. εμπειρος, τετριμμένος, συνήθης. ανθρωπος ἐντριβὴς τῆς χώρας. ̓Εντροπίασ. εὐμετάβολος. καὶ ἐντροπίας οινος, ὁ ὀξίνης. epsilon.720 ̓Εντρεχήσ. γοργὸς, ὀξὺς, σπουδαῖος. ̓Ενυάλιοσ. πολεμικὸς, μαχητής. ̓Ενυὼ γὰρ δαίμων τὶς προστάτης τοῦ πολέμου. ̓Ενυδροβίων. βιούντων ἐν υδασι. καὶ πολιὸν χηνῶν ζεῦγος ἐνυδροβίων. ̓Εν χρῷ κεκαρμένοσ. σύνεγγυς καὶ πλησίον τοῦ δέρματος τὰς τρίχας ἐξυρημένος. καὶ ἐν χρῷ παραπλέων ἀντὶ τοῦ πλησίον. ουτως Θουκυδίδης. ̓Εγχρόνῳ. ου τὸ ειναι μετρητὸν ὑπὸ χρόνου. ̓Ενώμοτοσ. τοῖς ορκοις ενοχος. ̓Ενωμοτάρχησ. τάξεως τινὸς στρατιωτικῆς αρχων παρὰ Λακεδαιμονίοις. ειρηται δὲ παρὰ τὸ ὀμνύναι αὐτοὺς μὴ λείψειν τὴν τάξιν. ̓Ενώπιον. εμπροσθεν. ̓Εναῖοσ. ὁ λαγωός. τοῦ Ψελλοῦ· ἐναῖος δὲ ὁ λαγωὸς, ενναιον υδωρ βλύζον. epsilon.721 ̓Εναίσιμοι. μαντικοί. Ομηρος· -ορνιθες δέ τε πολλαὶ ὑπ' αὐγὰς ἠελίοιο φοιτῶσιν οὐδέποτε πάντες ἐναίσιμοι-. (Θηλυκόν.) ̓Εναγωγή. ἡ εγκλησις. καὶ πάντα ανθρωπον ἀδικηθέντα ὑπ' αὐτοῦ ἀδεῶς καὶ ἀζημίως ἐναγωγαῖς κεχρῆσθαι. ̓Εναγωγὴ οἰκέτου. τοῦ πραθέντος οἰκέτου. ει τι εχων νόσημα, εἰ μὴ προείπῃ ὁ πωλῶν, ἐφίησιν ὁ νόμος τῷ ὠνησαμένῳ διακρίνεσθαι πρὸς τὸν πεπρακότα, πρότερον ἀπογραψάμενον πρὸς τὰς ἀρχὰς τὴν αἰτίαν. ̓Ενέργεια. ἡ τῶν λόγων λευκότης. ̓Εναρμόνιος φωνή. ἡ ἐγγράμματος, καὶ ὁ τῶν ἀνθρώπων στεναγμός. ἐναρμόνιος ἀγράμματος ἡ τοῦ ψιττακοῦ. ἀναρμόνιος ἀγράμματος ἡ τῶν προβάτων βληχή. ̓Εναισίμῃ. δικαίᾳ, καθηκούσῃ. ἐναισίμῃ δὲ συντύχοιμι. μὴ δέ τινι πονηρᾷ συντυχών. Ενδειξισ. φανέρωσις καὶ ἀπολογία. Ενδειξισ. δίκη κατὰ τῶν ὀφειλόντων καὶ δημηγορούντων· οὐ γὰρ ἐξῆν λέγειν οὐδόλως ἐπίτιμον ειναι ὀφείλοντα, ωστε εἰ καὶ ηρχέ τις ὀφείλων ἐνεδείκνυτο. ηδη δὲ καὶ ἐπὶ τῶν φυγάδων οπου μὴ εξεστι κατιόντων ἡ ενδειξις. epsilon.722 Ενδειξισ. ἐάν τις ατιμος ων η ὀφληκὼς τῷ δημοσίῳ καὶ μὴ ἐκτετικὼς αρχειν η δικάζειν ἐπιχειροίη, τοῦτον ἐνδείκνυσιν ὁ βουλόμενος τῶν πολιτῶν. ὁμοίως καὶ τὸν ἀντιποιούμενον πράξεων η τόπων. Ενδειξισ. ειδος δίκης δημοσίας, ὑφ' ην τοὺς ἐκ τῶν νόμων εἰργομένους τινῶν η τόπων η πράξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ὑπῆγον. ουτως ∆ημοσθένης. Εναι. ἀρχαὶ αἱ παρῳχημέναι. ουτως ∆ημοσθένης. ̓Εν αἰθρίᾳ. ἐν εὐδίᾳ. η ἐν φανερῷ. Εναιμοσ. πλήρης αιματος. ̓Ενεγκαμένη. ἡ πατρίς. ̓Ενεγκοῦσα. η τὴν μητέρα η τὴν