ἀσχολούμενος πολέμων, ὕστερον δὲ καὶ τοῖς κατὰ τοῦ Σαμουὴλ ἔργοις προσλιπαρῶν οὐκ ἔσχεν εὐκαιρίαν καλῶς καὶ ὡς ἐνεδέχετο τὰ ἐν τῇ ἑῴᾳ κατασφαλίσασθαι, ἀλλ' ὅσον ἐν φαντασίᾳ γενόμενος ἐκεῖσε, καὶ ὡς ὁ καιρὸς ἀπῄτει ταῦτα καταστησάμενος, εἶθ' ὑποστρέψας καὶ ἀσχολίαν ἔμμονον ἔχων καὶ φροντίδα τὸ τῶν Βουλγάρων ὑποτάξαι γένος, ἀφορμὴ γέγονε τοῦ τὸν ζυγὸν ἀπορρῖψαι τὰς δυνατωτέρας τῶν πόλεων καὶ τὴν ἑαυτῶν ἀναζητεῖν ἐλευθερίαν. ἀλλ' ἕως μὲν οὗτος περιῆν, ἐμελετᾶτο μὲν ἡ ἀπόστασις, κρύβδην δὲ καὶ οὐ φανερῶς. τούτου δὲ τὸ χρεὼν ἀποτίσαντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Κωνσταντίνου ἀμελῶς βασιλεύοντος καὶ ῥᾳθύμως, καὶ ἐπ' ἐκείνοις ἔχοντος τὸν σκοπόν, ἅπερ ὁ λόγος φθάσας ἐστηλογράφησε, τῶν δ' ἄλλων ὀλιγωρίαν κατασκεδάσαντος οὐ τὴν τυχοῦσαν, ἀδείας οἱ Σαρακηνοὶ λαβόμενοι τάς τε ἐν ταῖς πόλεσι φρουρὰς ἐξεπόρθησαν, ἀνελόντες καὶ τοὺς φρουρούς, κατ' ἐξαίρετον δὲ ὁ τῆς Βερροίας ἀρχηγός, ἣν καὶ Χάλεπ καλοῦσιν. ἐκδρομάς τε γὰρ ἐποίει συνεχεῖς, καὶ τὴν Ἀντιόχειαν ἐκάκου καὶ τὰ ὁμοροῦντα ἔθνη καὶ πρόσοικα τὰ τοῖς Ῥωμαίοις ὑπήκοα. πρὸς ὃν Σπονδύλης, τῆς Ἀντιοχείας, ὡς εἴρηται, κατάρχων ἐκστρατεύει ἔτι περιόντος τοῦ Κωνσταντίνου, βουλόμενος τάχα νεανικόν τι καὶ γενναῖον ἐνδείξασθαι. καὶ συμ βαλὼν τῷ τῆς Βερροίας ἐξηγουμένῳ ἡττᾶται, καὶ πολὺς μὲν γίνεται τῶν σὺν αὐτῷ φθόρος, αὐτὸς δὲ αἴσχιστα εἰς Ἀντιόχειαν διασῴζεται. κατεστρατήγησε δ' αὐτὸν καί τις Ἄραψ, Μουσάραφ τὴν προσηγορίαν, τρόπῳ τοιῷδε. οὗτος γὰρ ὁ Μουσάραφ δορυάλωτος κατεχόμενος ἐν Ἀντιοχείᾳ (ἦν γὰρ κατασχεθεὶς ὑπὸ Πόθου τοῦ Ἀργυροῦ), ἐπείπερ αἱ τῆς ἡγεμονίας ἡνίαι εἰς τὸν Σπονδύλην μετέπεσον, κατανενοηκὼς τὸν ἄνθρωπον εὐρίπιστον, ὑπέσχετο μεγάλα χρησιμεῦσαι Ῥωμαίοις, εἰ ἀνεθείη τῶν δεσμῶν, καὶ πάντα ἐπιτελέσειε τὰ κατὰ σκοπόν. τά τε γὰρ ὁμόφυλα κακῶσαι κατεπηγγέλλετο, καὶ τόπον ὑποδεικνύς, εἰ φρούριον ἐν αὐτῷ δομηθείη καὶ αὐτῷ παραδοθείη, οὐ μικρὸν ὄφελος ἔσεσθαι