172
ἠγαπημένον, ἀντεπιστεῖλαί σοι. χαίρω οὖν ὅτι ὑγιαίνεις, εἰς δὲ τὸ μεμονῶσθαί σε οὐχ ἡδέως ἔχω, κἂν ἀκουσίως, ἐκ τοῦ τὸν ἀδελφὸν Νεῖλον κρατηθῆναι. σπούδασον οὖν, παρακαλῶ, συνεῖναι ἑνὶ τῶν ἀδελφῶν, καὶ τούτῳ, εἰ οἷόν τε, συνετῷ· οἶδας γὰρ ὅτι παντὶ ὁ ἐχθρός, καὶ χρεία ἀσφαλείας ψυχικῆς. εἰς δὲ τὸν ἀββᾶν Λεόντιον τί σοι ὅλως ἐπῆλθεν ἀπιέναι; εἰ μὲν ἔγνως πεφυλαγμένον αὐτὸν τῆς αἱρέσεως, εὖ ἂν εἶχεν· τοῦτο γὰρ κἀγὼ προεθυμούμην, καθὰ καὶ προενετειλάμην τῷ μακαρίῳ Θεοδούλῳ. ἐπειδὴ δὲ συναπήχθη τοῖς αἱρετικοῖς δι' ὑπογραφῆς καὶ κοινωνίας, δι' ἣν καὶ ἀπέστη ἀπ' αὐτοῦ ὁ μακάριος ἐκεῖνος, οὐδὲν ἄλλο ἐστὶ τὸ ἀπελθεῖν σε πρὸς αὐτὸν ἢ τὸ γενέσθαι ὅμοιον αὐτῷ καὶ ἀπολέσαι τὰ πάντα, καὶ τὴν ὑποταγὴν καὶ τὴν Χριστοῦ ὁμολογίαν. στῆθι, τέκνον μου, ἐν τῷ κράτει τῆς ἀληθείας, τόπον ἐκ τόπου μὴ ὡς ἔτυχεν μετερχόμενος ἄνευ ἀνάγκης. πάντως δὲ ὁ εἰπὼν οὐ μή σε ἀνῶ οὐδ' οὐ μή σε ἐγκαταλίπω θεὸς οὐ παρόψεταί σε ἐν ἀληθινῇ καρδίᾳ πορευόμενον καὶ σκέπων καὶ τρέφων καὶ παντοίως προνοούμενος· πλὴν ὅτι θλίψεως καιρὸς καὶ ὑπομονῆς χρεία. μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν Χριστοῦ· τοῦτο εὐφραινέτω σε καὶ τὰ ἐπώδυνα κουφιζέτω. ὁ δὲ κατὰ σάρκα σου ἀδελφός, σὰρξ ὤν, σάρκα σε θέλει γενέσθαι. Τί μοι τοιαῦτα γράφεις; ἴδε τοὺς κατὰ πνεῦμα ἀδελφούς σου ἐναθλοῦντας κἀκείνους ζηλοῦν ἐπείγου, ἵνα γίνῃ στεφανίτης. ὁ θεός σε, τέκνον μου, περιφυλάξειεν, εὐχόμενον περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. 264 {1Εὐστρατίῳ ἀρχιητρῷ}1 Ἐγίνωσκον μὲν τὴν τιμιότητα τῆς ἀγάπης σου καὶ πρότερον, ὁπότε τῆς προσκυνήσεώς σου ἠξιώθην, οὔπω δὲ τὸ πόση καὶ ἡλίκη· διὰ δὲ τοῦ πνευματικοῦ ἡμῶν υἱοῦ Ἀδριανοῦ τοσαῦτά σου καλὰ ἠκουτίσθημεν καὶ οὕτω διέθετο ἡμᾶς ἡ ἀπαγγελία εἰς ἀγάπησιν (μάλιστα ὅτι καὶ τῆς αἱρέσεως μένοις ἀνώτερος, διαφυλαττόμενος ὡς ἐν μέσῳ φλογὸς ἄφλεκτος τῆς αἱρετικῆς κοινωνίας), ὥστε εὐχαριστῆσαι τὸν ἀγαθὸν ἡμῶν θεὸν λίαν καὶ δόξαι εἰς πρόσωπόν σου τίμιον ἐλθεῖν καὶ περιπτύξασθαί