1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

172

ΣΤΟΙΧΕΙΟΝ Η.

ΤΙΤΛ. Αʹ. -Περὶ ἡμέρας ἀγαθῆς. «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν

αὐτῇ.» «Ἐν ἡμέρᾳ ἀγαθωσύνης ζῆθι ἐν ἀγαθῷ.» «Ἐν ἡμέρᾳ ἀγαθῇ, ἀμνησία κακῶν.» «Μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας.»

ΤΙΤΛ. Βʹ. -Περὶ ἡμέρας κακῆς.

«Ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν.» «Μὴ μεριμνήσετε εἰς τὴν αὔριον. Ἡ γὰρ αὔριον μεριμνήσει τὰ αὐτῆς. Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. ΤΙΤΛ. Γʹ. -Περὶ ἡμέρας καὶ νυκτός. «Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ ἀγροῦ.» Τίς δὲ ἡμέρα καὶ νὺξ ἰσομοιρίαν πρὸς ἀλλήλας λαχοῦσαι, καὶ περιτροπὴν ἔμμετρον, καὶ ἡ μὲν εἰς ἔργον ἡμᾶς ἐγείρουσα, ἡ δὲ ἀναπαύουσα. Νύκτα καὶ ἡμέραν ἀλλήλαις εἴκειν ἠπίως ἔταξας, νόμον τιμῶν ἀδελφότητος καὶ φιλίας. Καὶ τῇ μὲν ἔπαυσας κόπους τῆς πολυμόχθου σαρκὸς, τῇ δὲ ἤγειρας εἰς ἔργον καὶ πράξεις τάς σοι φίλας.» «Νὺξ καὶ ἄνθρωπος ὕπνῳ συστέλλεται, καὶ τὰ θηρία παῤῥησιάζεται, καὶ ζητεῖ τροφὴν ἕκαστον 95.1588 τὴν διδομένην παρὰ τοῦ Κτίσαντος. Ἡμέρᾳ καὶ τὰ θηρία συνάγεται, καὶ ἄνθρωπος ἐπὶ τὴν ἐργασίαν ἐπείγεται, καὶ ἀλλήλοις ὑποχωροῦμεν ἐν τάξει. Οὐκ ἐθέλει περιμεῖναι ἄλληλα τὸ φῶς καὶ τὸ σκότος, ἀλλὰ νόμῳ φύσεως ἀντιπερίστανται.

ΣΤΟΙΧΕΙΟΝ Θ.

ΤΙΤΛ. Αʹ. -Περὶ τῆς θείας μυσταγωγίας. «Τὸ μυστήριον ἐμοὶ καὶ τοῖς ἐμοῖς.» «Μὴ δότε τὸ ἅγιον τοῖς κυσὶν, μηδὲ

βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων· μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.» «Οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς. Εἰ δὲ μὴ, ῥήξει ὁ νέος τοὺς ἀσκοὺς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. Ἀλλ' οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότεροι συντηροῦνται.» Τὸ εἰς τοὺς τυχόντας ῥίπτειν τὰ τῆς σωτηρίας μυστήρια, καὶ πάντας ὁμοίως παραδέχεσθαι, τοὺς μήτε βίῳ καθαρῷ, μήτε λόγῳ ἐξητασμένῳ καὶ ἀκριβεῖ κεχρημένους, ὅμοιόν ἐστιν ὥσπερ ἄν τις ἐν ἀγγείῳ ῥυπαρῷ τὸ πολυτίμητον μύρον ἐμβάλῃ. Γλυκύτητα μέλιτος πῶς ἀναγγελῶ τοῖς ἀγνοοῦσιν; Μυστικῶς τὰ μυστικὰ φθεγξώμεθα, καὶ ἁγίως τὰ ἅγια· καὶ μὴ ῥίπτωμεν εἰς βεβήλους ἀκοὰς τὰ μὴ ἔκφορα, μηδὲ σεμνοτέρους ἡμῶν ἀποφαίνωμεν τοὺς προσκυνοῦντας τοῖς δαίμοσιν, καὶ τῶν αἰσχρῶν μύθων καὶ πραγμάτων θεραπευτάς. Οὐ θέμις τὰ ἱερὰ μυστήρια ἐκλαλεῖν ἀμυήτοις.

ΤΙΤΛ. Βʹ. -Περὶ θυσιῶν· καὶ ὅτι κιβδήλους θυ σίας ὁ Θεὸς οὐ παραδέχεται.

«Εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· Ἵνα τί περίλυπος ἐγένου; καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου; Οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ [μὴ] διέλῃς, ἥμαρτες; ἡσύχασον. Πρὸς σὲ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις.» «Πάντα ὅσα ἔχει μῶμον ἐν ἑαυτῷ, οὐ προσάξουσι Κυρίῳ, διότι οὐ δεκτὰ ἔσται.» 96.12 «Ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄῤῥωστον, οὐ κακόν;