Ῥωμαίοις. οὗ τὰς ῥᾳδιουργίας μὴ συνεὶς ὁ Σπονδύλης τῶν τε κλοιῶν ἀφῆκεν αὐτόν, καὶ τὸ φρούριον, ὡς ἐκέλευεν, ἐδομήσατο, καὶ αὐτῷ τὴν φυλακὴν ἐπετρέψατο, χιλίους φρουροὺς ἐγκαταστήσας ἐν τούτῳ Ῥωμαίους. ὁ δὲ Μουσάραφ τυχών, οὗπερ ηὔχετο καιροῦ, λάθρᾳ τῷ Τριπόλεως ἀμηρᾷ καὶ Τούσβερ τῷ ἀρχιστρατήγῳ τοῦ Αἰγυπτίου προσδιαλεχθείς, λαὸν ὑπ' αὐτῶν πεμφθέντα δεξάμενος τούς τε χιλίους ἀναιρεῖ καὶ τὸ φρούριον αὐτοῖς παραδίδωσι. καὶ οὐ διέλιπον ἐξ ἐκείνου ἐξ ὑπερδεξίων φερόμενοι οἱ Σαρακηνοὶ διαφθείρειν τὰ ἐν Συρίᾳ Ῥωμαίοις ὑπήκοα καὶ λυμαίνεσθαι. Roman3.5 Ἀλλὰ τοῦτον μὲν ὁ Ῥωμανὸς μεθίστησι τῆς ἀρχῆς, διάδοχον αὐτοῦ πέμψας Κωνσταντῖνον τὸν ἐπ' ἀδελφῇ γαμβρὸν αὐτοῦ τὸν Καραντηνόν, ηὐτρεπίζετο δὲ καὶ αὐτὸς κατόπιν ἀπελθεῖν κατὰ τῶν Σαρακηνῶν. ἤδη δὲ τὸ Φιλομίλιον καταλαβόντος αὐτοῦ ἦλθον πρέσβεις ἐκ Βερροίας μετὰ δώρων ὅτι πολλῶν, παρακαλοῦντες συμπαθείας τυχεῖν καὶ τὴν πρὶν δουλείαν ἐπαναδέξασθαι καὶ τοὺς ἐτησίους εὐγνωμόνως προσφέρειν φόρους. πολλῶν δὲ κἀγαθῶν στρατιωτῶν τῶν συστρατευομένων αὐτῷ παρακαλούντων τὴν πρόκλησιν δέξασθαι, ὧν εἷς ἦν καὶ ὁ πατρίκιος Ἰωάννης ὁ Χάλδος, καὶ μὴ ἐκστρατεῦσαι κατὰ Συρίας ἐν καιρῷ θέρους, ὁπότε τό τε ὕδωρ ἐν αὐτῇ σπανίζει καὶ τὸ τῶν Ἀράβων ἔθνος ἀνυπόστατόν ἐστιν, οἷα ἐνειθισμένον φέρειν γενναίως τὰ ἐγχώρια θάλπη καὶ τοὺς φλογμοὺς καὶ τοὺς καύσωνας, οἱ δὲ Ῥωμαῖοι πανοπλῖται τυγχάνοντες οὐ τληπαθῶς ἔχουσι πρὸς τὴν ὥραν, μηδενὸς ἐπιστροφὴν ποιησάμενος, ἀλλ' ἐξ ὑπογύου τὰ τῶν πρὸ αὐτοῦ βασιλέων ἔχων ἀνδραγαθήματα, καὶ σπεύδων ἀνδρῷόν τι καὶ αὐτὸς ἐπιδείξασθαι, ἄπεισιν ἐν Συρίᾳ. καὶ στρατοπεδείαν πηξάμενος ἔν τινι φρουρίῳ δύο ἡμερῶν ὁδὸν Βερροίας ἀπέχοντι (Ἀζάζιον ὄνομα τῷ φρουρίῳ) ἐσκόπει τὸ μέλλον. ἐν ᾧ κατεσκηνωμένος τὸν τῶν ἐξκουβίτων ἄρχοντα τὸν πατρίκιον Λέοντα τὸν Χοιροσφάκτην μετὰ τοῦ οἰκείου τάγματος ἐπὶ κατασκοπῇ στέλλει, εἴ τινές τε ἐπίοιεν κατοψόμενον Ἄραβες, καὶ ὅπῃ δὴ λυσιτελὲς μεταθεῖναι