σε ἀπὸ καρδίας. χάρις οὖν τῷ Κυρίῳ, τῷ ἔχοντι ἐκλεκτοὺς καὶ ἐν Βυζαντίδι ἐν τῷ παρόντι καιρῷ χαλεπῷ, ἐφ' ᾧ Χριστὸς διώκεται σὺν μητρὶ καὶ θεράπουσι διὰ τῆς τῶν ἁγίων αὐτῶν εἰκόνων καταδρομῆς καὶ ἀτιμίας· καὶ γὰρ ἡ τῆς εἰκόνος ὕβρις τοῦ εἰκονιζομένου ἐστὶν ἀριδήλως ἀτιμία, κἂν οὐ συνιῶσιν οἱ χριστοδιῶκται. ἆρα οὐχ ὁ τὸν τύπον τοῦ ζωοποιοῦ σταυροῦ ὑβρίζων τὸν ζωοποιὸν σταυρὸν ὑβριεῖται; καὶ μάλα. οὕτω καὶ ἐπὶ τοῦ τύπου, ἤτοι τῆς εἰκόνος Χριστοῦ. Ἀλλ' ἐκείνοις μὲν εἴη ἐπιστροφὴ καὶ παῦλα τῆς ἀσεβείας· σὲ δὲ Κύριος ἔτι διαφυλάξειεν μετὰ τῆς κυρίας τῆς ὁμοζύγου, τῆς καὶ ἀφ' αἵματος ἡμῶν, ὡς ὁ λόγος, ἀσινῆ καὶ ἀβλαβῆ ἐν πᾶσι, παρέχων σοι καὶ ὑπὲρ τῆς τοῦ ἀδελφοῦ καὶ γραμματηφόρου ἐξ ἀρχῆς μέχρι τοῦ δεῦρο καλοποιΐας καὶ ξενοδοχίας πολλοὺς τοὺς μισθούς, πολλά σου τὰ ἀγαθὰ ἐξαγγέλλοντος, οὐ μὴ ἀλλὰ καὶ ὑπὲρ ὧν ἐστερήθης προσόδων φυγὰς τὴν τοῦ ἀσεβάρχου συνεστίασιν. εἴη σοι θησαυρὸς οὐράνιος τῶν πνευματικῶν χαρίτων. 265 {1Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ}1 Ἠξίωμαι καὶ τανῦν μαθεῖν σου τὰ τῆς ὑγιείας καὶ ὁσιώσεως οὐ μόνον ἀπὸ τιμίου γράμματος, ἀλλὰ καὶ ἀπὸ ζώσης φωνῆς τοῦ καλοῦ ∆ιονυσίου, ὃς ἔθρεψέν μου τὴν ταπεινὴν ψυχήν, ἕκαστα ἐξηγησάμενος, ἃ ὑπέλαβεν ὀφθαλμοῖς τῶν αὐτόθι, τὴν ξενίαν, τὴν παροικίαν, τὴν ἡσυχίαν, τὸ ὄρος, τὸ ὕδωρ, μᾶλλον δέ, παρεὶς ταῦτα, ἐξ ὧν ἐστι γνωριμώτερον λέξω, τὸν θεόν, ᾧ λατρεύεις, καὶ ὃν θεραπεύεις καὶ ὑπὲρ οὗ σοι ἡ ἐρημία καὶ ἡ τληπαθεία, ἀπορφανισθέντι προσώπῳ, οὐ καρδίᾳ, ἡμῶν τε τῶν ταπεινῶν, ἀλλὰ μὴν καὶ τῆς ὑπὸ χεῖρα μεγάλης τοῦ θεοῦ ἐκκλησίας. ἐλεεινὰ μὲν οὖν ταῦτα (πῶς γὰρ οὔ;), ἀγαπήσει ἠγαπημένος ὑπ' ἀμφοτέρων καὶ οἷα τομῇ μαχαίρας διῃρημένος· ὅμως ἔχεις μὲν αὐτός, ποθεινότατε καὶ ἁγιώτατε, εἰς θεὸν μεγάλας τὰς ἐλπίδας, ἔχει δέ σου ἡ ἐκκλησία σὺν ἡμῖν πολλὰ τὰ αὐχήματα εἰς σέ, τὸν δι' ἀλήθειαν καὶ προπαθόντα τοιαῦτα καὶ νῦν μετὰ Χριστοῦ πάσχοντα· ἐν οἷς τελειώσειέν σου ἡ θεία χάρις τὸν καλὸν ἀγῶνα εἰς ἄμειψιν τοῦ στεφάνου τῆς