διὰ τεράτων, διὰ προφητῶν, εἶτα σαρκωθεὶς διὰ παρθένου, διὰ ὁμοτροφίας, διὰ αἰκισμῶν, διὰ ὀνειδισμῶν, εἶτα διὰ θανάτου καὶ ἀναστάσεως καὶ ἀναλήψεως. πάντα ποιεῖ πρὸς τὸ δέον τοῖς χρόνοις καὶ πρὸς τὸ ἁρμόζον τοῖς ἀνθρώποις. καὶ πάλιν ἄρτι διὰ τοῦ αὐτοῦ πνεύματος τοῖς πιστοῖς ἐνεργεῖ, διὰ συνειδήσεως, διὰ φύσεως, καὶ τοῖς σοφοῖς θαυμασίοις πείθει τοὺς ὑπηκόους καὶ τοῖς μυστηρίοις τοὺς ταπεινόφρονας, καθολικῶς δὲ διὰ τοῦ οἰκείου θανάτου πάντας ζῳο37.1.5 ποιεῖ ἐν τῇ ἁμαρτίᾳ ἀποθανόντας. ὅταν οὖν Χριστὸν Ἰησοῦν υἱὸν θεοῦ 37.1.5 ἀκούσῃς, νόει θεὸν ἐκ θεοῦ γεννηθέντα, οὐ ποιηθέντα, ἀχρόνως καὶ ἀδιαστάτως κατὰ τὴν ἄκτιστον τοῦ γεννήσαντος φύσιν, περιεκτικῶς ὑπ' οὐδενὸς καταλαμβανομένην, μερικῶς δὲ διὰ τῆς χάριτος θεοπρεπῶς νοουμένην καὶ φανερουμένην. ἐν δὲ τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ δείκνυσιν ἐν ἑαυτῷ τὰ πάντα τοῖς υἱοῖς τοῦ πνεύματος· «ὅτι ἐν αὐτῷ ηὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς». ἐν αὐτῷ οὖν ὁρῶσι τὴν θεότητα, τὴν δύναμιν, τὸν πατέρα, τὸν υἱόν, τὸ ἅγιον πνεῦμα, τὸν καθαρὸν ἄνθρωπον, τὴν ὑποταγήν, τὴν εὐσέβειαν, ὁμοίως τὴν ὑπομονήν, τὴν λύτρωσιν, τὴν δούλην κτίσιν, τὴν μὲν ἀρχαίαν φύσιν φανερώσας, τὰ δὲ παρὰ φύσιν παραχωρίσας, φέρει «τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ». 37.1.6 Ὁ μὲν οὖν διάβολος ἔσχεν ὑποχείριον τὸν ἄνθρωπον καὶ κρατῶν τὸ δικαίωμα τῆς παρακοῆς ἐγαυρίασεν ὡς κατακυριεύσας τῆς δεσποτικῆς εἰκόνος, θαρρῶν καὶ λέγων, ὅτι κἂν ὁ θεὸς θέλῃ ῥύσασθαι αὐτόν, ὑπὸ τῆς ἑαυτοῦ δικαιοσύνης κωλυθήσεται, οὐκ εἰδὼς, ὅτι παντοδύναμός ἐστιν ὁ θεός, δυνάμενος καὶ τὸ δίκαιον φυλάξαι καὶ τὸν ἄνθρωπον ῥύσασθαι, ὃ καὶ πεποίηκε πᾶν χρέος ὑπὲρ ἡμῶν ἀποτίσας. πρῶτον μὲν διὰ τῆς οἰκείας ὑπακοῆς ἔσχισε τὸ τῆς παρακοῆς χειρόγραφον, εἶτα δι' εὐσεβείας κατέλυσε τὴν δυσσέβειαν. ἡμεῖς ἄξιοι θανάτου, ἀλλ' ὑπὲρ ἡμῶν ἀπέθανεν. ἡμεῖς καὶ ἄλλους ἀπωλέσαμεν, ἀλλ' αὐτὸς πάντας ἔσωσεν. ὢ θαυμάσια δεσπότου· δυνάμενος πάντα λόγῳ συγχωρῆσαι, τοῦτο οὐ ποιεῖ, ἀλλὰ πρῶτον τὰ ἐγκλήματα ὑποφέρει τὰ ἡμῶν καὶ ἔργῳ τὴν ἁμαρτίαν παραλύει, ἵνα καὶ τὴν ἀλήθειαν στήσῃ καὶ τὸ ἔλεος ἐν ἑαυτῷ φανε37.1.7 ρώσῃ, καθώς φησιν· «ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει»; ἀλλ' ἐρεῖ τις· "1εἰ τοὺς κινδύνους πάντων εἰς ἑαυτὸν ἀντικατήλλαξε, τίς ἔτι κολασθήσεται;"2 προείπομεν δέ, ὅτι αὐτὸς εἶπε· «γενηθήτω σοι ὡς ἐπίστευσας». δῆλον οὖν, ὅτι οἱ ἀπιστοῦντες κατὰ τὸ μέτρον τῆς ἀπιστίας κολάζονται. πιστὸν δὲ καὶ ἄπιστον αἱ ἐντολαὶ διακρίνουσι· πολλοὶ γὰρ δοκοῦμεν πιστεύειν μηδόλως τὰς ἐντολὰς ποιήσαντες καὶ ἔνθεν ἐλεγχόμεθα, λόγῳ μὲν τὴν πίστιν, ἔργῳ δὲ τὴν ἀπιστίαν ἐπανῃρημένοι. 37.1.8 Εὐξώμεθα οὖν, ἀδελφοί, ἔργῳ καὶ λόγῳ τὰς ἐντολὰς ὅση δύναμις ἐν πίστει καὶ πληροφορίᾳ τελείᾳ ποιεῖν τὰς τοῦ κυρίου, ὅτι αὐτῷ πρέπει δόξα καὶ τιμὴ εἰς τοὺς αἰῶνας. Ἀμήν. 38.τ.1 ΛΟΓΟΣ ΛΗʹ. 38.1.1 Ἐρώτησις. Τί ἐστι τὸ εἰρήμενον· «ἡ δικαιοσύνη σου ὡς ὄρη θεοῦ»; Ἀπόκρισις. Αὐτοὶ οἱ δαίμονες πονηροὶ ὄντες κατὰ τὴν οἰκείαν κακίαν ἐπελθεῖν τοῖς ἀνθρώποις ἀδυνατοῦσι· πεπεδημένοι γάρ εἰσι, τὴν δικαιοσύνην τοῦ θεοῦ ὑπερβῆναι μὴ δυνάμενοι. ὅθεν πρῶτον παραδεικνύουσι τὰς ἡδονάς, ἵνα μόνον τὸ αὐτεξούσιον εἰς ἐπιθυμίαν κινήσωσι διὰ τῶν λογισμῶν, καὶ λοιπὸν δικαίως τοῖς ἀκολουθοῦσι χρήσωνται. διὰ τοῦτο πρῶτον κατὰ διάνοιαν δόξας ἀνθρώπων ἐπαγορεύουσιν, εἶτα λοιπὸν καὶ αὐτὸν τὸν ἰδικὸν ἔπαινον ἐπάγουσι παρὰ τῶν ἔξωθεν καὶ κέρδη τινά, καὶ ὅταν ἡδυπαθῶς καὶ ἀνθρωπίνως αὐτὰ καταδεξώμεθα, τῷ δεδωκότι μᾶλλον πᾶσαν